§7.17.1ἐς ἅπαν δὲ ἀσθενείας τότε μάλιστα κατῆλθεν ἡ Ἑλλάς, λυμανθεῖσα κατὰ μέρη καὶ διαπορθηθεῖσα ἐξ ἀρχῆς ὑπὸ τοῦ δαίμονος.
At that time Greece fell into the ultimate state of weakness, having been ruined in parts and utterly devastated from the beginning by fortune.
Ἄργος μέν, ἐς πλεῖστον ἀφικομένην δυνάμεως πόλιν ἐπὶ τῶν καλουμένων ἡρώων, ὁμοῦ τῇ μεταβολῇ τῇ ἐς Δωριέας ἐπέλιπε τὸ ἐκ τῆς τύχης εὐμενές· §7.17.2τὸ δὲ ἔθνος τὸ Ἀττικόν, ἀπὸ τοῦ Πελοποννησίων πολέμου καὶ νόσου τῆς λοιμώδους ἀνενεγκόν τε καὶ αὖθις ἀνανηξάμενον, ἔτεσιν ἔμελλεν οὐ πολλοῖς ὕστερον ἡ Μακεδόνων ἀκμὴ καθαιρήσειν· κατέσκηψε δὲ ἐκ Μακεδονίας καὶ ἐς τὰς Βοιωτίας Θήβας τὸ Ἀλεξάνδρου μήνιμα.
Argos, a city that had reached the highest point of power in the era of the so-called heroes, lost the favor of fortune simultaneously with the transition to the Dorians; and the Attic nation, though it had recovered and raised itself up again after the Peloponnesian War and the plague, was destined not many years later to be cast down by the peak of Macedonian power; and the anger of Alexander fell from Macedonia upon Boeotian Thebes.
Λακεδαιμονίοις δὲ Ἐπαμινώνδας ὁ Θηβαῖος καὶ αὖθις ὁ Ἀχαιῶν πόλεμος ἐγένετο· ὅτε δὲ καὶ μόγις, ἅτε ἐκ δένδρου λελωβημένου καὶ αὔου τὰ πλείονα, ἀνεβλάστησεν ἐκ τῆς Ἑλλάδος τὸ Ἀχαϊκόν, καὶ αὐτὸ ἡ κακία τῶν στρατηγησάντων ἐκόλουσεν ἔτι αὐξανόμενον.
For the Lacedaemonians, Epaminondas the Theban was their ruin, and later the war with the Achaeans; and when, with difficulty, as if from a tree maimed and mostly withered, the Achaean League sprouted again from Greece, the wickedness of its generals cut it down while it was still growing.
§7.17.3χρόνῳ δὲ ὕστερον ἐς Νέρωνα ἡ βασιλεία περιῆλθεν ἡ Ῥωμαίων, καὶ ἐλεύθερον ὁ Νέρων ἀφίησιν ἁπάντων, ἀλλαγὴν πρὸς δῆμον ποιησάμενος τὸν Ῥωμαίων· Σαρδὼ γὰρ τὴν νῆσον ἐς τὰ μάλιστα εὐδαίμονα ἀντὶ Ἑλλάδος σφίσιν ἀντέδωκεν.
In later times the Roman sovereignty devolved upon Nero, and Nero set all of Greece free, making an exchange with the Roman people; for he gave them in return for Greece the island of Sardinia, which was especially prosperous.
ἀπιδόντι οὖν ἐς τοῦτό μοι τοῦ Νέρωνος τὸ ἔργον ὀρθότατα εἰρηκέναι Πλάτων ἐφαίνετο ὁ Ἀρίστωνος, ὁπόσα ἀδικήματα μεγέθει καὶ τολμήματί ἐστιν ὑπερηρκότα, οὐ τῶν ἐπιτυχόντων εἶναι ταῦτα ἀνθρώπων, ψυχῆς δὲ γενναίας ὑπὸ ἀτόπου παιδείας διεφθαρμένης.
Looking therefore at this act of Nero, Plato the son of Ariston seemed to me to have spoken most correctly, that all wrongdoings that surpass in size and audacity belong not to ordinary men, but to a noble soul corrupted by an improper education.
§7.17.4οὐ μὴν Ἕλλησί γε ἐξεγένετο ὄνασθαι τοῦ δώρου· Οὐεσπασιανοῦ γὰρ μετὰ Νέρωνα ἄρξαντος ἐς ἐμφύλιον στάσιν προήχθησαν, καὶ σφᾶς ὑποτελεῖς τε αὖθις ὁ Οὐεσπασιανὸς εἶναι φόρων καὶ ἀκούειν ἐκέλευσεν ἡγεμόνος, ἀπομεμαθηκέναι φήσας τὴν ἐλευθερίαν τὸ Ἑλληνικόν.
