§7.25.7ἐν Κερυνείᾳ δὲ ἱερόν ἐστιν Εὐμενίδων· ἱδρύσασθαι δὲ αὐτὸ Ὀρέστην λέγουσιν.
在克律内亚有一座欧墨尼得斯的神庙;人们说它是奥瑞斯特斯创建的。
ὃς δʼ ἂν ἐνταῦθα ἢ αἵματι ἢ ἄλλῳ τῳ μιάσματι ἔνοχος ἢ καὶ ἀσεβὴς ἐσέλθῃ θέλων θεάσασθαι, αὐτίκα λέγεται δείμασιν ἐκτὸς τῶν φρενῶν γίνεσθαι· καὶ τοῦδε ἕνεκα οὐ τοῖς πᾶσιν ἡ ἔσοδος οὐδὲ ἐξ ἐπιδρομῆς ἐστι.
任何人若带着血债或其他污秽进入这里,或是出于不敬而仅仅想来参观,据说都会立刻因恐惧而丧失理智;因此,并非所有人都可以进入,也不允许随意造访。
τοῖς μὲν δὴ ἀγάλμασι ξύλων εἰργασμένοις μέγεθός εἰσιν οὐ μεγάλοι, κατὰ δὲ τὴν ἔσοδον ἐς τὸ ἱερὸν γυναικῶν εἰκόνες λίθου τέ εἰσιν εἰργασμέναι καὶ ἔχουσαι τέχνης εὖ· ἐλέγοντο δὲ ὑπὸ τῶν ἐπιχωρίων ἱέρειαι ταῖς Εὐμενίσιν αἱ γυναῖκες γενέσθαι.
这些神像是由木头制成的,尺寸并不大,但在神庙的入口处,有石制的妇女雕像,工艺十分精湛;当地人说,这些妇女曾是欧墨尼得斯的女祭司。
§7.25.8ἐκ Κερυνείας δὲ ἐπανελθόντι ἐς τὴν λεωφόρον καὶ ὁδεύσαντι οὐκ ἐπὶ πολὺ δεύτερα ἔστιν ἐς Βοῦραν ἀποτραπέσθαι· θαλάσσης δὲ ἐν δεξιᾷ ἡ Βοῦρα ἐν ὄρει κεῖται.
从克律内亚返回公路并前行不远,便有第二次机会向右转往布拉;布拉坐落在山上,位于大海的右侧。
τεθῆναι δέ φασι τῇ πόλει τὸ ὄνομα ἀπὸ γυναικὸς Βούρας, θυγατέρα δʼ αὐτὴν Ἴωνος τοῦ Ξούθου καὶ Ἑλίκης εἶναι.
人们说,这座城市的名字源于一个名叫布拉的女子,她是叔托斯之子伊翁与赫利克的女儿。
ὅτε δὲ Ἑλίκην ἐποίησεν ἄδηλον ἐξ ἀνθρώπων ὁ θεός, τότε καὶ τὴν Βοῦραν σεισμὸς ἐπέλαβεν ἰσχυρός, ὡς μηδὲ τὰ ἀγάλματα ἐν τοῖς ἱεροῖς ὑπολειφθῆναι τὰ ἀρχαῖα.
当神使赫利克从人间消失时,强烈的地震也袭击了布拉,以至于神庙里古老的神像连一个都没能留下来。
§7.25.9ὁπόσοι δὲ τηνικαῦτα ἀποδημοῦντες ἢ στρατείας ἕνεκα ἔτυχον ἢ κατὰ πρόφασιν ἀλλοίαν, μόνοι τε οὗτοι Βουρέων ἐλείφθησαν καὶ αὐτοὶ τῆς Βούρας ἐγένοντο οἰκισταί.
然而,当时因服兵役或其他原因恰好在外的人,他们是布拉人中仅存的幸存者,并由他们自己重建了布拉。
ναὸς ἐνταῦθα Δήμητρος, ὁ δὲ Ἀφροδίτης Διονύσου τέ ἐστι, καὶ ἄλλος Εἰλειθυίας· λίθου τοῦ Πεντελησίου τὰ ἀγάλματα, Ἀθηναίου δὲ ἔργα Εὐκλείδου· καὶ τῇ Δήμητρί ἐστιν ἐσθής.
这里有得墨忒耳的神庙,还有阿芙罗狄忒和狄奥尼索斯的神庙,以及另一座艾勒伊堤亚的神庙;神像是由彭特利科斯石料制成的,是雅典人尤克里德斯的作品;得墨忒耳的神像披着衣服。
πεποίηται δὲ καὶ Ἴσιδι ἱερόν.
此外,还为伊西斯建了一座神庙。
§7.25.10καταβάντων δὲ ἐκ Βούρας ὡς ἐπὶ θάλασσαν ποταμός τε Βουραϊκὸς ὀνομαζόμενος καὶ Ἡρακλῆς οὐ μέγας ἐστὶν ἐν σπηλαίῳ· ἐπίκλησις μὲν καὶ τούτου Βουραϊκός, μαντείας δὲ ἐπὶ πίνακί τε καὶ ἀστραγάλοις ἔστι λαβεῖν.
