§7.22.6Τρίτεια δέ, Ἀχαιῶν καὶ αὕτη πόλις, ἐν μεσογαίῳ μὲν ᾤκισται, τελοῦσι δὲ ἐς Πάτρας καὶ αὐτοὶ βασιλέως δόντος·
トリテイアもまたアカイア人の都市であり、内陸に建てられているが、彼ら自身も皇帝が与えたことによりパトライの管轄下にある。
στάδιοι δὲ ἐς Τρίτειαν εἴκοσί τε καὶ ἑκατόν εἰσιν ἐκ Φαρῶν.
パライからトリテイアまでは百二十スタディオンである。
πρὶν δὲ ἢ ἐς τὴν πόλιν ἐσελθεῖν, μνῆμά ἐστι λευκοῦ λίθου, θέας καὶ ἐς τὰ ἄλλα ἄξιον καὶ οὐχ ἥκιστα ἐπὶ ταῖς γραφαῖς αἵ εἰσιν ἐπὶ τοῦ τάφου, τέχνη Νικίου·
この都市に入る手前に、白い石の墓がある。 それは他の点でも見応えがあるが、とりわけ墓に描かれている、ニキアスの作による絵画が素晴らしい。
θρόνος τε ἐλέφαντος καὶ γυνὴ νέα καὶ εἴδους εὖ ἔχουσα ἐπὶ τῷ θρόνῳ, θεράπαινα δὲ αὐτῇ προσέστηκε σκιάδιον φέρουσα·
そこには象牙の椅子と、その椅子に座る若く美しい女性が描かれており、彼女の傍らには日傘を手にした侍女が立っている。
§7.22.7καὶ νεανίσκος ὀρθὸς οὐκ ἔχων πω γένειά ἐστι χιτῶνα ἐνδεδυκὼς καὶ χλαμύδα ἐπὶ τῷ χιτῶνι φοινικῆν·
さらに、まだ髭のない直立した若者が、キトンを着て、そのキトンの上に赤いマントを羽織っている。
παρὰ δὲ αὐτὸν οἰκέτης ἀκόντια ἔχων ἐστὶ καὶ ἄγει κύνας ἐπιτηδείας θηρεύουσιν ἀνθρώποις.
彼の傍らには投げ槍を持った召使いがおり、狩りをする人々に適した猟犬を連れている。
πυθέσθαι μὲν δὴ τὰ ὀνόματα αὐτῶν οὐκ εἴχομεν·
彼らの名前を私たちは聞き知ることができなかった。
ταφῆναι δὲ ἄνδρα καὶ γυναῖκα ἐν κοινῷ παρίστατο ἅπασιν εἰκάζειν.
しかし、そこに男と女が合葬されているのだということは、誰しも容易に推測しうるところであった。
§7.22.8Τριτείας δὲ οἰκιστὴν οἱ μὲν Κελβίδαν γενέσθαι λέγουσιν, ἀφικόμενον ἐκ Κύμης τῆς ἐν Ὀπικοῖς·
トリテイアの創建者について、ある人々はオピコイ地方のキュメからやって来たケルビダスであると言う。
οἱ δὲ ὡς Ἄρης συγγένοιτο Τριτείᾳ θυγατρὶ Τρίτωνος, ἱερᾶσθαι δὲ τῆς Ἀθηνᾶς τὴν παρθένον, Μελάνιππον δὲ παῖδα Ἄρεως καὶ Τριτείας οἰκίσαι τε ὡς ηὐξήθη τὴν πόλιν καὶ θέσθαι τὸ ὄνομα ἀπὸ τῆς μητρός.
またある人々は、アレスがトリトンの娘トリテイアと交わり、この乙女はアテナの巫女を務めていたが、アレスとトリテイアの息子メランイッポスが成長したときにこの都市を創建し、母の名にちなんで名前を付けたのだと言う。
§7.22.9ἐν Τριτείᾳ δὲ ἔστι μὲν ἱερὸν καλουμένων Μεγίστων θεῶν, ἀγάλματα δέ σφισι πηλοῦ πεποιημένα·
トリテイアには「大いなる神々」と呼ばれる神々の神殿があり、その神像は粘土で作られている。
τούτοις κατὰ ἔτος ἑορτὴν ἄγουσιν, οὐδέν τι ἀλλοίως ἢ καὶ τῷ Διονύσῳ δρῶσιν Ἕλληνες.
