Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.2.1-7.2.6

内雷乌斯的殖民远征与米利都的建立

第 260 段,共 465 段 · 希腊语

内容简介

叙述了因雅典王位争夺,内雷乌斯率领以伊翁人为主的第三次殖民远征队前往亚洲,并在米利都定居、消灭并同化当地人口的经过。

§7.2.1ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον Μέδων καὶ Νειλεὺς πρεσβύτατοι τῶν Κόδρου παίδων ἐστασίασαν ὑπὲρ τῆς ἀρχῆς, καὶ οὐκ ἔφασκεν ὁ Νειλεὺς ἀνέξεσθαι βασιλευόμενος ὑπὸ τοῦ Μέδοντος, ὅτι ὁ Μέδων τὸν ἕτερον ἦν τῶν ποδῶν χωλός·
没过几年,科德鲁斯的儿子中最年长的美东与内雷乌斯为了争夺统治权而发生内讧,内雷乌斯声称自己无法容忍被美东统治,因为美东的一只脚是瘸的。
δόξαν δέ σφισιν ἀνενεγκεῖν ἐς τὸ χρηστήριον τὸ ἐν Δελφοῖς, δίδωσι Μέδοντι ἡ Πυθία βασιλείαν τὴν Ἀθηναίων.
在他们决定将此事呈报给德尔斐的神谕所后,皮提娅将雅典人的王位判给了美东。
οὕτω δὴ ὁ Νειλεὺς καὶ οἱ λοιποὶ τῶν Κόδρου παίδων ἐς ἀποικίαν ἀπεστάλησαν, ἀγαγόντες μὲν καὶ αὐτῶν Ἀθηναίων τὸν βουλόμενον, τὸ δὲ πλεῖστόν σφισιν ἦσαν τοῦ στρατεύματος οἱ Ἴωνες.
于是,内雷乌斯和科德鲁斯其余的儿子们便被派去建立殖民地,他们也带上了雅典人中自愿随行的人,但他们军队的大部分是伊翁人。
§7.2.2ἐκ δὲ τῆς Ἑλλάδος τρίτος δὴ οὗτος στόλος ὑπὸ βασιλεῦσιν ἀλλοίοις ὄχλοις τε ἀλλοίοις ἐστάλησαν.
这是从希腊出发的、在不同的国王统治下、由不同的群体组成的第三次远征。
τὰ μὲν γὰρ ἀρχαιότατα Ἰόλαος Θηβαῖος, ἀδελφιδοῦς ὁ Ἡρακλέους, Ἀθηναίοις ἐς Σαρδὼ καὶ Θεσπιεῦσιν ἡγήσατο· γενεᾷ δὲ μιᾷ πρότερον ἢ ἐξέπλευσαν ἐξ Ἀθηνῶν Ἴωνες, Λακεδαιμονίους τε καὶ Μινύας τοὺς ἐκβληθέντας ὑπὸ Πελασγῶν ἐκ Λήμνου Θήρας ὁ Αὐτεσίωνος Θηβαῖος ἤγαγεν ἐς τὴν νῆσον τὴν νῦν μὲν ἀπὸ τοῦ Θήρα τούτου, πρότερον δὲ ὀνομαζομένην Καλλίστην.
因为在最古老的时代,赫拉克勒斯的侄子、底比斯人伊奥劳斯曾率领雅典人和忒斯庇艾人前往萨尔多(撒丁岛);而在伊翁人从雅典启航前的一代,奥特西翁之子、底比斯人塞拉斯率领拉刻代蒙人以及被佩拉斯吉人从雷姆诺斯驱逐的米纽阿斯人,前往如今以这位塞拉斯命名的岛屿,而该岛以前被称为卡利斯特。
§7.2.3τρίτον δὲ τότε οἱ Κόδρου παῖδες ἐπετάχθησαν Ἴωσιν ἄρχοντες, οὐδέν σφισι γένους τοῦ Ἴωνος μετόν, ἀλλὰ Μεσσήνιοι μὲν τῶν ἐκ Πύλου τὰ πρὸς Κόδρου καὶ Μελάνθου, Ἀθηναῖοι δὲ ὄντες τὰ πρὸς μητρός.
第三次,当时科德鲁斯的儿子们被任命为伊翁人的领袖,他们与伊翁的血统毫无关系,而是从科德鲁斯和梅兰托斯那一边(父方)算起是来自皮洛斯的美塞尼亚人,从母亲那一边算起是雅典人。
Ἴωσι δὲ τοῦ στόλου μετασχόντες ἦσαν οἵδε Ἑλλήνων, Θηβαῖοί τε οἱ ὁμοῦ Φιλώτᾳ γεγονότι ἀπογόνῳ Πηνέλεω καὶ Ὀρχομένιοι Μινύαι συγγενείᾳ τῶν Κόδρου παίδων· §7.2.4μετέσχον δὲ καὶ Φωκεῖς οἱ ἄλλοι πλὴν Δελφῶν καὶ Ἄβαντες ἐξ Εὐβοίας.
与伊翁人一同参加这次远征的希腊人有以下这些:与佩内留斯的后裔菲洛塔斯在一起的底比斯人,以及因与科德鲁斯之子的亲戚关系而加入的奥尔霍迈诺斯的米纽阿斯人;此外,除德尔斐人之外的其他福基斯人,以及来自优波亚的阿班特斯人也参加了。
