Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.17.8-7.17.14

索斯特拉托斯之墓与阿蒂斯神话及欧博塔斯

第 281 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯介绍了迪美附近的索斯特拉托斯之墓,讲述了阿蒂斯的神话与神庙,并阐明了欧博塔斯的诅咒以及后世竞技者向其献祭的传统。

§7.17.8ὀλίγον δὲ πρὸ τοῦ ἄστεώς ἐστι τοῦ Δυμαίων ἐν δεξιᾷ τῆς ὁδοῦ τάφος Σωστράτου· μειράκιον δὲ ἦν τῶν ἐπιχωρίων, γενέσθαι δὲ Ἡρακλέους ἐρώμενόν φασιν αὐτόν, καὶ—ἀποθανεῖν γὰρ τὸν Σώστρατον Ἡρακλέους ἔτι ὄντος μετὰ ἀνθρώπων—οὕτως οἱ τὸν Ἡρακλέα τό τε μνῆμα αὐτὸν εἶναι τὸν ποιήσαντα καὶ ἀπαρχὰς ἀπὸ τῶν ἐν τῇ κεφαλῇ τριχῶν δοῦναι.
在离迪美人的城不远、道路右侧有索斯特拉托斯的墓;他是当地的一个青年,据说他成为了赫拉克勒斯的爱人,并且——因为索斯特拉托斯在赫拉克勒斯尚在人间时便去世了——因此赫拉克勒斯亲自为他建造了这座坟墓,并献上了自己头上的头发作为初献。
ἐπίθημα δὲ καὶ ἐς ἐμὲ ἔτι στήλη τε ἦν ἐπὶ τοῦ χώματος καὶ Ἡρακλῆς ἐπειργασμένος· ἐλέγετο δὲ ὡς οἱ ἐπιχώριοι καὶ ἐναγίζουσι τῷ Σωστράτῳ.
直到我的时代,封土之上仍立有一块石碑作为盖石,上面雕刻着赫拉克勒斯;据说当地人还向索斯特拉托斯献祭。
§7.17.9Δυμαίοις δὲ ἔστι μὲν Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα ἐς τὰ μάλιστα ἀρχαῖον, ἔστι δὲ καὶ ἄλλο ἱερόν σφισι Δινδυμήνῃ μητρὶ καὶ Ἄττῃ πεποιημένον.
迪美人在阿提卡有一座雅典娜神庙和一尊极古老的神像,他们还有另一座为丁迪美涅之母与阿蒂斯建造的神殿。
Ἄττης δὲ ὅστις ἦν, οὐδὲν οἷός τε ἦν ἀπόρρητον ἐς αὐτὸν ἐξευρεῖν, ἀλλὰ Ἑρμησιάνακτι μὲν τῷ τὰ ἐλεγεῖα γράψαντι πεποιημένα ἐστὶν ὡς υἱός τε ἦν Καλαοῦ Φρυγὸς καὶ ὡς οὐ τεκνοποιὸς ὑπὸ τῆς μητρὸς τεχθείη· ἐπεὶ δὲ ηὔξητο, μετῴκησεν ἐς Λυδίαν τῷ Ἑρμησιάνακτος λόγῳ καὶ Λυδοῖς ὄργια ἐτέλει Μητρός, ἐς τοσοῦτο ἥκων παρʼ αὐτῇ τιμῆς ὡς Δία αὐτῇ νεμεσήσαντα ὗν ἐπὶ τὰ ἔργα ἐπιπέμψαι τῶν Λυδῶν.
关于阿蒂斯是谁,我未能发现任何关于他的秘密教义,但撰写哀歌的赫尔美西亚纳克斯在诗中写道,他是弗里吉亚人卡劳斯之子,且生来便被母亲带到世上时就无法生育;根据赫尔美西亚纳克斯的叙述,当他长大后,他移居到吕底亚,为吕底亚人举行“母亲”的秘仪,他在她那里获得了如此崇高的荣誉,以至于宙斯对此感到愤怒,向吕底亚人的耕地派遣了一只野猪。
§7.17.10ἐνταῦθα ἄλλοι τε τῶν Λυδῶν καὶ αὐτὸς Ἄττης ἀπέθανεν ὑπὸ τοῦ ὑός· καί τι ἑπόμενον τούτοις Γαλατῶν δρῶσιν οἱ Πεσσινοῦντα ἔχοντες, ὑῶν οὐχ ἁπτόμενοι.
在那里,其他吕底亚人和阿蒂斯本人都被这只野猪杀死;顺应这些事件,占领佩西努斯的加拉太人有一种习俗,不触碰猪。
νομίζουσί γε μὴν οὐχ οὕτω τὰ ἐς τὸν Ἄττην, ἀλλὰ ἐπιχώριός ἐστιν ἄλλος σφίσιν ἐς αὐτὸν λόγος, Δία ὑπνωμένον ἀφεῖναι σπέρμα ἐς γῆν, τὴν δὲ ἀνὰ χρόνον ἀνεῖναι δαίμονα διπλᾶ ἔχοντα αἰδοῖα, τὰ μὲν ἀνδρός, τὰ δὲ αὐτῶν γυναικός· ὄνομα δὲ Ἄγδιστιν αὐτῷ τίθενται.
然而,他们并不这样看待关于阿蒂斯的事,而是关于他有一个当地的传说:宙斯在熟睡时将精液洒在地上,随着时间的推移,大地孕育出了一个拥有双重性器官的神灵,一为男性,一为女性;他们给它起名叫阿格迪斯蒂斯。
