Humanitext Reader

パウサニアス · ギリシア案内記 §7.17.1-7.17.7

ギリシアの衰退の歴史とデュメの町

280 / 465 箇所 · ギリシア語

要旨

ギリシアが衰退の一途をたどる歴史的経緯と、ネロによる一時的な自由化、ウェスパシアヌスによる再属領化を振り返る。また、アカイアとエリスの境界にあるデュメの町の由来と、オリンピアの勝利者オイボタスの碑文の古名表記について言及する。

§7.17.1ἐς ἅπαν δὲ ἀσθενείας τότε μάλιστα κατῆλθεν ἡ Ἑλλάς, λυμανθεῖσα κατὰ μέρη καὶ διαπορθηθεῖσα ἐξ ἀρχῆς ὑπὸ τοῦ δαίμονος.
ギリシアはこの時、最も極端な衰退へと至った。 運命によって最初から部分ごとに痛めつけられ、荒廃させられたのである。
Ἄργος μέν, ἐς πλεῖστον ἀφικομένην δυνάμεως πόλιν ἐπὶ τῶν καλουμένων ἡρώων, ὁμοῦ τῇ μεταβολῇ τῇ ἐς Δωριέας ἐπέλιπε τὸ ἐκ τῆς τύχης εὐμενές·
いわゆる英雄たちの時代に最大の力に達していた都市アルゴスは、ドリス人への移行と同時に、幸運からの好意を失った。
§7.17.2τὸ δὲ ἔθνος τὸ Ἀττικόν, ἀπὸ τοῦ Πελοποννησίων πολέμου καὶ νόσου τῆς λοιμώδους ἀνενεγκόν τε καὶ αὖθις ἀνανηξάμενον, ἔτεσιν ἔμελλεν οὐ πολλοῖς ὕστερον ἡ Μακεδόνων ἀκμὴ καθαιρήσειν·
アッティカの民は、ペロポネソス戦争と疫病から回復し、再び浮上したものの、それから数年も経たないうちに、マケドニアの全盛期によって打ち倒される運命にあった。
κατέσκηψε δὲ ἐκ Μακεδονίας καὶ ἐς τὰς Βοιωτίας Θήβας τὸ Ἀλεξάνδρου μήνιμα.
また、アレクサンドロスの怒りはマケドニアからボイオティアのテーバイへと襲いかかった。
Λακεδαιμονίοις δὲ Ἐπαμινώνδας ὁ Θηβαῖος καὶ αὖθις ὁ Ἀχαιῶν πόλεμος ἐγένετο·
ラケダイモン人にとっては、テーバイのエパミノンダスが、そして後にはアカイア人との戦争が災いとなった。
ὅτε δὲ καὶ μόγις, ἅτε ἐκ δένδρου λελωβημένου καὶ αὔου τὰ πλείονα, ἀνεβλάστησεν ἐκ τῆς Ἑλλάδος τὸ Ἀχαϊκόν, καὶ αὐτὸ ἡ κακία τῶν στρατηγησάντων ἐκόλουσεν ἔτι αὐξανόμενον.
そして、傷つき、その大部分が枯れかけた樹木から芽吹くかのように、ギリシアからアカイア同盟が辛うじて再び成長した時も、まさに成長の途上において、将軍たちの邪悪さがそれを挫いてしまった。
§7.17.3χρόνῳ δὲ ὕστερον ἐς Νέρωνα ἡ βασιλεία περιῆλθεν ἡ Ῥωμαίων, καὶ ἐλεύθερον ὁ Νέρων ἀφίησιν ἁπάντων, ἀλλαγὴν πρὸς δῆμον ποιησάμενος τὸν Ῥωμαίων·
後に、ローマの帝位はネロに移行し、ネロはローマの民と交換を行うことで、ギリシアをすべての義務から自由にした。
Σαρδὼ γὰρ τὴν νῆσον ἐς τὰ μάλιστα εὐδαίμονα ἀντὶ Ἑλλάδος σφίσιν ἀντέδωκεν.
すなわち彼は、ギリシアの代わりに、極めて繁栄しているサルディニア島を彼らに引き渡したのである。
ἀπιδόντι οὖν ἐς τοῦτό μοι τοῦ Νέρωνος τὸ ἔργον ὀρθότατα εἰρηκέναι Πλάτων ἐφαίνετο ὁ Ἀρίστωνος, ὁπόσα ἀδικήματα μεγέθει καὶ τολμήματί ἐστιν ὑπερηρκότα, οὐ τῶν ἐπιτυχόντων εἶναι ταῦτα ἀνθρώπων, ψυχῆς δὲ γενναίας ὑπὸ ἀτόπου παιδείας διεφθαρμένης.
それゆえ、ネロのこの行為に目を向けると、私にはアリストンの子プラトンが極めて正しく語ったように思われた。 すなわち、規模と大胆さにおいて並外れたあらゆる悪行は、凡庸な人々のものではなく、不適切な教育によって堕落させられた気高い魂に由来する、ということである。
§7.17.4οὐ μὴν Ἕλλησί γε ἐξεγένετο ὄνασθαι τοῦ δώρου·
しかし、ギリシア人がこの贈り物の恩恵を享受することは許されなかった。
