§7.2.7οὐ μὴν πάντα γε τὰ ἐς τὴν θεὸν ἐπύθετο ἐμοὶ δοκεῖν Πίνδαρος, ὃς Ἀμαζόνας τὸ ἱερὸν ἔφη τοῦτο ἱδρύσασθαι στρατευομένας ἐπὶ Ἀθήνας τε καὶ Θησέα.
Pindar, in my opinion, did not learn all the facts about the goddess, since he says that the Amazons founded this sanctuary when they were campaigning against Athens and Theseus.
αἱ δὲ ἀπὸ Θερμώδοντος γυναῖκες ἔθυσαν μὲν καὶ τότε τῇ Ἐφεσίᾳ θεῷ, ἅτε ἐπιστάμεναι ἐκ παλαιοῦ τὸ ἱερόν, καὶ ἡνίκα Ἡρακλέα ἔφυγον, αἱ δὲ καὶ Διόνυσον τὰ ἔτι ἀρχαιότερα, ἱκέτιδες ἐνταῦθα ἐλθοῦσαι·
But the women from the Thermodon did indeed sacrifice even then to the Ephesian goddess, inasmuch as they had known the sanctuary from of old, both when they fled from Heracles, and some of them even earlier from Dionysus, having come there as suppliants.
οὐ μὴν ὑπὸ Ἀμαζόνων γε ἱδρύθη, Κόρησος δὲ αὐτόχθων καὶ Ἔφεσος—Καΰστρου δὲ τοῦ ποταμοῦ τὸν Ἔφεσον παῖδα εἶναι νομίζουσιν—, οὗτοι τὸ ἱερόν εἰσιν οἱ ἱδρυσάμενοι, καὶ ἀπὸ τοῦ Ἐφέσου τὸ ὄνομά ἐστι τῇ πόλει.
Yet it was not founded by the Amazons, but Coresus, an aboriginal, and Ephesus (whom they think was a son of the river Cayster) — these were the ones who founded the sanctuary, and the city got its name from Ephesus.
§7.2.8Λέλεγες δὲ τοῦ Καρικοῦ μοῖρα καὶ Λυδῶν τὸ πολὺ οἱ νεμόμενοι τὴν χώραν ἦσαν· ᾤκουν δὲ καὶ περὶ τὸ ἱερὸν ἄλλοι τε ἱκεσίας ἕνεκα καὶ γυναῖκες τοῦ Ἀμαζόνων γένους.
The inhabitants of the land were Leleges, a portion of the Carian race, and for the most part Lydians; and there lived also around the sanctuary others for the sake of supplication, and women of the race of the Amazons.
Ἄνδροκλος δὲ ὁ Κόδρου—οὗτος γὰρ δὴ ἀπεδέδεικτο Ἰώνων τῶν ἐς Ἔφεσον πλευσάντων βασιλεύς—Λέλεγας μὲν καὶ Λυδοὺς τὴν ἄνω πόλιν ἔχοντας ἐξέβαλεν ἐκ τῆς χώρας· τοῖς δὲ περὶ τὸ ἱερὸν οἰκοῦσι δεῖμα ἦν οὐδέν, ἀλλὰ Ἴωσιν ὅρκους δόντες καὶ ἀνὰ μέρος παρʼ αὐτῶν λαβόντες ἐκτὸς ἦσαν πολέμου.
Androclus, the son of Codrus — for he had been appointed king of the Ionians who sailed to Ephesus — expelled from the land the Leleges and Lydians who held the upper city; but to those who lived around the sanctuary there was no fear, but having given oaths to the Ionians and received them in turn from them, they remained outside of the war.
ἀφείλετο δὲ καὶ Σάμον Ἄνδροκλος Σαμίους, καὶ ἔσχον Ἐφέσιοι χρόνον τινὰ Σάμον καὶ τὰς προσεχεῖς νήσους·
Androclus also took Samos from the Samians, and the Ephesians held Samos and the adjacent islands for some time.
§7.2.9Σαμίων δὲ ἤδη κατεληλυθότων ἐπὶ τὰ οἰκεῖα Πριηνεῦσιν ἤμυνεν ἐπὶ τοὺς Κᾶρας ὁ Ἄνδροκλος, καὶ νικῶντος τοῦ Ἑλληνικοῦ ἔπεσεν ἐν τῇ μάχῃ.
