Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.17.1-7.17.7

希腊的衰落历程与迪美城

第 280 段,共 465 段 · 希腊语

内容简介

作者回顾了希腊走向衰落的历史过程,包括尼禄给予的短暂自由以及维斯帕先的重新征服。随后,他描述了亚该亚与伊利斯边界上的迪美城,并解释了该城的历史背景以及在奥林匹克优胜者欧博塔斯铭文中所使用的古称。

§7.17.1ἐς ἅπαν δὲ ἀσθενείας τότε μάλιστα κατῆλθεν ἡ Ἑλλάς, λυμανθεῖσα κατὰ μέρη καὶ διαπορθηθεῖσα ἐξ ἀρχῆς ὑπὸ τοῦ δαίμονος.
当时,希腊陷入了最彻底的衰弱,它自始至终被命运在各处摧残并彻底荒废。
Ἄργος μέν, ἐς πλεῖστον ἀφικομένην δυνάμεως πόλιν ἐπὶ τῶν καλουμένων ἡρώων, ὁμοῦ τῇ μεταβολῇ τῇ ἐς Δωριέας ἐπέλιπε τὸ ἐκ τῆς τύχης εὐμενές· §7.17.2τὸ δὲ ἔθνος τὸ Ἀττικόν, ἀπὸ τοῦ Πελοποννησίων πολέμου καὶ νόσου τῆς λοιμώδους ἀνενεγκόν τε καὶ αὖθις ἀνανηξάμενον, ἔτεσιν ἔμελλεν οὐ πολλοῖς ὕστερον ἡ Μακεδόνων ἀκμὴ καθαιρήσειν· κατέσκηψε δὲ ἐκ Μακεδονίας καὶ ἐς τὰς Βοιωτίας Θήβας τὸ Ἀλεξάνδρου μήνιμα.
阿尔戈斯,这座在所谓英雄时代达到权力巅峰的城市,在向多利安人过渡的同时,失去了命运的眷顾;而阿提卡民族在经历了伯罗奔尼撒战争和瘟疫并重新振作、再次浮出水面之后,没过多少年便注定要被马其顿的鼎盛力量所击败;亚历山大的怒火也从马其顿倾泻到波奥蒂亚的底比斯。
Λακεδαιμονίοις δὲ Ἐπαμινώνδας ὁ Θηβαῖος καὶ αὖθις ὁ Ἀχαιῶν πόλεμος ἐγένετο· ὅτε δὲ καὶ μόγις, ἅτε ἐκ δένδρου λελωβημένου καὶ αὔου τὰ πλείονα, ἀνεβλάστησεν ἐκ τῆς Ἑλλάδος τὸ Ἀχαϊκόν, καὶ αὐτὸ ἡ κακία τῶν στρατηγησάντων ἐκόλουσεν ἔτι αὐξανόμενον.
对于拉刻代蒙人来说,底比斯的伊帕密浓达是他们的灾星,后来与亚该亚人的战争也是如此;而当亚该亚同盟艰难地、仿佛从一棵受损且大半枯萎的树木上一样,再次从希腊萌芽时,将领们的邪恶行径却在它仍在生长时便将其摧折。
§7.17.3χρόνῳ δὲ ὕστερον ἐς Νέρωνα ἡ βασιλεία περιῆλθεν ἡ Ῥωμαίων, καὶ ἐλεύθερον ὁ Νέρων ἀφίησιν ἁπάντων, ἀλλαγὴν πρὸς δῆμον ποιησάμενος τὸν Ῥωμαίων· Σαρδὼ γὰρ τὴν νῆσον ἐς τὰ μάλιστα εὐδαίμονα ἀντὶ Ἑλλάδος σφίσιν ἀντέδωκεν.
此后,罗马的帝位传到了尼禄手中,尼禄免除了希腊的一切,使其重获自由,并与罗马人民进行了交换:他用极为繁荣的撒丁岛代替希腊交给了他们。
ἀπιδόντι οὖν ἐς τοῦτό μοι τοῦ Νέρωνος τὸ ἔργον ὀρθότατα εἰρηκέναι Πλάτων ἐφαίνετο ὁ Ἀρίστωνος, ὁπόσα ἀδικήματα μεγέθει καὶ τολμήματί ἐστιν ὑπερηρκότα, οὐ τῶν ἐπιτυχόντων εἶναι ταῦτα ἀνθρώπων, ψυχῆς δὲ γενναίας ὑπὸ ἀτόπου παιδείας διεφθαρμένης.
因此,看到尼禄的这一举动,在我看来,阿里斯同之子柏拉图的话说得最对不过了:那些在规模和胆量上超出常轨的罪行,绝非平庸之辈所能为,而是高尚的灵魂因受到不当教育而堕落的结果。