θεοὶ δὲ Ἄγδιστιν δείσαντες τὰ αἰδοῖά οἱ τὰ ἀνδρὸς ἀποκόπτουσιν.
而诸神惧怕阿格迪斯蒂斯,便切除了它的男性器官。
§7.17.11ὡς δὲ ἀπʼ αὐτῶν ἀναφῦσα ἀμυγδαλῆ εἶχεν ὡραῖον τὸν καρπόν, θυγατέρα τοῦ Σαγγαρίου ποταμοῦ λαβεῖν φασι τοῦ καρποῦ· ἐσθεμένης δὲ ἐς τὸν κόλπον καρπὸς μὲν ἐκεῖνος ἦν αὐτίκα ἀφανής, αὐτὴ δὲ ἐκύει· τεκούσης δὲ τράγος περιεῖπε τὸν παῖδα ἐκκείμενον.
当从这些器官中长出的一棵杏树结出成熟的果实后,据说桑加里奥斯河的女儿采摘了果实;当她把它放入怀中时,那果实立刻消失了,而她怀了孕;当她生下孩子时,一只公羊照顾了被遗弃的婴儿。
ὡς δὲ αὐξανομένῳ κάλλους οἱ μετῆν πλέον ἢ κατὰ εἶδος ἀνθρώπου, ἐνταῦθα τοῦ παιδὸς ἔρως ἔσχεν Ἄγδιστιν.
随着他长大,并拥有了超越常人面貌的美丽,这时对这少年的爱夺取了阿格迪斯蒂斯的心。
αὐξηθέντα δὲ Ἄττην ἀποστέλλουσιν ἐς Πεσσινοῦντα οἱ προσήκοντες συνοικήσοντα τοῦ βασιλέως θυγατρί· §7.17.12ὑμέναιος δὲ ᾔδετο καὶ Ἄγδιστις ἐφίσταται καὶ τὰ αἰδοῖα ἀπέκοψε μανεὶς ὁ Ἄττης, ἀπέκοψε δὲ καὶ ὁ τὴν θυγατέρα αὐτῷ διδούς· Ἄγδιστιν δὲ μετάνοια ἔσχεν οἷα Ἄττην ἔδρασε, καί οἱ παρὰ Διὸς εὕρετο μήτε σήπεσθαί τι Ἄττῃ τοῦ σώματος μήτε τήκεσθαι.
阿蒂斯长大后,他的亲属将他送往佩西努斯,去娶国王的女儿; 当婚礼之歌唱响时,阿格迪斯蒂斯出现了,阿蒂斯发了狂,切除了自己的性器官,而将女儿嫁给他的那个人也同样切除了性器官;但阿格迪斯蒂斯对自己对阿蒂斯所做的事感到后悔,她从宙斯那里获得承诺,阿蒂斯身体的任何部分都不会腐烂或消逝。
τάδε μὲν ἐς Ἄττην τὰ γνωριμώτατα·
这些是关于阿蒂斯最著名的传说。
§7.17.13ἐν δὲ τῇ χώρᾳ τῇ Δυμαίᾳ καὶ τοῦ δρομέως Οἰβώτα τάφος ἐστί· τούτῳ τῷ Οἰβώτα νικήσαντι Ὀλύμπια Ἀχαιῶν πρώτῳ γέρας οὐδὲν ἐξαίρετον παρʼ αὐτῶν ἐγένετο εὕρασθαι· καὶ ἐπὶ τούτῳ κατάρας ὁ Οἰβώτας ἐποιήσατο μηδενὶ Ὀλυμπικὴν νίκην ἔτι Ἀχαιῶν γενέσθαι.
在迪美的领土内还有奔跑者欧博塔斯的墓;对于这位首先在奥林匹亚获得胜利的亚该亚人欧博塔斯,他们没有给予他任何特别的荣誉;为此,欧博塔斯立下诅咒,亚该亚人将再也不会获得奥林匹亚的胜利。
καὶ—ἦν γάρ τις θεῶν ᾧ τοῦ Οἰβώτα τελεῖσθαι τὰς κατάρας οὐκ ἀμελὲς ἦν—διδάσκονταί ποτε οἱ Ἀχαιοὶ καθʼ ἥντινα αἰτίαν στεφάνου τοῦ Ὀλυμπίασιν ἡμάρτανον, διδάσκονται δὲ ἀποστείλαντες ἐς Δελφούς· §7.17.14οὕτω καὶ ἄλλα ἐς τιμήν σφισι τοῦ Οἰβώτα ποιήσασι καὶ τὴν εἰκόνα ἀναθεῖσιν ἐς Ὀλυμπίαν Σώστρατος Πελληνεὺς σταδίου νίκην ἔσχεν ἐν παισί.
并且——因为确实有一位神明不曾忽略欧博塔斯诅咒的实现——亚该亚人最终明白了他们为何错失奥林匹亚的花冠,他们是通过派遣使者去德尔斐而得知的; 因此,当他们为了纪念欧博塔斯而做了其他事情并把他的雕像立在奥林匹亚时,佩莱内的索斯特拉托斯在少年组赢得了短跑的胜利。
διαμένει δὲ ἐς ἐμὲ ἔτι Ἀχαιῶν τοῖς ἀγωνίζεσθαι μέλλουσι τὰ Ὀλύμπια ἐναγίζειν τῷ Οἰβώτᾳ, καὶ ἢν κρατήσωσιν, ἐν Ὀλυμπίᾳ στεφανοῦν τοῦ Οἰβώτα τὴν εἰκόνα.
而这一直保留到我的时代:凡是准备参加奥林匹亚竞技的亚该亚人都要向欧博塔斯献祭,如果他们获胜,就在奥林匹亚为欧博塔斯的雕像戴上花冠。

