§7.20.1τῷ θεῷ δὲ τῷ ἐντὸς τῆς λάρνακος ἐπίκλησις μέν ἐστιν Αἰσυμνήτης, οἱ δὲ αὐτὸν ἐς τὰ μάλιστα θεραπεύοντες ἐννέα τέ εἰσιν ἄνδρες, οὓς ἂν ἐκ πάντων ὁ δῆμος προέληται κατʼ ἀξίωμα, καὶ ἴσαι γυναῖκες τοῖς ἀνδράσι.
箱内的神明被称为埃叙姆涅特斯,最虔诚地侍奉他的是九位男子——这是民众多人中根据其尊严选出的,以及与这些男子人数相同的女子。
μιᾷ δὲ ἐν τῇ ἑορτῇ νυκτὶ ἐς τὸ ἐκτὸς φέρει τὴν λάρνακα ὁ ἱερεύς.
在节日的一个晚上,祭司将这只箱子抬到外面。
αὕτη μὲν δὴ ἡ νὺξ γέρας τοῦτο εἴληφε, καταβαίνουσι δὲ καὶ ὁπόσοι δὴ τῶν ἐπιχωρίων παῖδες ἐπὶ τὸν Μείλιχον ἀστάχυσιν ἐστεφανωμένοι τὰς κεφαλάς· ἐκόσμουν δὲ οὕτω καὶ τὸ ἀρχαῖον οὓς ἄγοιεν τῇ Ἀρτέμιδι θύσοντες.
这夜确实获得了这项特权,所有当地的孩子们也都会下到梅利科斯河,头上戴着麦穗编成的花冠;在古代,他们也是这样装饰那些被带去献祭给阿耳忒弥斯的人。
§7.20.2τὰ δὲ ἐφʼ ἡμῶν στεφάνους μὲν τῶν ἀσταχύων ἀποτίθενται παρὰ τῇ θεῷ, λουσάμενοι δὲ τῷ ποταμῷ καὶ αὖθις στεφάνους ἐπιθέμενοι κισσοῦ πρὸς τὸ ἱερὸν ἴασι τοῦ Αἰσυμνήτου.
在我们的时代,他们将麦穗花冠留在女神身边,在河中沐浴后,重新戴上常春藤花冠,前往埃叙姆涅特斯的神殿。
ταῦτα μέν σφισιν οὕτω δρᾶν καθέστηκε, τοῦ περιβόλου δέ ἐστιν ἐντὸς τῆς Λαφρίας καὶ Ἀθηνᾶς ναὸς ἐπίκλησιν Παναχαΐδος· ἐλέφαντος τὸ ἄγαλμα καὶ χρυσοῦ.
这些是他们之间既定的习俗。 在拉普里亚的围墙内,有一座阿耳忒弥斯的神殿,被称为巴纳哈伊丝;其雕像是用象牙和黄金制成的。
§7.20.3ἐρχομένῳ δὲ ἐς τὴν κάτω πόλιν Μητρὸς Δινδυμήνης ἐστὶν ἱερόν, ἐν δὲ αὐτῷ καὶ Ἄττης ἔχει τιμάς.
对于前往下城的人来说,有一座丁迪梅内之母的神殿,其中阿提斯也享有崇敬。
τούτου μὲν δὴ ἄγαλμα οὐδὲν ἀποφαίνουσι· τὸ δὲ τῆς Μητρὸς λίθου πεποίηται.
他们不展示阿提斯的雕像,但母亲的雕像是由石头制成的。
ἔστι δὲ ἐν τῇ ἀγορᾷ Διὸς ναὸς Ὀλυμπίου, αὐτός τε ἐπὶ θρόνου καὶ ἑστῶσα Ἀθηνᾶ παρὰ τὸν θρόνον, τῆς τε Ἥρας ἄγαλμα τοῦ Ὀλυμπίου πέραν ἱερόν τε Ἀπόλλωνος πεποίηται καὶ Ἀπόλλων χαλκοῦς, γυμνὸς ἐσθῆτος· ὑποδήματα δὲ ὑπὸ τοῖς ποσίν ἐστιν αὐτῷ, καὶ τῷ ἑτέρῳ ποδὶ ἐπὶ κρανίου βέβηκε βοός.