§7.17.4οὐ μὴν Ἕλλησί γε ἐξεγένετο ὄνασθαι τοῦ δώρου· Οὐεσπασιανοῦ γὰρ μετὰ Νέρωνα ἄρξαντος ἐς ἐμφύλιον στάσιν προήχθησαν, καὶ σφᾶς ὑποτελεῖς τε αὖθις ὁ Οὐεσπασιανὸς εἶναι φόρων καὶ ἀκούειν ἐκέλευσεν ἡγεμόνος, ἀπομεμαθηκέναι φήσας τὴν ἐλευθερίαν τὸ Ἑλληνικόν.
然而,希腊人并没能享受到这份恩赐;因为在尼禄之后,维斯帕先开始统治,他们陷入了内讧,维斯帕先便命令他们重新缴纳贡税并服从总督,称希腊人已经忘却了自由。
§7.17.5τάδε μὲν οὕτω συμβάντα εὕρισκον·
我查明这些事情就是这样发生的。
Ἀχαιοῖς δὲ ὅροι καὶ Ἠλείοις τῆς χώρας ποταμός τε Λάρισος καὶ Ἀθηνᾶς ἐπὶ τῷ ποταμῷ ναός ἐστι Λαρισαίας, καὶ Ἀχαιῶν πόλις Δύμη σταδίους ὅσον τε τριάκοντα ἀπέχει τοῦ Λαρίσου.
亚该亚人和伊利斯人领土的边界是拉里索斯河以及河畔的拉里萨雅典娜神庙,而亚该亚人的城市迪美距离拉里索斯河大约三十斯塔德。
ταύτην Φίλιππος ὁ Δημητρίου πολεμῶν μόνην τῶν Ἀχαϊκῶν ἔσχεν ὑπήκοον, καὶ ἐπὶ τῇ αἰτίᾳ ταύτῃ Σουλπίκιος, ἡγεμὼν καὶ οὗτος Ῥωμαίων, ἐπέτρεψε τῇ στρατιᾷ διαρπάσαι τὴν Δύμην· Αὔγουστος δὲ ὕστερον καὶ προσένειμεν αὐτὴν Πατρεῦσιν.
德米特里之子腓力在交战时,在所有亚该亚城市中,唯独让这座城市臣服于他;基于这个原因,同样是罗马将领的苏尔皮基乌斯准许他的军队洗劫了迪美;后来奥古斯都将其划归给帕特雷人。
§7.17.6ἐκαλεῖτο δὲ τὰ μὲν ἀρχαιότερα Πάλεια· ἐχόντων δὲ ἔτι Ἰώνων ὄνομά οἱ μετέθεντο τὸ ἐφʼ ἡμῶν, σαφῶς δὲ οὐκ οἶδα εἴτε ἀπὸ γυναικὸς ἐπιχωρίας Δύμης εἴτε ἀπὸ Δύμαντος τοῦ Αἰγιμίου.
在较早的时候,它被称为帕莱亚;但在爱奥尼亚人依然占有它时,他们将其名字改为现在的名字,但我不能确切地知道,这是得名于当地的一个叫迪美的女人,还是得名于埃吉米乌斯之子迪马斯。
ὑπὸ δὲ τοῦ ἐλεγείου τοῦ Ὀλυμπίασιν ἐπὶ τῇ εἰκόνι τῇ Οἰβώτα οὐ προαχθείη ἄν τις ἐς ἀλογίαν.
人们不应该因奥林匹亚那里欧博塔斯雕像上的哀歌而产生困惑。
Οἰβώτᾳ γὰρ ἀνδρὶ Δυμαίῳ, σταδίου μὲν ἀνελομένῳ νίκην Ὀλυμπιάδι ἕκτῃ, εἰκόνος δὲ ἐν Ὀλυμπίᾳ περὶ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα κατὰ μάντευμα ἐκ Δελφῶν ἀξιωθέντι, ἐπίγραμμά ἐστιν ἐπʼ αὐτῷ λέγον· §7.17.7" Οἰνία Οἰβώτας στάδιον νικῶν ὅδʼ Ἁχαιὸς πατρίδα Πάλειαν θῆκʼ ὀνομαστοτέραν.
因为欧博塔斯,一个在第六届奥林匹克运动会上获得短跑胜利的迪美汉子,并根据德尔斐的神谕,在第八十届奥林匹克运动会前后被获准在奥林匹亚立像,在雕像上有一首关于他的铭文写道: “这位亚该亚人,欧尼亚斯之子欧博塔斯,赢得了短跑,使他的家乡帕莱亚更加扬名。
" τοῦτο οὖν οὐκ ἄν τινι ἀλογίαν παραστήσειεν, εἰ Πάλειαν ἀλλὰ μὴ Δύμην τὸ ἐπίγραμμα καλεῖ τὴν πόλιν· τὰ γὰρ ἀρχαιότερα ὀνόματα ἐς ποίησιν ἐπάγεσθαι τῶν ὑστέρων καθεστηκός ἐστιν Ἕλλησι, καὶ Ἀμφιάραόν τε καὶ Ἄδραστον Φορωνείδας καὶ Ἐρεχθείδην ἐπονομάζουσι τὸν Θησέα.
” 因此,如果铭文称该城市为帕莱亚而非迪美,这不应该引起任何人的困惑;因为在希腊人中,将较古老的名字代替较晚近的名字引入诗歌已成惯例,他们称安菲阿拉俄斯和阿德拉斯托斯为福罗纽斯之子,称忒修斯为埃里克修斯之子。

