§7.23.1μετὰ δὲ τὸν Χάραδρον ἐρείπια οὐκ ἐπιφανῆ πόλεώς ἐστιν Ἀργυρᾶς, καὶ πηγή τε Ἀργυρᾶ ἐν δεξιᾷ τῆς λεωφόρου καὶ Σέλεμνος ποταμὸς κατιὼν ἐς θάλασσαν.
カラドロス川の先には、アルギュラという都市の目立たない遺跡があり、また街道の右側にはアルギュラという泉があり、海へと流れ下るセレムノス川がある。
λόγος δὲ τῶν ἐπιχωρίων ἐς αὐτόν ἐστι, Σέλεμνον μειράκιον ὡραῖον ποιμαίνειν ἐνταῦθα, Ἀργυρᾶν δὲ εἶναι μὲν τῶν ἐν θαλάσσῃ νυμφῶν, ἐρασθεῖσαν δὲ αὐτὴν Σελέμνου φοιτᾶν τε ὡς αὐτόν φασιν ἐκ θαλάσσης ἀνιοῦσαν, καὶ καθεύδειν παρʼ αὐτῷ·
地元の者たちの話によれば、セレムノスという美しい若者がここで羊を飼っており、海に住むニンフの一人であったアルギュラがセレムノスに恋をし、海から上がって彼のところへ通い、彼のそばで眠ったということである。
§7.23.2μετὰ δὲ οὐ πολὺν χρόνον οὔτε ὡραῖος ἔτι ἐφαίνετο Σέλεμνος οὔτε ὡς αὐτὸν φοιτήσειν ἔμελλεν ἡ νύμφη, Σέλεμνον δὲ μονωθέντα Ἀργυρᾶς καὶ τελευτήσαντα ὑπὸ τοῦ ἔρωτος ἐποίησεν Ἀφροδίτη ποταμόν.
しかし間もなくして、セレムノスはもはや美しくは見えなくなり、ニンフも彼のところへ通おうとはしなくなった。 アプロディテは、アルギュラに去られて孤独になり、恋い焦がれて死んだセレムノスを川に変えた。
λέγω δὲ τὰ ὑπὸ Πατρέων λεγόμενα.
私はパトライの人々によって語られていることを述べている。
καὶ—ἤρα γὰρ καὶ ὕδωρ γενόμενος Ἀργυρᾶς, καθότι ἔχει καὶ ἐπὶ τῷ Ἀλφειῷ λόγος Ἀρεθούσης ἔτι ἐρᾶν αὐτόν—δωρεῖται καὶ τῷδε Ἀφροδίτη Σέλεμνον·
そして――水となってさえ、アルフェイオスがなおアレトゥサを愛しているという話があるのと同様に、彼がアルギュラを愛していたので――アプロディテはさらに、この点でもセレムノスに恩恵を与えた。
§7.23.3ἐς λήθην ἄγει τὸν ποταμὸν Ἀργυρᾶς.
彼女はその川からアルギュラへの記憶を消し去った。
ἤκουσα δὲ καὶ ἄλλον ἐπʼ αὐτῷ λόγον, τὸ ὕδωρ τοῦ Σελέμνου σύμφορον καὶ ἀνδράσιν εἶναι καὶ γυναιξὶν ἐς ἔρωτος ἴαμα, λουομένοις ἐν τῷ ποταμῷ λήθην ἔρωτος γίνεσθαι.
しかし、私はこの川について別の話も聞いた。 セレムノスの水は男にとっても女にとっても愛の治療に役立ち、この川で沐浴する人々には愛の忘却がもたらされるというのである。
εἰ δὲ μέτεστιν ἀληθείας τῷ λόγῳ, τιμιώτερον χρημάτων πολλῶν ἐστιν ἀνθρώποις τὸ ὕδωρ τοῦ Σελέμνου.
もしこの話に真実が含まれているなら、セレムノスの水は人間にとって多くの財宝よりも貴重なものである。
§7.23.4ἀπωτέρω δὲ Ἀργυρᾶς ποταμός ἐστιν ὀνομαζόμενος Βολιναῖος, καὶ πόλις ποτὲ ᾠκεῖτο πρὸς αὐτῷ Βολίνα.
アルギュラからさらに進むと、ボリナイオスと呼ばれる川があり、かつてその傍らにボリナという都市が住まわれていた。
παρθένου δὲ ἐρασθῆναι Βολίνης Ἀπόλλωνα, τὴν δὲ φεύγουσαν ἐς τὴν ταύτῃ φασὶν ἀφεῖναι θάλασσαν αὑτήν, καὶ ἀθάνατον γενέσθαι χάριτι τοῦ Ἀπόλλωνος.