τοῖς δὲ Φωκεῦσι Φιλογένης καὶ Δάμων οἱ Εὐκτήμονος Ἀθηναῖοι ναῦς τε διδόασιν ἐς τὸν πλοῦν καὶ αὐτοί σφισιν ἐς τὴν ἀποικίαν ἐγένοντο ἡγεμόνες·
雅典人、欧克特蒙之子菲洛热内斯和达蒙为福基斯人提供了航行的船只,并亲自担任他们殖民的领袖。
ὡς δὲ ταῖς ναυσὶν ἐς τὴν Ἀσίαν κατῆραν, ἐπʼ ἄλλην ἐτρέποντο ἄλλοι τῶν ἐπὶ θαλάσσῃ πόλεων, Νειλεὺς δὲ καὶ ἡ σὺν αὐτῷ μοῖρα ἐς Μίλητον.
当他们乘船在亚洲靠岸时,不同的人转向了沿海不同的城市,而内雷乌斯和与他同行的一派则前往米利都。
§7.2.5Μιλήσιοι δὲ αὐτοὶ τοιάδε τὰ ἀρχαιότατά σφισιν εἶναι λέγουσιν· ἐπὶ γενεὰς μὲν δύο Ἀνακτορίαν καλεῖσθαι τὴν γῆν Ἄνακτός τε αὐτόχθονος καὶ Ἀστερίου βασιλεύοντος τοῦ Ἄνακτος, Μιλήτου δὲ κατάραντος στόλῳ Κρητῶν ἥ τε γῆ τὸ ὄνομα μετέβαλεν ἀπὸ τοῦ Μιλήτου καὶ ἡ πόλις.
米利都人自己说,他们最古老历史如下:在两代人的时间里,当土著纳克斯以及纳克斯之子阿斯特里乌斯统治时,这片土地被称为纳克托里亚;但当米利都率领克里特人的船队靠岸后,土地和城市都因米利都而改变了名字。
ἀφίκετο δὲ ἐκ Κρήτης ὁ Μίλητος καὶ ὁ σὺν αὐτῷ στρατὸς Μίνω τὸν Εὐρώπης φεύγοντες, οἱ δὲ Κᾶρες οἱ πρότερον νεμόμενοι τὴν χώραν σύνοικοι τοῖς Κρησὶν ἐγένοντο·
米利都和随他而来的军队是从克里特岛来的,为的是逃避欧罗巴之子米诺斯,而先前居住在这片土地上的卡里亚人则成为了克里特人的同住者。
§7.2.6τότε δὲ ὡς ἐκράτησαν τῶν ἀρχαίων Μιλησίων οἱ Ἴωνες, τὸ μὲν γένος πᾶν τὸ ἄρσεν ἀπέκτειναν πλὴν ὅσοι τῆς πόλεως ἁλισκομένης ἐκδιδράσκουσι, γυναῖκας δὲ καὶ θυγατέρας τὰς ἐκείνων γαμοῦσι.
后来,当伊翁人征服了古老的米利都人时,他们杀死了除城市失陷时逃跑者之外的所有男性,并娶了他们的妻子和女儿。
τοῦ δὲ Νειλέως ὁ τάφος ἰόντων ἐς Διδύμους ἐστὶν οὐ πόρρω τῶν πυλῶν ἐν ἀριστερᾷ τῆς ὁδοῦ· τὸ δὲ ἱερὸν τὸ ἐν Διδύμοις τοῦ Ἀπόλλωνος καὶ τὸ μαντεῖόν ἐστιν ἀρχαιότερον ἢ κατὰ τὴν Ἰώνων ἐσοίκησιν, πολλῷ δὲ πρεσβύτερα ἔτι ἢ κατὰ Ἴωνας τὰ ἐς τὴν Ἄρτεμιν τὴν Ἐφεσίαν ἐστίν.
内雷乌斯的墓位于去往迪迪马的路上,离城门不远,在道路的左侧;而迪迪马的阿波罗神庙和神谕所,比伊翁人的迁入还要古老,而关于以弗所的阿耳忒弥斯的事物,则比伊翁人还要古老得多。

词汇与语法注释

  1. 7.2.1δόξαν — 无人称动词 δοκεῖ 的中性宾格单数分词,用于宾格绝对(accusative absolute)结构。此处意为“在他们决定(将此事呈报给德尔斐)之后”。
  2. 7.2.2ἐστάλησαν — 虽然语法上的主语是单数名词 τρίτος δὴ οὗτος στόλος(这第三次远征船队),但动词却使用了复数。这是“按意义一致”(constructio ad sensum)的现象,指代组成船队的人群的复数性。
  3. 7.2.3μετόν — 使用无人称动词 μέτεστι(与……有份、有关系)的中性宾格单数分词的宾格绝对结构,其中 γένους 为部分属格。意为“他们与伊翁的血统毫无瓜葛”。
  4. 7.2.6ἰόντων — 动词 εἶμι(去)的现在分词复数属格。用于表示不特定旅行者的立足点或参考方向,意为“在(人们)前往迪迪马的路上”。

引用这一段

保萨尼亚斯, 希腊志 §7.2.1-7.2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.2.1-7.2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。