Οὐεσπασιανοῦ γὰρ μετὰ Νέρωνα ἄρξαντος ἐς ἐμφύλιον στάσιν προήχθησαν, καὶ σφᾶς ὑποτελεῖς τε αὖθις ὁ Οὐεσπασιανὸς εἶναι φόρων καὶ ἀκούειν ἐκέλευσεν ἡγεμόνος, ἀπομεμαθηκέναι φήσας τὴν ἐλευθερίαν τὸ Ἑλληνικόν.
なぜなら、ネロの後にウェスパシアヌスが統治を始めると、彼らは内紛に陥り、ウェスパシアヌスは彼らに再び租税を課し、総督に従うよう命じたからである。 彼は、ギリシアの民は自由を忘れてしまったのだと言った。
§7.17.5τάδε μὲν οὕτω συμβάντα εὕρισκον·
これらの出来事はこのように起こったと私は知った。
Ἀχαιοῖς δὲ ὅροι καὶ Ἠλείοις τῆς χώρας ποταμός τε Λάρισος καὶ Ἀθηνᾶς ἐπὶ τῷ ποταμῷ ναός ἐστι Λαρισαίας, καὶ Ἀχαιῶν πόλις Δύμη σταδίους ὅσον τε τριάκοντα ἀπέχει τοῦ Λαρίσου.
アカイア人とエリス人の領土の境界は、ラリソス川と、その川のほとりにあるラリサイアのアテナ神殿であり、アカイア人の都市デュメはラリソス川からおよそ三十スタディオン離れている。
ταύτην Φίλιππος ὁ Δημητρίου πολεμῶν μόνην τῶν Ἀχαϊκῶν ἔσχεν ὑπήκοον, καὶ ἐπὶ τῇ αἰτίᾳ ταύτῃ Σουλπίκιος, ἡγεμὼν καὶ οὗτος Ῥωμαίων, ἐπέτρεψε τῇ στρατιᾷ διαρπάσαι τὴν Δύμην·
デメトリオスのフィリッポスが戦争をしていた時、アカイアの都市の中でこの都市だけが彼に服従した。 この理由のために、やはりローマの将軍であったスルピキウスは、軍隊にデュメを略奪することを許した。
Αὔγουστος δὲ ὕστερον καὶ προσένειμεν αὐτὴν Πατρεῦσιν.
後にアウグストゥスはこれをパトライの人々に併合した。
§7.17.6ἐκαλεῖτο δὲ τὰ μὲν ἀρχαιότερα Πάλεια·
この都市は古くはパレイアと呼ばれていた。
ἐχόντων δὲ ἔτι Ἰώνων ὄνομά οἱ μετέθεντο τὸ ἐφʼ ἡμῶν, σαφῶς δὲ οὐκ οἶδα εἴτε ἀπὸ γυναικὸς ἐπιχωρίας Δύμης εἴτε ἀπὸ Δύμαντος τοῦ Αἰγιμίου.
イオニア人がまだ領有していた時に、彼らはその名前を現在のものへと変更したが、それが地元の女性デュメに由来するのか、それともアイギミオスの子デュマスに由来するのか、私ははっきりとは知らない。
ὑπὸ δὲ τοῦ ἐλεγείου τοῦ Ὀλυμπίασιν ἐπὶ τῇ εἰκόνι τῇ Οἰβώτα οὐ προαχθείη ἄν τις ἐς ἀλογίαν.
オリンピアにあるオイボタスの像に刻まれた悲歌によって、人が困惑させられることはないはずである。
Οἰβώτᾳ γὰρ ἀνδρὶ Δυμαίῳ, σταδίου μὲν ἀνελομένῳ νίκην Ὀλυμπιάδι ἕκτῃ, εἰκόνος δὲ ἐν Ὀλυμπίᾳ περὶ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα κατὰ μάντευμα ἐκ Δελφῶν ἀξιωθέντι, ἐπίγραμμά ἐστιν ἐπʼ αὐτῷ λέγον·
第六回オリンピア期にスタディオンで勝利を収め、デルポイの神託に従って第八十回オリンピア期の頃にオリンピアに像を建てられる栄誉を授けられたデュメの男オイボタスのために、彼に対する碑文があり、次のように語っている。
§7.17.7" Οἰνία Οἰβώτας στάδιον νικῶν ὅδʼ Ἁχαιὸς πατρίδα Πάλειαν θῆκʼ ὀνομαστοτέραν.
"オイニアスの子、オイボタス、スタディオンで勝利を収めしこのアカイア人は、祖国パレイアをさらに名高きものとした。
" τοῦτο οὖν οὐκ ἄν τινι ἀλογίαν παραστήσειεν, εἰ Πάλειαν ἀλλὰ μὴ Δύμην τὸ ἐπίγραμμα καλεῖ τὴν πόλιν·
"それゆえ、碑文がこの都市をデュメではなくパレイアと呼んでいるからといって、誰も困惑することはないだろう。
τὰ γὰρ ἀρχαιότερα ὀνόματα ἐς ποίησιν ἐπάγεσθαι τῶν ὑστέρων καθεστηκός ἐστιν Ἕλλησι, καὶ Ἀμφιάραόν τε καὶ Ἄδραστον Φορωνείδας καὶ Ἐρεχθείδην ἐπονομάζουσι τὸν Θησέα.
なぜなら、後世の名前の代わりに、より古い名前を詩に導入することがギリシア人の習慣となっているからであり、彼らはアムピアラオスやアドラストスをポローネウスの子孫と呼び、テセウスをエレクテウスの子孫と呼ぶのである。

