§7.23.1μετὰ δὲ τὸν Χάραδρον ἐρείπια οὐκ ἐπιφανῆ πόλεώς ἐστιν Ἀργυρᾶς, καὶ πηγή τε Ἀργυρᾶ ἐν δεξιᾷ τῆς λεωφόρου καὶ Σέλεμνος ποταμὸς κατιὼν ἐς θάλασσαν.
在卡拉德罗斯河之后,有阿尔居拉城不显眼的遗迹,在街道右侧既有阿尔居拉泉,也有流向大海的塞莱姆诺斯河。
λόγος δὲ τῶν ἐπιχωρίων ἐς αὐτόν ἐστι, Σέλεμνον μειράκιον ὡραῖον ποιμαίνειν ἐνταῦθα, Ἀργυρᾶν δὲ εἶναι μὲν τῶν ἐν θαλάσσῃ νυμφῶν, ἐρασθεῖσαν δὲ αὐτὴν Σελέμνου φοιτᾶν τε ὡς αὐτόν φασιν ἐκ θαλάσσης ἀνιοῦσαν, καὶ καθεύδειν παρʼ αὐτῷ·
关于他,当地人有一则传说:据说塞莱姆诺斯是一个俊美的青年,在此地放牧,而阿尔居拉是海洋里的仙女之一,她爱上了塞莱姆诺斯,据说她会从海里上来,到他那里去,并睡在他的身边。
§7.23.2μετὰ δὲ οὐ πολὺν χρόνον οὔτε ὡραῖος ἔτι ἐφαίνετο Σέλεμνος οὔτε ὡς αὐτὸν φοιτήσειν ἔμελλεν ἡ νύμφη, Σέλεμνον δὲ μονωθέντα Ἀργυρᾶς καὶ τελευτήσαντα ὑπὸ τοῦ ἔρωτος ἐποίησεν Ἀφροδίτη ποταμόν.
然而没过多久,塞莱姆诺斯不再显得俊美,仙女也不再打算去他那里了。 阿佛洛狄忒将因失去阿尔居拉而孤独、并在相思中死去的塞莱姆诺斯变成了河。
λέγω δὲ τὰ ὑπὸ Πατρέων λεγόμενα.
我正在讲述帕特雷人所说的话。
καὶ—ἤρα γὰρ καὶ ὕδωρ γενόμενος Ἀργυρᾶς, καθότι ἔχει καὶ ἐπὶ τῷ Ἀλφειῷ λόγος Ἀρεθούσης ἔτι ἐρᾶν αὐτόν—δωρεῖται καὶ τῷδε Ἀφροδίτη Σέλεμνον· §7.23.3ἐς λήθην ἄγει τὸν ποταμὸν Ἀργυρᾶς.
而且——因为即使变成了水,他依然爱着阿尔居拉,正如关于阿尔斐俄斯仍爱着阿瑞图萨的传说那样——阿佛洛狄忒在这个方面也赐予了塞莱姆诺斯一份恩赐:她使这条河流忘记了阿尔居拉。
ἤκουσα δὲ καὶ ἄλλον ἐπʼ αὐτῷ λόγον, τὸ ὕδωρ τοῦ Σελέμνου σύμφορον καὶ ἀνδράσιν εἶναι καὶ γυναιξὶν ἐς ἔρωτος ἴαμα, λουομένοις ἐν τῷ ποταμῷ λήθην ἔρωτος γίνεσθαι.
我还听到了关于它的另一个传说:塞莱姆诺斯的水对男人和女人来说都是治疗爱情的良药,在河里沐浴的人会忘记爱情。
εἰ δὲ μέτεστιν ἀληθείας τῷ λόγῳ, τιμιώτερον χρημάτων πολλῶν ἐστιν ἀνθρώποις τὸ ὕδωρ τοῦ Σελέμνου.
如果这个传说有真凭实据,那么塞莱姆诺斯的水对人类来说比许多财富更为宝贵。
§7.23.4ἀπωτέρω δὲ Ἀργυρᾶς ποταμός ἐστιν ὀνομαζόμενος Βολιναῖος, καὶ πόλις ποτὲ ᾠκεῖτο πρὸς αὐτῷ Βολίνα.
