§7.20.1τῷ θεῷ δὲ τῷ ἐντὸς τῆς λάρνακος ἐπίκλησις μέν ἐστιν Αἰσυμνήτης, οἱ δὲ αὐτὸν ἐς τὰ μάλιστα θεραπεύοντες ἐννέα τέ εἰσιν ἄνδρες, οὓς ἂν ἐκ πάντων ὁ δῆμος προέληται κατʼ ἀξίωμα, καὶ ἴσαι γυναῖκες τοῖς ἀνδράσι.
箱の中の神にはアイスムネーテースという呼び名があり、彼を最も篤く仕えるのは、民衆がその中から尊厳に応じて選ぶ9人の男たち、およびこれら男たちと同数の女たちである。
μιᾷ δὲ ἐν τῇ ἑορτῇ νυκτὶ ἐς τὸ ἐκτὸς φέρει τὴν λάρνακα ὁ ἱερεύς.
祭りの一晩、神官がその箱を外へと持ち出す。
αὕτη μὲν δὴ ἡ νὺξ γέρας τοῦτο εἴληφε, καταβαίνουσι δὲ καὶ ὁπόσοι δὴ τῶν ἐπιχωρίων παῖδες ἐπὶ τὸν Μείλιχον ἀστάχυσιν ἐστεφανωμένοι τὰς κεφαλάς·
この夜はこうした特権を得ており、地元の子どもたちもみな、頭に麦の穂の冠を被ってメイリコス川へと下っていく。
ἐκόσμουν δὲ οὕτω καὶ τὸ ἀρχαῖον οὓς ἄγοιεν τῇ Ἀρτέμιδι θύσοντες.
古代には、アルテミスに犠牲にするために連れて行かれる者たちを彼らはこのように飾り立てていた。
§7.20.2τὰ δὲ ἐφʼ ἡμῶν στεφάνους μὲν τῶν ἀσταχύων ἀποτίθενται παρὰ τῇ θεῷ, λουσάμενοι δὲ τῷ ποταμῷ καὶ αὖθις στεφάνους ἐπιθέμενοι κισσοῦ πρὸς τὸ ἱερὸν ἴασι τοῦ Αἰσυμνήτου.
私たちの時代には、彼らは麦の穂の冠を女神のそばに置き、川で身を清め、再びツタの冠を被ってアイスムネーテースの神殿へと向かう。
ταῦτα μέν σφισιν οὕτω δρᾶν καθέστηκε, τοῦ περιβόλου δέ ἐστιν ἐντὸς τῆς Λαφρίας καὶ Ἀθηνᾶς ναὸς ἐπίκλησιν Παναχαΐδος·
これらが彼らの間でこのように行う習わしとなっており、ラプリアの囲い地の内側にはパナカイイスという呼び名のアテナの神殿がある。
ἐλέφαντος τὸ ἄγαλμα καὶ χρυσοῦ.
その像は象牙と金でできている。
§7.20.3ἐρχομένῳ δὲ ἐς τὴν κάτω πόλιν Μητρὸς Δινδυμήνης ἐστὶν ἱερόν, ἐν δὲ αὐτῷ καὶ Ἄττης ἔχει τιμάς.
下の町へと行く者にとって、ディンデュメネの母の神殿があり、その中ではアッティスも崇敬を受けている。
τούτου μὲν δὴ ἄγαλμα οὐδὲν ἀποφαίνουσι· τὸ δὲ τῆς Μητρὸς λίθου πεποίηται.
このアッティスの像は彼らは見せないが、母神の像は石でできている。
ἔστι δὲ ἐν τῇ ἀγορᾷ Διὸς ναὸς Ὀλυμπίου, αὐτός τε ἐπὶ θρόνου καὶ ἑστῶσα Ἀθηνᾶ παρὰ τὸν θρόνον, τῆς τε Ἥρας ἄγαλμα τοῦ Ὀλυμπίου πέραν ἱερόν τε Ἀπόλλωνος πεποίηται καὶ Ἀπόλλων χαλκοῦς, γυμνὸς ἐσθῆτος·
広場にはオリュンピアのゼウスの神殿があり、ゼウス自身は玉座に座し、アテナが玉座のそばに立っている。 またオリュンピアのゼウスの向かいにはヘラの像があり、アポロンの神殿と、衣服をまとわない裸の青銅製のアポロン像が造られている。
ὑποδήματα δὲ ὑπὸ τοῖς ποσίν ἐστιν αὐτῷ, καὶ τῷ ἑτέρῳ ποδὶ ἐπὶ κρανίου βέβηκε βοός.