語釈・文法注

  1. §7.17.1ἐς πλεῖστον ἀφικομένην δυνάμεως πόλιν — 動詞 ἐπέλιπε(見放した、去った)の直接目的語である Ἄργος(中性名詞だが、ここでは都市を表す女性名詞として意味上一致している)に対する同格。文の主語は後続の τὸ ἐκ τῆς τύχης εὐμενές(幸運の好意)である。
  2. §7.17.2αὔου τὰ πλείονα — τὰ πλείονα(大部分において、大半は)は「関係対格(観点の対格)」であり、形容詞 αὔου(枯れた、乾燥した)を修飾している。「大部分が枯れかけた樹木」の意。
  3. §7.17.3οὐ τῶν ἐπιτυχόντων εἶναι ταῦτα ἀνθρώπων — プラトンからの引用句を含む対格不定詞構文。不定詞 εἶναι の主語は指示代名詞 ταῦτα(これらの大いなる悪行)であり、属格 τῶν ἐπιτυχόντων ... ἀνθρώπων および ψυχῆς ... は所有・所属(〜の性質である、〜に由来する)を表す。
  4. §7.17.6οὐ προαχθείη ἄν τις — ἄν を伴う希求法(potential optative)であり、「(誰も)〜へ導かれることはないであろう」「困惑することはないはずだ」という可能性・蓋然性を表す。
  5. §7.17.7τῶν ὑστέρων — 動詞 ἐπάγεσθαι(導入する、用いる)に伴う奪格的属格、または比較・代替を表す属格。「後世の名前の代わりに(より古い名前を)」という意味を表す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §7.17.1-7.17.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.17.1-7.17.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。