But when the Samians had already returned to their own homes, Androclus helped the Prienians against the Carians, and though the Greek side was victorious, he fell in the battle.
Ἐφέσιοι δὲ ἀνελόμενοι τοῦ Ἀνδρόκλου τὸν νεκρὸν ἔθαψαν τῆς σφετέρας ἔνθα δείκνυται καὶ ἐς ἐμὲ ἔτι τὸ μνῆμα κατὰ τὴν ὁδὸν τὴν ἐκ τοῦ ἱεροῦ παρὰ τὸ Ὀλυμπιεῖον καὶ ἐπὶ πύλας τὰς Μαγνήτιδας· ἐπίθημα δὲ τῷ μνήματι ἀνήρ ἐστιν ὡπλισμένος.
The Ephesians, having recovered the corpse of Androclus, buried it in their own land where the monument is still shown even down to my day, along the road that goes from the sanctuary past the Olympieum and to the Magnesian gates; and the device on the monument is an armed man.
§7.2.10οἱ δὲ Ἴωνες οἱ Μυοῦντα ἐσοικισάμενοι καὶ Πριήνην, Κᾶρας μὲν καὶ οὗτοι τὰς πόλεις ἀφείλοντο· οἰκισταὶ δὲ Μυοῦντος μὲν Κυάρητος ἐγένετο ὁ Κόδρου, Πριηνεῖς δὲ Ἴωσιν ἀναμεμιγμένοι Θηβαῖοι Φιλώταν τε τὸν ἀπόγονον Πηνέλεω καὶ Αἴπυτον Νειλέως παῖδα ἔσχον οἰκιστάς.
The Ionians who settled Myus and Priene also deprived the Carians of these cities; Cyaretus, the son of Codrus, became the founder of Myus, while the Prienians, who were Thebans mixed with Ionians, had as founders Philotas, the descendant of Peneleus, and Aepytus, the son of Neleus.
Πριηνεῖς μὲν δὴ ὑπὸ Ταβούτου τε τοῦ Πέρσου καὶ ὕστερον ὑπὸ Ἱέρωνος ἀνδρὸς ἐπιχωρίου κακωθέντες ἐς τὸ ἔσχατον ὅμως τελοῦσιν ἐς Ἴωνας· Μυοῦντος δὲ οἱ οἰκήτορες ἐπὶ τύχῃ τοιᾷδε ἐξέλιπον τὴν πόλιν.
Now the Prienians, although reduced to the extreme of distress first by Tabutus the Persian and later by Hieron, a man of their own country, nevertheless are counted among the Ionians; but the inhabitants of Myus abandoned their city owing to the following fortune.
§7.2.11κατὰ τὴν Μυουσίαν χώραν θαλάσσης κόλπος ἐσεῖχεν οὐ μέγας· τοῦτον λίμνην ὁ ποταμὸς ἐποίησεν ὁ Μαίανδρος, ἀποτεμόμενος τὸν ἔσπλουν τῇ ἰλύι·
In the territory of Myus there was a small gulf of the sea; this the river Maeander made into a lake, by cutting off the entrance with silt.
ὡς δὲ ἐνόστησε τὸ ὕδωρ καὶ οὐκέτι ἦν θάλασσα, οἱ κώνωπες ἄπειρον πλῆθος ἐγίνοντο ἐκ τῆς λίμνης, ἐς ὃ τοὺς ἀνθρώπους ἠνάγκασαν ἐκλιπεῖν τὴν πόλιν.
And when the water became fresh and was no longer sea, mosquitoes in infinite numbers bred from the lake, until they forced the people to leave the city.
ἀπεχώρησαν δὲ ἐς Μίλητον Μυούσιοι τά τε ἄλλα ἀγώγιμα καὶ τῶν θεῶν φερόμενοι τὰ ἀγάλματα, καὶ ἦν κατʼ ἐμὲ οὐδὲν ἐν Μυοῦντι ὅτι μὴ Διονύσου ναὸς λίθου λευκοῦ·
The people of Myus departed to Miletus, carrying with them their other moveable goods and the statues of their gods; and in my time there was nothing in Myus except a temple of Dionysus of white marble.
Μυουσίοις δέ γε κατέλαβεν ἐοικότα καὶ Ἀταρνείτας παθεῖν τοὺς ὑπὸ Περγάμῳ.
A similar fate befell the people of Atarneus also, who are under Pergamum.