アポロンがボリネという乙女に恋をしたが、逃げる彼女はこの地の海に身を投げ、アポロンの恵みによって不死の身になったと言われている。
ἐφεξῆς δὲ ἄκρα τε ἐς τὴν θάλασσαν ἔχει, καὶ ἐπʼ αὐτῇ λέγεται λόγος ὡς Κρόνος τῆς θαλάσσης ἐνταῦθα ἔρριψε τὸ δρέπανον, ᾧ τὸν πατέρα Οὐρανὸν ἐλυμήνατο·
その先には海に突き出た岬があり、そこについては、クロノスが父ウラノスを傷つけた大鎌をここに海へ投げ捨てたという伝説が語られている。
ἐπὶ τούτῳ δὲ καὶ τὴν ἄκραν Δρέπανον ὀνομάζουσιν.
この理由から、彼らはその岬をドレパノンと呼んでいる。
ὀλίγον δὲ ὑπὲρ τὴν λεωφόρον Ῥυπῶν ἐστι τὰ ἐρείπια·
街道の少し上にはリュパイの遺跡がある。
σταδίους δὲ Αἴγιον περὶ τοὺς τριάκοντα ἀπέχει Ῥυπῶν.
アイギオンはリュパイから約三十スタディオン離れている。
§7.23.5Αἰγίου δὲ τὴν χώραν διέξεισι μὲν ποταμὸς Φοῖνιξ, διέξεισι δὲ καὶ ἕτερος Μειγανίτας, ἐς θάλασσαν ῥέοντες.
アイギオンの地を、ポイニクス川が流れ、また別の川メイガニタス川も流れており、いずれも海へと注いでいる。
στοὰ δὲ τῆς πόλεως πλησίον ἐποιήθη Στράτωνι ἀθλητῇ, Ὀλυμπίασιν ἐπὶ ἡμέρας τῆς αὐτῆς παγκρατίου καὶ πάλης ἀνελομένῳ νίκας.
都市の近くには、同じ日にオリンピアでパンクラティオンとレスリングの両方で勝利を収めたアスリート、ストラトンを称える柱廊が建てられた。
αὕτη μὲν ἐγγυμνάζεσθαι τούτῳ τῷ ἀνδρὶ ἐποιήθη·
これはその男が練習するために建てられたものである。
Αἰγιεῦσι δὲ Εἰλειθυίας ἱερόν ἐστιν ἀρχαῖον, καὶ ἡ Εἰλείθυια ἐς ἄκρους ἐκ κεφαλῆς τοὺς πόδας ὑφάσματι κεκάλυπται λεπτῷ, ξόανον πλὴν προσώπου τε καὶ χειρῶν ἄκρων καὶ ποδῶν, ταῦτα δὲ τοῦ §7.23.6Πεντελησίου λίθου πεποίηται·
アイギオンの人々にはエイレイテュイアの古い聖域があり、エイレイテュイアの像は頭から足の先まで薄い織物で覆われており、顔と手先、足先を除いて木像であり、これらはペンテリコン産の石で作られている。
καὶ ταῖς χερσὶ τῇ μὲν ἐς εὐθὺ ἐκτέταται, τῇ δὲ ἀνέχει δᾷδα.
そして両手については、一方の手はまっすぐ前に伸ばされ、他方の手は松明を掲げている。
Εἰλειθυίᾳ δὲ εἰκάσαι τις ἂν εἶναι δᾷδας, ὅτι γυναιξὶν ἐν ἴσῳ καὶ πῦρ εἰσιν αἱ ὠδῖνες·
エイレイテュイアに松明が伴うのは、女性にとって産みの苦しみが火に等しいからだと推測できよう。
ἔχοιεν δʼ ἂν λόγον καὶ ἐπὶ τοιῷδε αἱ δᾷδες, ὅτι Εἰλείθυιά ἐστιν ἡ ἐς φῶς ἄγουσα τοὺς παῖδας.
あるいは、松明には次のような理由もあるかもしれない。 すなわち、エイレイテュイアが子供たちを光へと導く存在だから、ということである。
ἔργον δὲ τοῦ Μεσσηνίου Δαμοφῶντός ἐστι τὸ ἄγαλμα.
この神像はメッセニアのダモポンの作である。