Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.25.7-7.25.13

ブーラとアガイの諸聖所および大地の神殿

296 / 465 箇所 · ギリシア語

要旨

ケリュネイアのエウメニデス神殿や地震で滅びたブーラとその神殿群、ブライコス川のヘラクレスの神託所について記述される。さらにクラティス川近くのアガイ遺跡や、大地の神殿ガイオンとその女祭司の過酷な資格審査について述べられる。

§7.25.7ἐν Κερυνείᾳ δὲ ἱερόν ἐστιν Εὐμενίδων· ἱδρύσασθαι δὲ αὐτὸ Ὀρέστην λέγουσιν.
ケリュネイアにはエウメニデスの神殿があり、それをオレステスが創建したと言われている。
ὃς δʼ ἂν ἐνταῦθα ἢ αἵματι ἢ ἄλλῳ τῳ μιάσματι ἔνοχος ἢ καὶ ἀσεβὴς ἐσέλθῃ θέλων θεάσασθαι, αὐτίκα λέγεται δείμασιν ἐκτὸς τῶν φρενῶν γίνεσθαι·
血の汚れや他のいかなる汚れに染まった者、あるいは不信心な者が、見物したいと思ってここに入るなら、たちまち恐怖によって正気を失うと言われている。
καὶ τοῦδε ἕνεκα οὐ τοῖς πᾶσιν ἡ ἔσοδος οὐδὲ ἐξ ἐπιδρομῆς ἐστι.
それゆえ、すべての人に立ち入りが許されているわけではなく、気安く入れるわけでもない。
τοῖς μὲν δὴ ἀγάλμασι ξύλων εἰργασμένοις μέγεθός εἰσιν οὐ μεγάλοι, κατὰ δὲ τὴν ἔσοδον ἐς τὸ ἱερὸν γυναικῶν εἰκόνες λίθου τέ εἰσιν εἰργασμέναι καὶ ἔχουσαι τέχνης εὖ·
木で造られた神像は、大きさとしては大きくないが、神殿の入り口のところには、石でつくられた出来栄えの見事な女性たちの像がある。
ἐλέγοντο δὲ ὑπὸ τῶν ἐπιχωρίων ἱέρειαι ταῖς Εὐμενίσιν αἱ γυναῖκες γενέσθαι.
地元の者たちによれば、その女性たちはエウメニデスに仕える巫女になったのだという。
§7.25.8ἐκ Κερυνείας δὲ ἐπανελθόντι ἐς τὴν λεωφόρον καὶ ὁδεύσαντι οὐκ ἐπὶ πολὺ δεύτερα ἔστιν ἐς Βοῦραν ἀποτραπέσθαι·
ケリュネイアから公道へと戻り、少しばかり進むと、次にブーラへと進路を変えることができる。
θαλάσσης δὲ ἐν δεξιᾷ ἡ Βοῦρα ἐν ὄρει κεῖται.
海から見て右手の、山の上にブーラは位置している。
τεθῆναι δέ φασι τῇ πόλει τὸ ὄνομα ἀπὸ γυναικὸς Βούρας, θυγατέρα δʼ αὐτὴν Ἴωνος τοῦ Ξούθου καὶ Ἑλίκης εἶναι.
この都市の名は、ブーラという女性にちなんで付けられたと言われており、彼女はクスートスの子イオンとヘリケの娘であるという。
ὅτε δὲ Ἑλίκην ἐποίησεν ἄδηλον ἐξ ἀνθρώπων ὁ θεός, τότε καὶ τὴν Βοῦραν σεισμὸς ἐπέλαβεν ἰσχυρός, ὡς μηδὲ τὰ ἀγάλματα ἐν τοῖς ἱεροῖς ὑπολειφθῆναι τὰ ἀρχαῖα.
神がヘリケを人々の間から見えなくしたとき、そのときブーラをも激しい地震が襲い、神殿にあった古い神像すら一つも残らないほどであった。
§7.25.9ὁπόσοι δὲ τηνικαῦτα ἀποδημοῦντες ἢ στρατείας ἕνεκα ἔτυχον ἢ κατὰ πρόφασιν ἀλλοίαν, μόνοι τε οὗτοι Βουρέων ἐλείφθησαν καὶ αὐτοὶ τῆς Βούρας ἐγένοντο οἰκισταί.
しかし当時、旅に出ていたか、あるいは遠征のためか、あるいはその他の理由で、たまたま不在であった人々、彼らだけがブーラの人々のうち生き残り、彼ら自身がブーラの創建者となった。
ναὸς ἐνταῦθα Δήμητρος, ὁ δὲ Ἀφροδίτης Διονύσου τέ ἐστι, καὶ ἄλλος Εἰλειθυίας·
ここにはデメテルの神殿があり、アプロディテとディオニュソスの神殿、そしてもう一つレイテュイアの神殿がある。
λίθου τοῦ Πεντελησίου τὰ ἀγάλματα, Ἀθηναίου δὲ ἔργα Εὐκλείδου·
神像はペンテリコン産の石でできており、アテナイ人エウクレイデスの作品である。
καὶ τῇ Δήμητρί ἐστιν ἐσθής.
そしてデメテル像には衣が着せられている。
πεποίηται δὲ καὶ Ἴσιδι ἱερόν.
また、イシスの神殿も建てられている。
§7.25.10καταβάντων δὲ ἐκ Βούρας ὡς ἐπὶ θάλασσαν ποταμός τε Βουραϊκὸς ὀνομαζόμενος καὶ Ἡρακλῆς οὐ μέγας ἐστὶν ἐν σπηλαίῳ·
ブーラから海の方へと下ると、ブライコスと呼ばれる川と、洞窟の中にある小さなヘラクレスがある。