词汇与语法注释

  1. 7.17.8οὕτως οἱ τὸν Ἡρακλέα τό τε μνῆμα αὐτὸν εἶναι τὸν ποιήσαντα καὶ ἀπαρχὰς ἀπὸ τῶν ἐν τῇ κεφαλῇ τριχῶν δοῦναι. — 这是一个不定式结构,其中第三人称单数与格 οἱ(为他,即索斯特拉托斯)作间接宾语,τὸν Ἡρακλέα 作主格对格。两个不定式 εἶναι τὸν ποιήσαντα(他自己是坟墓的建造者)和 δοῦναι(他献上)依赖于前句中的 φασιν(他们说)。
  2. 7.17.9ἐς τοσοῦτο ἥκων παρʼ αὐτῇ τιμῆς ὡς Δία αὐτῇ νεμεσήσαντα ὗν ἐπὶ τὰ ἔργα ἐπιπέμψαι τῶν Λυδῶν. — 指示代词中性单数宾格 ἐς τοσοῦτο 伴随部分属格 τιμῆς(荣誉),表示程度(“达到如此崇高的荣誉”)。παρʼ αὐτῇ 中的 αὐτῇ 指“母亲(神)”。ὡς 引导一个结果从句,其内部是由对格 Δία 和不定式 ἐπιπέμψαι 构成的对格不定式(AcI)结构。分词 νεμεσήσαντα 与 Δία 一致。
  3. 7.17.11ὡς δὲ αὐξανομένῳ κάλλους οἱ μετῆν πλέον ἢ κατὰ εἶδος ἀνθρώπου — μετῆν(μέτεστιν 的未完成过去式)是一个非人称动词,意为“分得、具有”,带与格 οἱ(他)和属格 κάλλους(美貌),并以 πλέον 作为主语。介词短语 ἢ κα提... 表示比较,意为“超乎常人外貌的标准”。
  4. 7.17.13ἦν γάρ τις θεῶν ᾧ τοῦ Οἰβώτα τελεῖσθαι τὰς κατάρας οὐκ ἀμελὲς ἦν — 关系代词与格 ᾧ 的先行词是 τις θεῶν。形容词短语 οὐκ ἀμελὲς ἦν(非所忽略之事)的主语是整个不定式从句 τοῦ Οἰβώτα τελεῖσθαι τὰς κατάρας(欧博塔斯的诅咒得以实现)。在这里,τοῦ Οἰβώτα 是一个主格性属格,修饰被动不定式 τελεῖσθαι 的逻辑主语(即欧博塔斯所施加的诅咒)。
  5. 7.17.14οὕτω καὶ ἄλλα ἐς τιμήν σφισι τοῦ Οἰβώτα ποιήσασι καὶ τὴν εἰκόνα ἀναθεῖσιν ἐς Ὀλυμπίαν — 与格分词 ποιήσασι 和 ἀναθεῖσιν 与代词 σφισι(他们自己,即亚该亚人)一致。在语法上,它们作为利益或关系与格,修饰主句 Σώστρατος... νίκην ἔσχεν(“对他们来说,当他们做了……后,索斯特拉托斯赢得了……”)。

引用这一段

保萨尼亚斯, 希腊志 §7.17.8-7.17.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.17.8-7.17.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。