彼の足には靴があり、片方の足で牛の頭蓋骨を踏みつけている。
§7.20.4βουσὶ γὰρ χαίρειν μάλιστα Ἀπόλλωνα Ἀλκαῖός τε ἐδήλωσεν ἐν ὕμνῳ τῷ ἐς Ἑρμῆν, γράψας ὡς ὁ Ἑρμῆς βοῦς ὑφέλοιτο τοῦ Ἀπόλλωνος, καὶ ἔτι πρότερον ἢ Ἀλκαῖον γενέσθαι πεποιημένα ἦν Ὁμήρῳ βοῦς Ἀπόλλωνα Λαομέδοντος ἐπὶ μισθῷ νέμειν·
アポロンが特に牛を喜ぶことは、アルカイオスがヘルメスへの賛歌の中で、ヘルメスがアポロンの牛を盗み出したと書いたことによって示されており、またアルカイオスが生まれるよりもさらに前に、ホメロスによってアポロンがラオメドンの牛を賃金のために飼育していたと詠まれていた。
Ποσειδῶνι περιέθηκεν ἐν Ἰλιάδι τὰ ἔπη,
彼は『イリアス』の中でポセイドンにこれらの言葉を語らせている。
§7.20.5"
ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα,
εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·
「実のところ、私はトロイア人たちのために町の周りに壁を築いた、広く、極めて美しい壁を、町が破られぬものであるように。
Φοῖβε, σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες.
ポイボスよ、汝は、のろのろ歩き曲がった角をもつ牛たちを放牧していた。
"
τὰ μὲν δὴ ἐς τὸ κρανίον τοῦ βοὸς ἐπὶ τοιῷδε ἄν τις εἰκάσειε πεποιῆσθαι·
」牛の頭蓋骨に関する件は、このような理由から作られたと推測される。
ἔστι δὲ ἐν ὑπαίθρῳ τῆς ἀγορᾶς ἄγαλμά τε Ἀθηνᾶς καὶ πρὸ αὐτοῦ Πατρέως τάφος.
また、広場の野外にはアテナの像があり、その前にはパトレウスの墓がある。
§7.20.6ἔχεται δὲ τῆς ἀγορᾶς τὸ Ὠιδεῖον, καὶ Ἀπόλλων ἐνταῦθα ἀνάκειται θέας ἄξιος·
広場に隣接して音楽堂があり、そこには一見に値するアポロン像が奉納されている。
ἐποιήθη δὲ ἀπὸ λαφύρων, ἡνίκα ἐπὶ τὸν στρατὸν τῶν Γαλατῶν οἱ Πατρεῖς ἤμυναν Αἰτωλοῖς Ἀχαιῶν μόνοι.
これは、パトライの人々がアカイア人の中で唯一、アイトリア人とともにガラティア人の軍勢に対して防衛戦を戦った際の戦利品から作られた。
κεκόσμηται δὲ καὶ ἐς ἄλλα τὸ Ὠιδεῖον ἀξιολογώτατα τῶν ἐν Ἕλλησι, πλήν γε δὴ τοῦ Ἀθήνῃσι·
音楽堂は他の点でもギリシアにあるもののうちで、アテナイのものを除けば、最も注目に値するように飾られている。
τοῦτο γὰρ μεγέθει τε καὶ ἐς τὴν πᾶσαν ὑπερῆρκε κατασκευήν, ἀνὴρ δὲ Ἀθηναῖος ἐποίησεν Ἡρώδης ἐς μνήμην ἀποθανούσης γυναικός.
というのも、アテナイのものは規模においても全体の設備においても群を抜いており、アテナイの男ヘロデスが、亡くなった妻の記念として建てたからである。
ἐμοὶ δὲ ἐν τῇ Ἀτθίδι συγγραφῇ τὸ ἐς τοῦτο παρείθη τὸ Ὠιδεῖον, ὅτι πρότερον ἔτι ἐξείργαστό μοι τὰ ἐς Ἀθηναίους ἢ ὑπῆρκτο Ἡρώδης τοῦ οἰκοδομήματος.
私のアッティカ記においては、この音楽堂に関する記述は省かれたが、それは、私がアテナイ人に関する記述を完成させたのが、ヘロデスがその建築に着手するよりも前であったからである。
§7.20.7ἐν Πάτραις δὲ ἰόντι ἐκ τῆς ἀγορᾶς, ᾗ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, πύλη κατὰ τὴν ἔξοδόν ἐστι ταύτην, καὶ ἐπιθήματα ἐπὶ τῆς πύλης ἀνδριάντες εἰσὶν ἐπίχρυσοι, Πατρεύς τε καὶ Πρευγένης καὶ Ἀθερίων, οἳ Πατρέως ἡλικίαν παιδὸς ἔχοντος καὶ αὐτοὶ παῖδές εἰσι.
