§7.21.1καὶ Διονύσου κατὰ τοῦτο τῆς πόλεώς ἐστιν ἱερὸν ἐπίκλησιν Καλυδωνίου· μετεκομίσθη γὰρ καὶ τοῦ Διονύσου τὸ ἄγαλμα ἐκ Καλυδῶνος.
而且,在城市的这个地方有一座被称为卡吕冬尼乌斯的狄奥尼索斯神殿;因为狄奥尼索斯的那尊雕像也是从卡吕冬迁来的。
ὅτε δὲ ᾠκεῖτο ἔτι Καλυδών, ἄλλοι τε Καλυδωνίων ἐγένοντο ἱερεῖς τῷ θεῷ καὶ δὴ καὶ Κόρεσος, ὃν ἀνθρώπων μάλιστα ἐπέλαβεν ἄδικα ἐξ ἔρωτος παθεῖν.
当卡吕冬还有人居住时,其他卡吕冬人也成了这位神明的祭司,其中尤其是科雷索,在人类之中,他因恋爱而遭受最不公正的痛苦。
ἤρα μὲν Καλλιρόης παρθένου· ὁπόσον δὲ ἐς Καλλιρόην ἔρωτος Κορέσῳ μετῆν, τοσοῦτο εἶχεν ἀπεχθείας ἐς αὐτὸν ἡ παρθένος.
他爱着少女卡利罗埃;但科雷索对卡利罗埃有多少爱意,那少女对他就有多少憎恶。
§7.21.2ὡς δὲ τοῦ Κορέσου δεήσεις τε ποιουμένου πάσας καὶ δώρων ὑποσχέσεις παντοίας οὐκ ἐνετρέπετο ἡ γνώμη τῆς παρθένου, ἐκομίζετο ἱκέτης ἤδη παρὰ τοῦ Διονύσου τὸ ἄγαλμα.
科雷索虽然作出了所有的哀求和各种礼物的承诺,少女的心意却丝毫不为所动,于是他最终作为求助者来到狄奥尼索斯雕像前。
ὁ δὲ ἤκουσέ τε εὐχομένου τοῦ ἱερέως καὶ οἱ Καλυδώνιοι τὸ παραυτίκα ὥσπερ ὑπὸ μέθης ἐγίνοντο ἔκφρονες καὶ ἡ τελευτὴ σφᾶς παραπλῆγας ἐπελάμβανε.
神明听到了祭司的祈祷,卡吕冬人顿时仿佛醉酒一般变得疯狂,而死神也在他们狂乱之际夺去了他们的生命。
καταφεύγουσιν οὖν ἐπὶ τὸ χρηστήριον τὸ ἐν Δωδώνῃ· τοῖς γὰρ τὴν ἤπειρον ταύτην οἰκοῦσι, τοῖς τε Αἰτωλοῖς καὶ τοῖς προσχώροις αὐτῶν Ἀκαρνᾶσι καὶ Ἠπειρώταις, αἱ πέλειαι καὶ τὰ ἐκ τῆς δρυὸς μαντεύματα μετέχειν μάλιστα ἐφαίνετο ἀληθείας.
因此,他们向多多纳的神谕所求助;因为对于居住在这片大陆上的人们——埃托利亚人以及他们的邻居阿卡纳尼亚人和伊庇鲁斯人来说,鸽子和橡树传出的神谕似乎最具有真实性。
§7.21.3τότε δὲ τὰ χρησθέντα ἐκ Δωδώνης Διονύσου μὲν ἔλεγεν εἶναι τὸ μήνιμα, ἔσεσθαι δὲ οὐ πρότερον λύσιν πρὶν ἢ θύσῃ τῷ Διονύσῳ Κόρεσος ἢ αὐτὴν Καλλιρόην ἢ τὸν ἀποθανεῖν ἀντʼ ἐκείνης τολμήσαντα.
当时,多多纳传来的神谕说,这是狄奥尼索斯的愤怒,除非科雷索向狄奥尼索斯献祭卡利罗埃本人,或者献祭敢于替她而死的人,否则愤怒便不会平息。
ὡς δὲ οὐδὲν ἐς σωτηρίαν εὑρίσκετο ἡ παρθένος, δεύτερα ἐπὶ τοὺς θρεψαμένους καταφεύγει· ἁμαρτάνουσα δὲ καὶ τούτων, ἐλείπετο οὐδὲν ἔτι ἢ αὐτὴν φονεύεσθαι.
然而,由于少女找不到任何得救的途径,她接着投奔了抚养她长大的人们;但在这些人那里也落空之后,除了她自己被杀之外,再无路可走。
§7.21.4προεξεργασθέντων δὲ ὁπόσα ἐς τὴν θυσίαν ἄλλα ἐκ Δωδώνης μεμαντευμένα ἦν, ἡ μὲν ἱερείου τρόπον ἦκτο ἐπὶ τὸν βωμόν, Κόρεσος δὲ ἐφειστήκει μὲν τῇ θυσίᾳ, τῷ δὲ ἔρωτι εἴξας καὶ οὐ τῷ θυμῷ ἑαυτὸν ἀντὶ Καλλιρόης διεργάζεται.