ἐπίκλησις μὲν καὶ τούτου Βουραϊκός, μαντείας δὲ ἐπὶ πίνακί τε καὶ ἀστραγάλοις ἔστι λαβεῖν.
このヘラクレスもまたブライコスという通り名で呼ばれており、板とアストラガロスによって神託を得ることができる。
εὔχεται μὲν γὰρ πρὸ τοῦ ἀγάλματος ὁ τῷ θεῷ χρώμενος, ἐπὶ δὲ τῇ εὐχῇ λαβὼν ἀστραγάλους —οἱ δὲ ἄφθονοι παρὰ τῷ Ἡρακλεῖ κεῖνται—τέσσαρας ἀφίησιν ἐπὶ τῆς τραπέζης·
神託を求める者は、神像の前で祈りを捧げ、祈りののちに、ヘラクレスの傍らに豊富に置かれているアストラガロスを四個取って、テーブルの上に投げる。
ἐπὶ δὲ παντὶ ἀστραγάλου σχήματι γεγραμμένα ἐν πίνακι ἐπίτηδες ἐξήγησιν ἔχει τοῦ σχήματος.
アストラガロスのあらゆる形に対して、板にあらかじめ書き込まれた、その形の説明がある。
§7.25.11σταδίων ἐπὶ τὸν Ἡρακλέα ὡς τριάκοντα ἐξ Ἑλίκης ὁδὸς ἡ εὐθεῖά ἐστι.
ヘリケからそのヘラクレスのところまでは、直通の道で約30スタディオンである。
προελθόντι δὲ ἀπὸ τοῦ Ἡρακλέους ποταμὸς ἐς θάλασσαν ἐκδίδωσιν ἀέναος ἐξ ὄρους Ἀρκαδικοῦ κατερχόμενος, ὄνομα δὲ αὐτῷ τε τῷ ποταμῷ Κρᾶθις καὶ ἔνθα αἱ πηγαὶ τοῦ ποταμοῦ τῷ ὄρει·
ヘラクレスのところからさらに進むと、アルカディアの山から流れ下る絶え間ない川が海へと注いでおり、その川自体の名も、川の源流がある山もクラティスという。
ἀπὸ ταύτης τῆς Κράθιδος καὶ πρὸς Κρότωνι τῇ ἐν Ἰταλίᾳ ποταμὸς ὄνομα ἔσχηκε.
このクラティス川から、イタリアのクロトンにある川もその名を得た。
§7.25.12πρὸς δὲ τῇ Ἀχαϊκῇ Κράθιδι Ἀχαιῶν ποτε ᾠκεῖτο Αἰγαὶ πόλις·
アカイアのクラティス川の近くには、かつてアカイア人の都市アイガイが存在した。
ἐκλειφθῆναι δὲ αὐτὴν ἀνὰ χρόνον ὑπὸ ἀσθενείας λέγουσι.
しかし時が経つにつれて、衰退のためにそこは見捨てられたと言われている。
τούτων δὲ καὶ Ὅμηρος τῶν Αἰγῶν ἐν Ἥρας λόγοις ἐποιήσατο μνήμην, " οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι, " δῆλον ὡς γέρα τοῦ Ποσειδῶνος ἐπʼ ἴσης ἔν τε Ἑλίκῃ καὶ ἐν ταῖς Αἰγαῖς ἔχοντος.
ホメロスもヘラの発言の中で、このアイガイについて言及している。 "彼らは汝のために、ヘリケとアイガイへと贈り物を運ぶ "これは、ポセイドンがヘリケとアイガイの両方において等しく敬意を受けていたことを明らかにしている。
§7.25.13οὐ πολὺ δὲ ἀπωτέρω Κράθιδος σῆμά τε ἐν δεξιᾷ τῆς ὁδοῦ καὶ ἄνδρα εὑρήσεις ἐπὶ τῷ μνήματι ἵππῳ παρεστῶτα, ἀμυδρὰν γραφήν.
クラティス川からそれほど遠くない道の右手に、墓碑があり、その記念碑の上に馬を傍らに従えた男がいるのを見出すだろう。 これはかすれた絵画である。
ὁδὸς δὲ ἀπὸ τοῦ τάφου σταδίων ὅσον τριάκοντα ἐπὶ τὸν καλούμενον Γαῖον·
その墓からの道は、ガイオンと呼ばれる場所までおよそ30スタディオンである。
Γῆς δὲ ἱερόν ἐστιν ὁ Γαῖος ἐπίκλησιν Εὐρυστέρνου, ξόανον δὲ τοῖς μάλιστα ὁμοίως ἐστὶν ἀρχαῖον.
ガイオンは「胸広き」という通り名の大地(ゲ)の神殿であり、その木像はとりわけ古いものに似ている。
γυνὴ δὲ ἡ ἀεὶ τὴν ἱερωσύνην λαμβάνουσα ἁγιστεύει μὲν τὸ ἀπὸ τούτου, οὐ μὴν οὐδὲ τὰ πρότερα ἔσται πλέον ἢ ἑνὸς ἀνδρὸς ἐς πεῖραν ἀφιγμένη.
常にその神職に就く女性は、就任以降は潔白に暮らさねばならず、またそれ以前であっても、ただ一人の男性しか経験したことがあってはならない。
πίνουσαι δὲ αἷμα ταύρου δοκιμάζονται·
彼女たちは牡牛の血を飲むことによって試される。
ἣ δʼ ἂν αὐτῶν τύχῃ μὴ ἀληθεύουσα, αὐτίκα ἐκ τούτου τὴν δίκην ἔσχεν.
彼女たちのうち、真実を言っていない者がいれば、それゆえにたちまち処罰を受ける。
ἢν δὲ ὑπὲρ τῆς ἱερωσύνης ἀφίκωνται γυναῖκες ἐς ἀμφισβήτησιν πλέονες, ἡ τῷ κλήρῳ λαχοῦσα προτετίμηται.
もし神職をめぐって複数の女性たちが争うことになれば、籤によって選ばれた者が優先される。