从布拉下到海边,有一条被称为布拉伊科斯的河,洞穴里有一尊并不高大的赫拉克勒斯神像;这位神灵也被称为布拉伊科斯,人们可以通过木板和骰子来获取神谕。
εὔχεται μὲν γὰρ πρὸ τοῦ ἀγάλματος ὁ τῷ θεῷ χρώμενος, ἐπὶ δὲ τῇ εὐχῇ λαβὼν ἀστραγάλους —οἱ δὲ ἄφθονοι παρὰ τῷ Ἡρακλεῖ κεῖνται—τέσσαρας ἀφίησιν ἐπὶ τῆς τραπέζης· ἐπὶ δὲ παντὶ ἀστραγάλου σχήματι γεγραμμένα ἐν πίνακι ἐπίτηδες ἐξήγησιν ἔχει τοῦ σχήματος.
因为向神求问的人要在神像前祈祷,祈祷之后,从赫拉克勒斯身边大量放置的骰子中拿四个投掷在桌上;对于骰子的每一种花色,在专门的木板上都有对该花色的解释。
§7.25.11σταδίων ἐπὶ τὸν Ἡρακλέα ὡς τριάκοντα ἐξ Ἑλίκης ὁδὸς ἡ εὐθεῖά ἐστι.
从赫利克到赫拉克勒斯神像的直线距离大约是三十斯塔迪翁。
προελθόντι δὲ ἀπὸ τοῦ Ἡρακλέους ποταμὸς ἐς θάλασσαν ἐκδίδωσιν ἀέναος ἐξ ὄρους Ἀρκαδικοῦ κατερχόμενος, ὄνομα δὲ αὐτῷ τε τῷ ποταμῷ Κρᾶθις καὶ ἔνθα αἱ πηγαὶ τοῦ ποταμοῦ τῷ ὄρει· ἀπὸ ταύτης τῆς Κράθιδος καὶ πρὸς Κρότωνι τῇ ἐν Ἰταλίᾳ ποταμὸς ὄνομα ἔσχηκε.
从赫拉克勒斯神像继续前行,有一条终年不干涸的河流入海,它发源于阿卡迪亚的一座山;河流本身和水源所在的这座山的名字都叫克拉提斯;意大利克罗托内附近的河流也是从这条克拉提斯河得名的。
§7.25.12πρὸς δὲ τῇ Ἀχαϊκῇ Κράθιδι Ἀχαιῶν ποτε ᾠκεῖτο Αἰγαὶ πόλις· ἐκλειφθῆναι δὲ αὐτὴν ἀνὰ χρόνον ὑπὸ ἀσθενείας λέγουσι.
在阿开亚的克拉提斯河畔,曾经坐落着阿开亚人的城市艾盖;但人们说,随着时间的推移,它因衰弱而被废弃。
τούτων δὲ καὶ Ὅμηρος τῶν Αἰγῶν ἐν Ἥρας λόγοις ἐποιήσατο μνήμην,
"
οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι,
"
δῆλον ὡς γέρα τοῦ Ποσειδῶνος ἐπʼ ἴσης ἔν τε Ἑλίκῃ καὶ ἐν ταῖς Αἰγαῖς ἔχοντος.
赫拉在荷马史诗的唱词中也提到了这座艾盖: “他们为你将礼物送往赫利克和艾盖,” 这显然表明波塞冬在赫利克和艾盖两地享有同等的尊崇。
§7.25.13οὐ πολὺ δὲ ἀπωτέρω Κράθιδος σῆμά τε ἐν δεξιᾷ τῆς ὁδοῦ καὶ ἄνδρα εὑρήσεις ἐπὶ τῷ μνήματι ἵππῳ παρεστῶτα, ἀμυδρὰν γραφήν.
在距离克拉提斯河不远的路右侧,你会发现一座坟墓,墓碑上刻着一个站在马旁的男子,画像已经模糊。
ὁδὸς δὲ ἀπὸ τοῦ τάφου σταδίων ὅσον τριάκοντα ἐπὶ τὸν καλούμενον Γαῖον· Γῆς δὲ ἱερόν ἐστιν ὁ Γαῖος ἐπίκλησιν Εὐρυστέρνου, ξόανον δὲ τοῖς μάλιστα ὁμοίως ἐστὶν ἀρχαῖον.
从这座坟墓到被称为盖翁的地方大约有三十斯塔迪翁的路程;盖翁是一座供奉被称为“宽胸”的大地女神的神庙,其木雕神像极其古老。
γυνὴ δὲ ἡ ἀεὶ τὴν ἱερωσύνην λαμβάνουσα ἁγιστεύει μὲν τὸ ἀπὸ τούτου, οὐ μὴν οὐδὲ τὰ πρότερα ἔσται πλέον ἢ ἑνὸς ἀνδρὸς ἐς πεῖραν ἀφιγμένη.
轮流担任女祭司的妇女自此必须保持纯洁,而且在此之前也绝不能有超过一个男人的经历。
πίνουσαι δὲ αἷμα ταύρου δοκιμάζονται· ἣ δʼ ἂν αὐτῶν τύχῃ μὴ ἀληθεύουσα, αὐτίκα ἐκ τούτου τὴν δίκην ἔσχεν.
她们通过喝下公牛的血来接受检验;她们中若有谁说谎,便会因此立刻受到惩罚。
ἢν δὲ ὑπὲρ τῆς ἱερωσύνης ἀφίκωνται γυναῖκες ἐς ἀμφισβήτησιν πλέονες, ἡ τῷ κλήρῳ λαχοῦσα προτετίμηται.
如果有几位妇女为了争夺女祭司的职位而发生争议,抽中签的人将获得优先。