Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.21.1-7.21.7

コレススとカリロエの悲話とポセイドン神殿

287 / 465 箇所 · ギリシア語

要旨

パトライにあるカリュドニオスのディオニュソス神殿にまつわる、神官コレススと乙女カリロエの悲恋の伝承を語る。また、劇場の近くの聖域や、港の近くにあるポセイドンの神殿と彼の称号について記述する。

§7.21.1καὶ Διονύσου κατὰ τοῦτο τῆς πόλεώς ἐστιν ἱερὸν ἐπίκλησιν Καλυδωνίου·
そして、都市のこの付近にカリュドニオスという呼び名のディオニュソスの神殿がある。
μετεκομίσθη γὰρ καὶ τοῦ Διονύσου τὸ ἄγαλμα ἐκ Καλυδῶνος.
というのも、ディオニュソスのその像もカリュドンから移されたからである。
ὅτε δὲ ᾠκεῖτο ἔτι Καλυδών, ἄλλοι τε Καλυδωνίων ἐγένοντο ἱερεῖς τῷ θεῷ καὶ δὴ καὶ Κόρεσος, ὃν ἀνθρώπων μάλιστα ἐπέλαβεν ἄδικα ἐξ ἔρωτος παθεῖν.
カリュドンがまだ居住されていたとき、他のカリュドン人たちもその神の神官となったが、とりわけコレススもそうであり、彼は人間の中で最も、恋心から不当な苦しみを受けることになった。
ἤρα μὲν Καλλιρόης παρθένου·
彼はカリロエという乙女を愛していた。
ὁπόσον δὲ ἐς Καλλιρόην ἔρωτος Κορέσῳ μετῆν, τοσοῦτο εἶχεν ἀπεχθείας ἐς αὐτὸν ἡ παρθένος.
しかし、コレススにカリロエに対する愛がどれほどあったか、それと同じだけの嫌悪をその乙女は彼に対して抱いていた。
§7.21.2ὡς δὲ τοῦ Κορέσου δεήσεις τε ποιουμένου πάσας καὶ δώρων ὑποσχέσεις παντοίας οὐκ ἐνετρέπετο ἡ γνώμη τῆς παρθένου, ἐκομίζετο ἱκέτης ἤδη παρὰ τοῦ Διονύσου τὸ ἄγαλμα.
コレススがあらゆる懇願をし、万般の贈り物の約束をしたにもかかわらず、その乙女の心が少しも動かされなかったので、彼はついに嘆願者としてディオニュソスの像のもとへと赴いた。
ὁ δὲ ἤκουσέ τε εὐχομένου τοῦ ἱερέως καὶ οἱ Καλυδώνιοι τὸ παραυτίκα ὥσπερ ὑπὸ μέθης ἐγίνοντο ἔκφρονες καὶ ἡ τελευτὴ σφᾶς παραπλῆγας ἐπελάμβανε.
神は祈る神官の声を聞き届け、カリュドンの人々はただちに、あたかも泥酔したかのように狂気へと陥り、彼らを狂乱させたまま死が襲った。
καταφεύγουσιν οὖν ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δωδώνῃ·
そこで彼らはドドナの神託所へと逃れた。
τοῖς γὰρ τὴν ἤπειρον ταύτην οἰκοῦσι, τοῖς τε Αἰτωλοῖς καὶ τοῖς προσχώροις αὐτῶν Ἀκαρνᾶσι καὶ Ἠπειρώταις, αἱ πέλειαι καὶ τὰ ἐκ τῆς δρυὸς μαντεύματα μετέχειν μάλιστα ἐφαίνετο ἀληθείας.
というのも、この本土に住む人々、すなわちアイトリア人やその隣人であるアカルナニア人、エペイロス人にとって、鳩たちや樫の木からの神託が最も真実を含んでいるように思われたからである。
§7.21.3τότε δὲ τὰ χρησθέντα ἐκ Δωδώνης Διονύσου μὲν ἔλεγεν εἶναι τὸ μήνιμα, ἔσεσθαι δὲ οὐ πρότερον λύσιν πρὶν ἢ θύσῃ τῷ Διονύσῳ Κόρεσος ἢ αὐτὴν Καλλιρόην ἢ τὸν ἀποθανεῖν ἀντʼ ἐκείνης τολμήσαντα.
そのとき、ドドナから告げられた神託は、それがディオニュソスの怒りであると語り、コレススがカリロエ自身、あるいは彼女の代わりに死ぬことを買って出る者をディオニュソスに犠牲として捧げるまでは、怒りの解放は訪れないであろうと告げた。
ὡς δὲ οὐδὲν ἐς σωτηρίαν εὑρίσκετο ἡ παρθένος, δεύτερα ἐπὶ τοὺς θρεψαμένους καταφεύγει·
しかし、乙女には救済のための道が何も見つからなかったので、次に彼女は自分を育ててくれた人々のもとへと逃れた。
ἁμαρτάνουσα δὲ καὶ τούτων, ἐλείπετο οὐδὲν ἔτι ἢ αὐτὴν φονεύεσθαι.