語釈・文法注

  1. §7.25.7τοῖς μὲν δὴ ἀγάλμασι ξύλων εἰργασμένοις μέγεθός εἰσιν οὐ μεγάλοι — 与格の `τοῖς ... ἀγάλμασι` は基準・観点を示す与格。名詞の `μέγεθος` も対格(観点の対格)として働き、`οὐ μεγάλοι`(主格複数男性/女性、神像たち `ἀγάλμασι` は中性だが、指示対象の一致、あるいは文法的不規則)に掛かっている。
  2. §7.25.10καταβάντων δὲ ἐκ Βούρας — 属格独立構文(Genitive Absolute)。主語が明示されていないが、文脈上「一般の人々が下る時(=下ると)」という意味になる。
  3. §7.25.12δῆλον ὡς γέρα τοῦ Ποσειδῶνος ἐπʼ ἴσης ἔν τε Ἑλίκῃ καὶ ἐν ταῖς Αἰγαῖς ἔχοντος — 接続詞 `ὡς` を伴う属格独立構文。これは `δῆλον [ἐστι]`(明かである)という非人称表現の補文として機能し、「ポセイドンが等しく特権を有していることが」という意味を表す。
  4. §7.25.13οὐ μὴν οὐδὲ τὰ πρότερα ἔσται πλέον ἢ ἑνὸς ἀνδρὸς ἐς πεῖραν ἀφιγμένη — `ἔσται ... ἀφιγμένη`(未来中動相動詞 `ἔσται` +完了中動受動分詞 `ἀφιγμένη`)は未来完了の迂言的形式であり、「(その時までに)経験したことがあってはならない」という意味を表す。`τὰ πρότερα` は「それ以前は」を意味する副詞的対格。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.25.7-7.25.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.25.7-7.25.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。