在广场上,有一座奥林匹亚宙斯的神殿,宙斯本人坐在王座上,阿耳忒弥斯站在王座旁;在奥林匹亚宙斯对面是赫拉的雕像,并建造了阿波罗的神殿,里面有一尊赤裸身体的青铜阿波罗像;他的脚上有鞋子,一只脚踩在牛的头骨上。
§7.20.4βουσὶ γὰρ χαίρειν μάλιστα Ἀπόλλωνα Ἀλκαῖός τε ἐδήλωσεν ἐν ὕμνῳ τῷ ἐς Ἑρμῆν, γράψας ὡς ὁ Ἑρμῆς βοῦς ὑφέλοιτο τοῦ Ἀπόλλωνος, καὶ ἔτι πρότερον ἢ Ἀλκαῖον γενέσθαι πεποιημένα ἦν Ὁμήρῳ βοῦς Ἀπόλλωνα Λαομέδοντος ἐπὶ μισθῷ νέμειν·
阿尔凯乌斯在致赫尔墨斯的赞歌中表明,阿波罗最喜爱牛,他写道赫尔墨斯偷走了阿波罗的牛。 而且,早在阿尔凯乌斯出生之前,荷马就曾写过阿波罗为了酬劳为拉奥墨冬放牛。
Ποσειδῶνι περιέθηκεν ἐν Ἰλιάδι τὰ ἔπη, §7.20.5"
ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα,
εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη· Φοῖβε, σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες.
他在《伊里亚特》中将这些诗句托付给波塞冬: “确实,我为特洛伊人在他们的城市周围筑起了一堵墙,宽阔而极其美丽,好让城市坚不可摧;而你,福玻斯,则在放牧那些步履蹒跚、角弯曲的牛群。
"
τὰ μὲν δὴ ἐς τὸ κρανίον τοῦ βοὸς ἐπὶ τοιῷδε ἄν τις εἰκάσειε πεποιῆσθαι·
” 关于牛头骨的事情,人们可以推测是出于类似的原因而制作的。
ἔστι δὲ ἐν ὑπαίθρῳ τῆς ἀγορᾶς ἄγαλμά τε Ἀθηνᾶς καὶ πρὸ αὐτοῦ Πατρέως τάφος.
在广场的露天处,有一尊阿耳忒弥斯的雕像,其前方是帕特雷乌斯的坟墓。
§7.20.6ἔχεται δὲ τῆς ἀγορᾶς τὸ Ὠιδεῖον, καὶ Ἀπόλλων ἐνταῦθα ἀνάκειται θέας ἄξιος· ἐποιήθη δὲ ἀπὸ λαφύρων, ἡνίκα ἐπὶ τὸν στρατὸν τῶν Γαλατῶν οἱ Πατρεῖς ἤμυναν Αἰτωλοῖς Ἀχαιῶν μόνοι.
紧邻广场的是音乐堂,这里供奉着一尊值得一看的阿波罗像;这是帕特雷人在阿凯亚人中唯一与埃托利亚人一起抗击加拉太人军队时从战利品中制作的。
κεκόσμηται δὲ καὶ ἐς ἄλλα τὸ Ὠιδεῖον ἀξιολογώτατα τῶν ἐν Ἕλλησι, πλήν γε δὴ τοῦ Ἀθήνῃσι· τοῦτο γὰρ μεγέθει τε καὶ ἐς τὴν πᾶσαν ὑπερῆρκε κατασκευήν, ἀνὴρ δὲ Ἀθηναῖος ἐποίησεν Ἡρώδης ἐς μνήμην ἀποθανούσης γυναικός.
在其他方面,这座音乐堂也被装饰得在希腊各音乐堂中最值得瞩目,当然除了雅典的那座;因为雅典的那座在规模和整体建筑上都超群出众,是雅典人赫罗德斯为纪念亡妻而建造的。
ἐμοὶ δὲ ἐν τῇ Ἀτθίδι συγγραφῇ τὸ ἐς τοῦτο παρείθη τὸ Ὠιδεῖον, ὅτι πρότερον ἔτι ἐξείργαστό μοι τὰ ἐς Ἀθηναίους ἢ ὑπῆρκτο Ἡρώδης τοῦ οἰκοδομήματος.
在我的《阿提卡志》中,关于这座音乐堂的事被略去了,因为在赫罗德斯动工建造它之前,我关于雅典人的著作就已经完成了。
§7.20.7ἐν Πάτραις δὲ ἰόντι ἐκ τῆς ἀγορᾶς, ᾗ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, πύλη κατὰ τὴν ἔξοδόν ἐστι ταύτην, καὶ ἐπιθήματα ἐπὶ τῆς πύλης ἀνδριάντες εἰσὶν ἐπίχρυσοι, Πατρεύς τε καὶ Πρευγένης καὶ Ἀθερίων, οἳ Πατρέως ἡλικίαν παιδὸς ἔχοντος καὶ αὐτοὶ παῖδές εἰσι.