しかし彼らの助けも得られなかったので、彼女自身が屠られる以外に道は残されていなかった。
§7.21.4προεξεργασθέντων δὲ ὁπόσα ἐς τὴν θυσίαν ἄλλα ἐκ Δωδώνης μεμαντευμένα ἦν, ἡ μὲν ἱερείου τρόπον ἦκτο ἐπὶ τὸν βωμόν, Κόρεσος δὲ ἐφειστήκει μὲν τῇ θυσίᾳ, τῷ δὲ ἔρωτι εἴξας καὶ οὐ τῷ θυμῷ ἑαυτὸν ἀντὶ Καλλιρόης διεργάζεται.
神託によってドドナから命じられていた他のすべての犠牲の準備が前もって整えられると、彼女は犠牲獣のように祭壇へと引かれていき、コレススは犠牲を執り行うために立ち会っていたが、怒りではなく愛に屈して、カリロエの代わりに自分自身を刺し殺した。
ὁ μὲν δὴ ἀπέδειξεν ἔργον ἀνθρώπων ὧν ἴσμεν διατεθεὶς ἐς ἔρωτα ἀπλαστότατα·
こうして彼は、私たちが知る人々の中で、最も純真に愛に囚われた者の行いを示したのである。
§7.21.5Καλλιρόη τε ὡς Κόρεσον τεθνεῶτα εἶδεν, μετέπεσε τῇ παιδὶ ἡ γνώμη, καὶ—ἐσῄει γὰρ αὐτὴν Κορέσου τε ἔλεος καὶ ὅσα ἐς αὐτὸν εἴργασται αἰδώς—ἀπέσφαξέ τε αὑτὴν ἐς τὴν πηγήν, ἣ ἐν Καλυδῶνί ἐστιν οὐ πόρρω τοῦ λιμένος, καὶ ἀπʼ ἐκείνης οἱ ἔπειτα ἄνθρωποι Καλλιρόην τὴν πηγὴν καλοῦσι.
カリロエはコレススが死んでいるのを見ると、その乙女の心は一変し、――コレススへの哀れみと、彼に対して自分がしてきたことへの恥じる思いが彼女の内に忍び込んできたからであるが――、カリュドンの港から遠くないところにある泉へと身を投げて自らの喉を掻き切った。 そしてその時から、後世の人々はその泉をカリロエの泉と呼んでいる。
§7.21.6τοῦ θεάτρου δὲ ἐγγὺς πεποίηται Πατρεῦσι γυναικὸς ἐπιχωρίας τέμενος.
劇場の近くに、パトライの人々にとって地元の女性の聖域が造られている。
Διονύσου δέ ἐστιν ἐνταῦθα ἀγάλματα, ἴσοι τε τοῖς ἀρχαίοις πολίσμασι καὶ ὁμώνυμοι·
そこにはディオニュソスの像があり、それらは古代の町と同数であり、同じ名を持っている。
Μεσατεὺς γὰρ καὶ Ἀνθεύς τε καὶ Ἀροεύς ἐστιν αὐτοῖς τὰ ὀνόματα.
すなわち、それらの名前は、メサテウス、アンテウス、アロエウスである。
ταῦτα τὰ ἀγάλματα ἐν τῇ Διονύσου ἑορτῇ κομίζουσιν ἐς τὸ ἱερὸν τοῦ Αἰσυμνήτου·
これらの像を彼らはディオニュソスの祭りの際にアイスムネーテースの神殿へと運ぶ。
τὸ δὲ ἱερὸν τοῦτο ἐς τὰ ἐπὶ θαλάσσῃ τῆς πόλεως ἐρχομένοις ἔστιν ἐκ τῆς ἀγορᾶς ἐν δεξιᾷ τῆς ὁδοῦ.
この神殿は、広場から都市の海辺の方へと向かう者にとって、道の右手にある。
§7.21.7ἀπὸ δὲ τοῦ Αἰσυμνήτου κατωτέρω ἰόντι ἄλλο ἱερὸν καὶ ἄγαλμα λίθου·
アイスムネーテースの神殿からさらに下へと行く者にとって、別の神殿と石の像がある。
καλεῖται μὲν Σωτηρίας, ἱδρύσασθαι δὲ αὐτὸ ἐξ ἀρχῆς ἀποφυγόντα φασὶ τὴν μανίαν Εὐρύπυλον.
それはソテーリアの神殿と呼ばれており、狂気から逃れたエウリュピュロスが最初にそれを建立したと言われている。
πρὸς δὲ τῷ λιμένι Ποσειδῶνός τε ναὸς καὶ ἄγαλμά ἐστιν ὀρθὸν λίθου.
また、港の近くにはポセイドンの神殿と、直立した石の像がある。
Ποσειδῶνι δὲ παρὲξ ἢ ὁπόσα ὀνόματα ποιηταῖς πεποιημένα ἐστὶν ἐς ἐπῶν κόσμον καὶ ἰδίᾳ σφίσιν ἐπιχώρια ὄντα ἕκαστοι τίθενται, τοσαίδε ἐς ἅπαντας γεγόνασιν ἐπικλήσεις αὐτῷ, Πελαγαῖος καὶ Ἀσφάλιός τε καὶ Ἵππιος.
ポセイドンには、詩人たちが詩の飾りのために作ったすべての名や、それぞれの土地の人々が自分たちの地方のものとして個別に付与している名を除けば、すべての人々に共通する呼び名として、ペラガイオス、アスパーリオス、ヒッピオスというこれほど多くのものが彼にある。