在阿尔居拉更远的地方有一条名叫波利奈俄斯的河,曾经在它旁边建有波利纳城。
παρθένου δὲ ἐρασθῆναι Βολίνης Ἀπόλλωνα, τὴν δὲ φεύγουσαν ἐς τὴν ταύτῃ φασὶν ἀφεῖναι θάλασσαν αὑτήν, καὶ ἀθάνατον γενέσθαι χάριτι τοῦ Ἀπόλλωνος.
据说阿波罗爱上了一位名叫波利涅的少女,她为了逃避,投入了此处的海中,并通过阿波罗的恩宠而获得了永生。
ἐφεξῆς δὲ ἄκρα τε ἐς τὴν θάλασσαν ἔχει, καὶ ἐπʼ αὐτῇ λέγεται λόγος ὡς Κρόνος τῆς θαλάσσης ἐνταῦθα ἔρριψε τὸ δρέπανον, ᾧ τὸν πατέρα Οὐρανὸν ἐλυμήνατο· ἐπὶ τούτῳ δὲ καὶ τὴν ἄκραν Δρέπανον ὀνομάζουσιν.
接着,有一个延伸入海的岬角,关于它有一个传说:克洛诺斯在此处将他伤害父亲乌拉诺斯所用的镰刀扔进了海里;因此,他们也将该岬角命名为德雷帕农。
ὀλίγον δὲ ὑπὲρ τὴν λεωφόρον Ῥυπῶν ἐστι τὰ ἐρείπια· σταδίους δὲ Αἴγιον περὶ τοὺς τριάκοντα ἀπέχει Ῥυπῶν.
在街道稍上方是吕佩斯的废墟;艾吉翁距离吕佩斯大约三十斯塔德。
§7.23.5Αἰγίου δὲ τὴν χώραν διέξεισι μὲν ποταμὸς Φοῖνιξ, διέξεισι δὲ καὶ ἕτερος Μειγανίτας, ἐς θάλασσαν ῥέοντες.
艾吉翁的土地上有菲尼克斯河穿过,也有另一条美加尼塔斯河穿过,它们都流入大海。
στοὰ δὲ τῆς πόλεως πλησίον ἐποιήθη Στράτωνι ἀθλητῇ, Ὀλυμπίασιν ἐπὶ ἡμέρας τῆς αὐτῆς παγκρατίου καὶ πάλης ἀνελομένῳ νίκας. αὕτη μὲν ἐγγυμνάζεσθαι τούτῳ τῷ ἀνδρὶ ἐποιήθη·
在城市附近有一座为运动员斯特拉同建造的柱廊,他在同一天内在奥林匹亚赢得了潘克拉辛和摔跤的胜利。
Αἰγιεῦσι δὲ Εἰλειθυίας ἱερόν ἐστιν ἀρχαῖον, καὶ ἡ Εἰλείθυια ἐς ἄκρους ἐκ κεφαλῆς τοὺς πόδας ὑφάσματι κεκάλυπται λεπτῷ, ξόανον πλὴν προσώπου τε καὶ χειρῶν ἄκρων καὶ ποδῶν, ταῦτα δὲ τοῦ §7.23.6Πεντελησίου λίθου πεποίηται· καὶ ταῖς χερσὶ τῇ μὲν ἐς εὐθὺ ἐκτέταται, τῇ δὲ ἀνέχει δᾷδα.
这是为了让这个人在其中训练而建造的;艾吉翁人有一座古老的埃勒提亚圣所,埃勒提亚神像从头到脚都覆盖着一层薄薄的织物,除脸部、手部和脚部外是一尊木雕神像,而这些部分是由彭特利库斯石制成的;在她的两手中,一只手向前伸直,另一只手高举着火炬。
Εἰλειθυίᾳ δὲ εἰκάσαι τις ἂν εἶναι δᾷδας, ὅτι γυναιξὶν ἐν ἴσῳ καὶ πῦρ εἰσιν αἱ ὠδῖνες· ἔχοιεν δʼ ἂν λόγον καὶ ἐπὶ τοιῷδε αἱ δᾷδες, ὅτι Εἰλείθυιά ἐστιν ἡ ἐς φῶς ἄγουσα τοὺς παῖδας.
人们可能会猜测,火炬之所以属于埃勒提亚,是因为对妇女来说,分娩的阵痛就如同烈火一般;或者这些火炬也有如下的道理,即埃勒提亚是将孩子们带向光明的人。
ἔργον δὲ τοῦ Μεσσηνίου Δαμοφῶντός ἐστι τὸ ἄγαλμα.
这尊神像是麦塞尼亚人达摩丰的作品。