在帕特雷,从阿波罗神殿所在的广场走出来,在这个出口处有一座门,门上有贴金的塑像作为装饰,分别是帕特雷乌斯、普罗格涅斯和阿塞里翁,他们被描绘成帕特雷乌斯还是孩子时的年龄,他们自己也是孩子的模样。
τῆς δὲ ἀγορᾶς ἄντικρυς κατὰ ταύτην τὴν διέξοδον τέμενός ἐστιν Ἀρτέμιδος καὶ ναὸς Λιμνάτιδος.
在这条通道的广场对面,是阿耳忒弥斯的圣域和利姆纳提斯的神殿。
§7.20.8ἐχόντων δὲ ἤδη Λακεδαίμονα καὶ Ἄργος Δωριέων, ὑφελέσθαι Πρευγένην τῆς Λιμνάτιδος τὸ ἄγαλμα κατὰ ὄψιν ὀνείρατος λέγουσιν ἐκ Σπάρτης, κοινωνῆσαι δὲ αὐτῷ τοῦ ἐγχειρήματος τῶν δούλων τὸν εὐνούστατον.
当多利安人已经占领拉刻代蒙和阿耳戈斯时,据说普罗格涅斯根据梦中的启示,从斯巴达偷走了利姆纳提斯的雕像,而他最忠诚的奴隶也参与了这一行动。
τὸ δὲ ἄγαλμα τὸ ἐκ τῆς Λακεδαίμονος τὸν μὲν ἄλλον χρόνον ἔχουσιν ἐν Μεσόᾳ, ὅτι καὶ ἐξ ἀρχῆς ὑπὸ τοῦ Πρευγένους ἐς τοῦτο ἐκομίσθη τὸ χωρίον· ἐπειδὰν δὲ τῇ Λιμνάτιδι τὴν ἑορτὴν ἄγωσι, τῆς θεοῦ τις τῶν οἰκετῶν ἐκ Μεσόας ἔρχεται τὸ ξόανον κομίζων τὸ ἀρχαῖον ἐς τὸ τέμενος τὸ ἐν τῇ πόλει.
从拉刻代蒙带来的雕像平时保存在梅索阿,因为起初它就是被普罗格涅斯带到这个地方的;但当他们举行利姆纳提斯的节日时,女神的一个仆人会从梅索阿把那尊古老的木雕带到城里的圣域。
§7.20.9τούτου δὲ τοῦ τεμένους ἐστὶ καὶ ἄλλα τοῖς Πατρεῦσιν ἱερά· πεποίηται δὲ ταῦτα οὐκ ἐν ὑπαίθρῳ, ἀλλὰ ἔσοδος ἐς αὐτὰ διὰ τῶν στοῶν ἐστι.
在这座圣域内,还有帕特雷人的其他神殿;这些神殿不是建在露天,而是通过柱廊进入。
τὸ μὲν δὴ ἄγαλμα τοῦ Ἀσκληπιοῦ, πλὴν ἐσθῆτος, λίθου τὰ ἄλλα· Ἀθηνᾶ δὲ ἐλέφαντος εἴργασται καὶ χρυσοῦ.
阿斯克勒庇俄斯的雕像除了衣物之外,其余部分都是用石头制成的;阿耳忒弥斯则是用象牙和黄金制成。
πρὸ δὲ τῆς Ἀθηνᾶς τοῦ ἱεροῦ Πρευγένους μνῆμά ἐστιν· ἐναγίζουσι δὲ καὶ τῷ Πρευγένει κατὰ ἔτος, ὡσαύτω; δὲ καὶ Πατρεῖ, τὴν ἑορτὴν τῇ Λιμνάτιδι ἄγοντες.
在阿耳忒弥斯神殿前是普罗格涅斯的墓;当他们举行利姆纳提斯的节日时,每年也都向普罗格涅斯献祭,同样也向帕特雷乌斯献祭。
τοῦ θεάτρου δὲ οὐ πόρρω Νεμέσεως ναὸς καὶ ἕτερός ἐστιν Ἀφροδίτης· μεγέθει μεγάλα λίθου λευκοῦ τὰ ἀγάλματα.
在剧院附近有一座涅墨西斯的神殿,还有另一座阿佛洛狄忒的神殿;这些雕像体量宏大,是用白石制成的。