パトライにおいて、アポロンの神殿がある広場から歩いていくと、この出口のところに門があり、門の上には金めっきを施した像が置かれている。 それらはパトレウス、プレウゲネス、アテリオンであり、彼らはパトレウスが少年であったときの年齢で、彼ら自身も少年として表されている。
τῆς δὲ ἀγορᾶς ἄντικρυς κατὰ ταύτην τὴν διέξοδον τέμενός ἐστιν Ἀρτέμιδος καὶ ναὸς Λιμνάτιδος.
この通路の広場の向かいには、アルテミスの聖域とリムナティスの神殿がある。
§7.20.8ἐχόντων δὲ ἤδη Λακεδαίμονα καὶ Ἄργος Δωριέων, ὑφελέσθαι Πρευγένην τῆς Λιμνάτιδος τὸ ἄγαλμα κατὰ ὄψιν ὀνείρατος λέγουσιν ἐκ Σπάρτης, κοινωνῆσαι δὲ αὐτῷ τοῦ ἐγχειρήματος τῶν δούλων τὸν εὐνούστατον.
すでにドリス人たちがラケダイモンとアルゴスを手中に収めていたとき、プレウゲネスが夢のお告げに従って、リムナティスの像をスパルタから盗み出したと言われている。 そして、彼の奴隷のうち最も忠実な者がその企てに協力した。
τὸ δὲ ἄγαλμα τὸ ἐκ τῆς Λακεδαίμονος τὸν μὲν ἄλλον χρόνον ἔχουσιν ἐν Μεσόᾳ, ὅτι καὶ ἐξ ἀρχῆς ὑπὸ τοῦ Πρευγένους ἐς τοῦτο ἐκομίσθη τὸ χωρίον·
ラケダイモンから運ばれた像は、普段はメソアに置かれている。 それは、最初からプレウゲネスによってその場所に運ばれたからである。
ἐπειδὰν δὲ τῇ Λιμνάτιδι τὴν ἑορτὴν ἄγωσι, τῆς θεοῦ τις τῶν οἰκετῶν ἐκ Μεσόας ἔρχεται τὸ ξόανον κομίζων τὸ ἀρχαῖον ἐς τὸ τέμενος τὸ ἐν τῇ πόλει.
しかし、リムナティスの祭りを執り行うときには、女神の奉仕者の一人がメソアからその古代の木像を町の中の聖域へと運んでやってくる。
§7.20.9τούτου δὲ τοῦ τεμένους ἐστὶ καὶ ἄλλα τοῖς Πατρεῦσιν ἱερά·
この聖域の内部には、パトライの人々のための他の神殿もある。
πεποίηται δὲ ταῦτα οὐκ ἐν ὑπαίθρῳ, ἀλλὰ ἔσοδος ἐς αὐτὰ διὰ τῶν στοῶν ἐστι.
これらは野外に造られているのではなく、回廊を通じて入るようになっている。
τὸ μὲν δὴ ἄγαλμα τοῦ Ἀσκληπιοῦ, πλὴν ἐσθῆτος, λίθου τὰ ἄλλα· Ἀθηνᾶ δὲ ἐλέφαντος εἴργασται καὶ χρυσοῦ.
アスクレピオスの像は、衣の部分を除いて他は石でできており、アテナの像は象牙と金で作られている。
πρὸ δὲ τῆς Ἀθηνᾶς τοῦ ἱεροῦ Πρευγένους μνῆμά ἐστιν· ἐναγίζουσι δὲ καὶ τῷ Πρευγένει κατὰ ἔτος, ὡσαύτω; δὲ καὶ Πατρεῖ, τὴν ἑορτὴν τῇ Λιμνάτιδι ἄγοντες.
アテナの神殿の前にはプレウゲネスの墓があり、彼らはリムナティスの祭りを執り行う際に、毎年プレウゲネスに対しても、また同様にパトレウスに対しても死者への犠牲を捧げている。
τοῦ θεάτρου δὲ οὐ πόρρω Νεμέσεως ναὸς καὶ ἕτερός ἐστιν Ἀφροδίτης·
劇場の近くにはネメシスの神殿があり、また別の、アプロディテの神殿もある。
μεγέθει μεγάλα λίθου λευκοῦ τὰ ἀγάλματα.
それらの像は白い石でできており、非常に大きい。