語釈・文法注

  1. 7.21.1ἐπέλαβεν ... παθεῖν — 動詞 ἐπιλαμβάνω が非人称的(あるいは運命などの主語を伴って)「〜に(不定詞が表す事態が)降りかかる」という意味で用いられている。ὃν は不定詞 παθεῖν の意味上の主語(対格)である。
  2. 7.21.2τοῦ Κορέσου δεήσεις τε ποιουμένου πάσας καὶ δώρων ὑποσχέσεις παντοίας — 接続詞 ὡς(ここでは時あるいは理由を表す)の節内に、属格独立構文(τοῦ Κορέσου ... ποιουμένου)が挿入されている。後続の δώρων ὑποσχέσεις παντοίας は、分詞 ποιουμένου の目的語として δεήσεις...πάσας と並列されている(「すべての懇願をし、万般の贈り物の約束をしながら」)。
  3. 7.21.4διατεθεῖς — 主格・単数・男性の完了受動分詞。主句の主語(コレスス)に一致し、「〜な状態に置かれて、〜な性質を持って」という意味を表す。関係代名詞 ὧν(ἀνθρώπων に先行詞として牽引されて属格になっている)は ἴσμεν の目的語であり、分詞 διατεθεῖς は先行詞側の修飾ではなく、主格である主語自身に係る。
  4. 7.21.7ἀποφυγόντα ... Εὐρύπυλον — 間接話法の対格不定詞構文。伝聞を表す φασί の下で、Εὐρύπυλον が不定詞 ἱδρύσασθαι の意味上の主語(対格)となっており、アオリスト分詞 ἀποφυγόντα(「逃れた後で」)がそれに一致している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.21.1-7.21.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.21.1-7.21.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。