词汇与语法注释

  1. §7.17.1ἐς πλεῖστον ἀφικομένην δυνάμεως πόλιν — 此句作为 Ἄργος 的同位语,而 Ἄργος 是动词 ἐπέλιπε(遗弃、离开)的直接宾语。该句的主语是随后的短语 τὸ ἐκ τῆς τύχης εὐμενές(运气的眷顾)。
  2. §7.17.2αὔου τὰ πλείονα — 短语 τὰ πλείονα(大体上、大部分)作关系宾格(或副词性宾格),修饰形容词 αὔου(枯萎的、干燥的),意为“大半枯萎的树木”。
  3. §7.17.3οὐ τῶν ἐπιτυχόντων εἶναι ταῦτα ἀνθρώπων — 引用自柏拉图的带定格不定式结构。不定式 εἶναι 的主语是指示代词 ταῦτα(这些重大的恶行),而属格 τῶν ἐπιτυχόντων ... ἀνθρώπων 以及 ψυχῆς ... 表示所有或特征(“属于……”,“是……的特征”)。
  4. §7.17.6οὐ προαχθείη ἄν τις — 带 ἄν 的潜在希求语气(potential optative),表示可能性或推测(“人们不至于被引导至……”、“不应该使人陷入……”)。
  5. §7.17.7τῶν ὑστέρων — 依赖于不定式 ἐπάγεσθαι(引入)的表示分离、比较或替代的属格,意为“代替较晚近的名字”或“相较于较晚近的名字更倾向于”。

引用这一段

保萨尼亚斯, 希腊志 §7.17.1-7.17.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.17.1-7.17.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。