彼らはこれらの神々のために毎年、ギリシア人がディオニュソスに対して行うのとまったく同様のやり方で祭礼を執り行う。
ἔστι δὲ καὶ Ἀθηνᾶς ναός, τὸ δὲ ἄγαλμα λίθου τὸ ἐφʼ ἡμῶν· τὸ δὲ ἀρχαῖον ἐς Ῥώμην, καθὰ οἱ Τριταιεῖς λέγουσιν, ἐκομίσθη.
またアテナの神殿もあり、現在の像は石造りだが、古い像はローマに運ばれたとトリテイアの人々は言っている。
θύειν δὲ οἱ ἐνταῦθα καὶ Ἄρει καὶ τῇ Τριτείᾳ νομίζουσιν.
ここの人々はアレスとトリテイアにも犠牲を捧げるのを習慣としている。
§7.22.10αἵδε μὲν οὖν θαλάσσης τέ εἰσιν ἀπωτέρω πόλεις καὶ ἠπειρώτιδες βεβαίως·
これらは海から遠く、確かに内陸にある都市である。
πλέοντι δὲ ἐς Αἴγιον ἐκ Πατρῶν ἄκρα πρῶτόν ἐστιν ὀνομαζομένη Ῥίον, σταδίους Πατρῶν πεντήκοντα ἀπέχουσα, λιμὴν δὲ ὁ Πάνορμος σταδίοις πέντε καὶ δέκα ἀπωτέρω τῆς ἄκρας.
一方、パトライからアイギオンへ船で向かうと、最初にリオと呼ばれる岬があり、パトライから五十スタディオン離れている。 その岬から十五スタディオン進んだところにパノルモスという港がある。
τοσούτους δὲ ἀφέστηκεν ἑτέρους ἀπὸ Πανόρμου τὸ Ἀθηνᾶς καλούμενον τεῖχος.
パノルモスからさらに同じ距離だけ離れたところに、「アテナの防壁」と呼ばれる場所がある。
ἐς δὲ λιμένα Ἐρινεὸν ἐξ Ἀθηνᾶς τείχους παράπλους ἐνενήκοντά εἰσι στάδιοι, ἑξήκοντα δὲ ἐς Αἴγιον ἀπὸ τοῦ Ἐρινεοῦ·
アテナの防壁からエリネオス港までは、船の旅で九十スタディオンであり、エリネオスからアイギオンまでは六十スタディオンである。
ὁδὸς δὲ ἡ πεζὴ σταδίους τεσσαράκοντα μάλιστα ἐς τὸν ἀριθμὸν ἀποδεῖ τὸν εἰρημένον.
徒歩の道は、右に述べた数値よりも、およそ四十スタディオン少ない。
§7.22.11οὐ πόρρω δὲ τοῦ Πατρέων ἄστεως ποταμός τε ὁ Μείλιχος καὶ τὸ ἱερὸν τῆς Τρικλαρίας ἐστίν, ἄγαλμα οὐδὲν ἔτι ἔχον.
パトライの市街から遠くないところに、メイリコス川とトリクラリアの聖域があるが、そこにはもはや神像は残っていない。
τοῦτο μὲν δή ἐστιν ἐν δεξιᾷ, προελθόντι δὲ ἀπὸ τοῦ Μειλίχου ποταμός ἐστιν ἄλλος·
これは右手にある。
ὄνομα μὲν τῷ ποταμῷ Χάραδρος, ὥρᾳ δὲ ἦρος πίνοντα ἐξ αὐτοῦ τὰ βοσκήματα ὀφείλει τίκτειν ἄρρενα ὡς τὰ πλείω συμβαίνει, καὶ τοῦδε ἕνεκα οἱ νομεῖς ἑτέρωσε αὐτὰ τῆς χώρας μεθιστᾶσι πλήν γε δὴ τὰς βοῦς·
メイリコス川を進むと別の川があり、この川の名はカラドロスという。 春の季節にこの川の水を飲む家畜は、たいていは雄を産むことになる。 そのため、牧人たちは家畜をこの地方の別の場所へと移す。 ただし牛は別である。
ταύτας δὲ αὐτοῦ καταλείπουσιν ἐπὶ τῷ ποταμῷ, διότι καὶ πρὸς θυσίας οἱ ταῦροί σφισι καὶ ἐς τὰ ἔργα ἐπιτηδειότεροι θηλειῶν βοῶν εἰσιν, ἐπὶ δὲ τοῖς ἄλλοις κτήνεσι τὸ θῆλυ ἐπὶ πλέον τετίμηται.
彼らは牛をそのままこの川のそばに残しておく。 なぜなら彼らにとって、牡牛は犠牲式用にも仕事用にも牝牛より適しているからであり、他の家畜においては雌のほうがより重んじられているからである。