Yet the Greeks were not permitted to enjoy the gift; for when Vespasian ruled after Nero, they were led into civil strife, and Vespasian ordered them to be taxpayers again and to obey a governor, saying that the Greek nation had unlearned freedom.
§7.17.5τάδε μὲν οὕτω συμβάντα εὕρισκον·
These things I found to have happened thus.
Ἀχαιοῖς δὲ ὅροι καὶ Ἠλείοις τῆς χώρας ποταμός τε Λάρισος καὶ Ἀθηνᾶς ἐπὶ τῷ ποταμῷ ναός ἐστι Λαρισαίας, καὶ Ἀχαιῶν πόλις Δύμη σταδίους ὅσον τε τριάκοντα ἀπέχει τοῦ Λαρίσου.
The boundary of the territory between the Achaeans and the Eleans is the river Larisus and the temple of Larisaean Athena upon the river, and the Achaean city Dyme is about thirty stades distant from the Larisus.
ταύτην Φίλιππος ὁ Δημητρίου πολεμῶν μόνην τῶν Ἀχαϊκῶν ἔσχεν ὑπήκοον, καὶ ἐπὶ τῇ αἰτίᾳ ταύτῃ Σουλπίκιος, ἡγεμὼν καὶ οὗτος Ῥωμαίων, ἐπέτρεψε τῇ στρατιᾷ διαρπάσαι τὴν Δύμην· Αὔγουστος δὲ ὕστερον καὶ προσένειμεν αὐτὴν Πατρεῦσιν.
Philip the son of Demetrius, when waging war, had this city alone of the Achaean cities subject to him, and for this reason Sulpicius, who was also a Roman general, permitted his army to plunder Dyme; and Augustus later assigned it to the Patraeans.
§7.17.6ἐκαλεῖτο δὲ τὰ μὲν ἀρχαιότερα Πάλεια· ἐχόντων δὲ ἔτι Ἰώνων ὄνομά οἱ μετέθεντο τὸ ἐφʼ ἡμῶν, σαφῶς δὲ οὐκ οἶδα εἴτε ἀπὸ γυναικὸς ἐπιχωρίας Δύμης εἴτε ἀπὸ Δύμαντος τοῦ Αἰγιμίου.
It was called Paleia in older times; but while the Ionians still possessed it, they changed its name to the present one, though I do not know for certain whether it was from a native woman Dyme, or from Dymas the son of Aegimius.
ὑπὸ δὲ τοῦ ἐλεγείου τοῦ Ὀλυμπίασιν ἐπὶ τῇ εἰκόνι τῇ Οἰβώτα οὐ προαχθείη ἄν τις ἐς ἀλογίαν. Οἰβώτᾳ γὰρ ἀνδρὶ Δυμαίῳ, σταδίου μὲν ἀνελομένῳ νίκην Ὀλυμπιάδι ἕκτῃ, εἰκόνος δὲ ἐν Ὀλυμπίᾳ περὶ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα κατὰ μάντευμα ἐκ Δελφῶν ἀξιωθέντι, ἐπίγραμμά ἐστιν ἐπʼ αὐτῷ λέγον· §7.17.7"
Οἰνία Οἰβώτας στάδιον νικῶν ὅδʼ Ἁχαιὸς
πατρίδα Πάλειαν θῆκʼ ὀνομαστοτέραν.
One would not be led into confusion by the elegiac inscription at Olympia upon the statue of Oebotas; for for Oebotas, a man of Dyme who won the victory in the stade in the sixth Olympiad, and was deemed worthy of a statue at Olympia around the eightieth Olympiad according to an oracle from Delphi, there is an inscription on it saying: "This Achaean, Oebotas son of Oenias, winning the stade, made his homeland Paleia more famous.
"
τοῦτο οὖν οὐκ ἄν τινι ἀλογίαν παραστήσειεν, εἰ Πάλειαν ἀλλὰ μὴ Δύμην τὸ ἐπίγραμμα καλεῖ τὴν πόλιν· τὰ γὰρ ἀρχαιότερα ὀνόματα ἐς ποίησιν ἐπάγεσθαι τῶν ὑστέρων καθεστηκός ἐστιν Ἕλλησι, καὶ Ἀμφιάραόν τε καὶ Ἄδραστον Φορωνείδας καὶ Ἐρεχθείδην ἐπονομάζουσι τὸν Θησέα.
"This, therefore, would not cause anyone confusion, if the inscription calls the city Paleia and not Dyme; for it is established among the Greeks to introduce older names into poetry instead of later ones, and they call Amphiaraus and Adrastus descendants of Phoroneus, and Theseus a descendant of Erechtheus.