当神谕从多多纳指示的关于祭祀的其他一切准备工作都预先就绪后,她像祭牲一样被带到祭坛前。 科雷索虽然主持着这场祭祀,却向爱情而非愤怒妥协,替卡利罗埃自尽了。
ὁ μὲν δὴ ἀπέδειξεν ἔργον ἀνθρώπων ὧν ἴσμεν διατεθεὶς ἐς ἔρωτα ἀπλαστότατα·
在我们所知的人中,他确实展现了因爱而受到最纯真感化的人的所作所为。
§7.21.5Καλλιρόη τε ὡς Κόρεσον τεθνεῶτα εἶδεν, μετέπεσε τῇ παιδὶ ἡ γνώμη, καὶ—ἐσῄει γὰρ αὐτὴν Κορέσου τε ἔλεος καὶ ὅσα ἐς αὐτὸν εἴργασται αἰδώς—ἀπέσφαξέ τε αὑτὴν ἐς τὴν πηγήν, ἣ ἐν Καλυδῶνί ἐστιν οὐ πόρρω τοῦ λιμένος, καὶ ἀπʼ ἐκείνης οἱ ἔπειτα ἄνθρωποι Καλλιρόην τὴν πηγὴν καλοῦσι.
卡利罗埃一看到科雷索已经死去,少女的心意就发生了转变——因为对科雷索的怜悯以及对她对他所做之事的羞愧涌上了心头——她便在卡吕冬港口不远处的一个泉口处割断了自己的喉咙自尽。 自那时起,后世的人们便称那口泉为卡利罗埃之泉。
§7.21.6τοῦ θεάτρου δὲ ἐγγὺς πεποίηται Πατρεῦσι γυναικὸς ἐπιχωρίας τέμενος.
在剧院附近,为帕特雷人建造了一座当地妇女的圣域。
Διονύσου δέ ἐστιν ἐνταῦθα ἀγάλματα, ἴσοι τε τοῖς ἀρχαίοις πολίσμασι καὶ ὁμώνυμοι· Μεσατεὺς γὰρ καὶ Ἀνθεύς τε καὶ Ἀροεύς ἐστιν αὐτοῖς τὰ ὀνόματα.
这里有狄奥尼索斯的雕像,数量与古代的城镇相同,并且名字也一样;因为它们的名字分别是梅萨德乌斯、安塞乌斯和阿罗埃乌斯。
ταῦτα τὰ ἀγάλματα ἐν τῇ Διονύσου ἑορτῇ κομίζουσιν ἐς τὸ ἱερὸν τοῦ Αἰσυμνήτου· τὸ δὲ ἱερὸν τοῦτο ἐς τὰ ἐπὶ θαλάσσῃ τῆς πόλεως ἐρχομένοις ἔστιν ἐκ τῆς ἀγορᾶς ἐν δεξιᾷ τῆς ὁδοῦ.
在狄奥尼索斯的节日里,他们将这些雕像运往埃叙姆涅特斯的神殿;而这座神殿对于从广场走向城市海边的人来说,位于道路的右侧。
§7.21.7ἀπὸ δὲ τοῦ Αἰσυμνήτου κατωτέρω ἰόντι ἄλλο ἱερὸν καὶ ἄγαλμα λίθου· καλεῖται μὲν Σωτηρίας, ἱδρύσασθαι δὲ αὐτὸ ἐξ ἀρχῆς ἀποφυγόντα φασὶ τὴν μανίαν Εὐρύπυλον.
从埃叙姆涅特斯神殿往更低处走,有另一座神殿和一尊石雕像;它被称为索特里娅的神殿,据说是由摆脱了疯狂的欧律皮洛斯最初建立的。
πρὸς δὲ τῷ λιμένι Ποσειδῶνός τε ναὸς καὶ ἄγαλμά ἐστιν ὀρθὸν λίθου.
在港口附近,有一座波塞冬的神殿和一尊直立的石雕像。
Ποσειδῶνι δὲ παρὲξ ἢ ὁπόσα ὀνόματα ποιηταῖς πεποιημένα ἐστὶν ἐς ἐπῶν κόσμον καὶ ἰδίᾳ σφίσιν ἐπιχώρια ὄντα ἕκαστοι τίθενται, τοσαίδε ἐς ἅπαντας γεγόνασιν ἐπικλήσεις αὐτῷ, Πελαγαῖος καὶ Ἀσφάλιός τε καὶ Ἵππιος.
除了诗人们为了装饰诗句而创造的所有名字,以及各个地方的人们作为自己当地的称号而独自赋予他的名字之外,波塞冬还拥有以下在所有人中通用的称号:佩拉盖乌斯、阿斯法利乌斯和希皮乌斯。