§7.16.1Μόμμιος δὲ Ὀρέστην ἅμα ἀγόμενος, τὸν πρότερον ἐπὶ τῇ Λακεδαιμονίων διαφορᾷ καὶ Ἀχαιῶν ἐλθόντα, ἀφίκετο μὲν περὶ ὄρθρον ἐς τὸ τῶν Ῥωμαίων στράτευμα, ἀποπέμψας δὲ ἐς Μακεδονίαν Μέτελλον καὶ ὅσον εἵπετο ἐκείνῳ, ἀνέμενεν αὐτὸς ἐν τῷ ἰσθμῷ τὴν πᾶσαν ἀθροισθῆναι παρασκευήν.
モッミウスは、かつてラケダイモン人とアカイア人の紛争の調停のために派遣されたオレステスを同行し、夜明け頃にローマ軍の陣営に到着した。 彼はメテッルスと彼に従っていた者たちをマケドニアへと送り出すと、自身は地峡に留まり、全軍備が整うのを待った。
ἀφίκετο δὲ ἱππικὸν μὲν πεντακόσιοί τε καὶ τρισχίλιοι, τοῦ πεζοῦ δὲ ἀριθμὸς ἐγένετο ἐς μυριάδας δύο προσόντων καὶ τούτοις τρισχιλίων·
到着した軍勢は、騎兵が三千五百、歩兵の数は二万三千に達した。
ἐπῆλθον δὲ καὶ τοξόται Κρῆτες καὶ ἐκ Περγάμου τῆς ὑπὲρ Καΐκου Φιλοποίμην στρατιώτας ἄγων παρὰ Ἀττάλου.
また、クレタ人の弓兵や、カイコス川の上流にあるペルガモンからアッタロスのもとより兵を率いてきたフィロポイメンも合流した。
§7.16.2Μόμμιος μὲν δὴ τῶν τε ἐξ Ἰταλίας τινὰς καὶ τὰ ἐπικουρικὰ ἀπωτέρω δύο τε καὶ δέκα ἔταξε σταδίοις, πρὸ τοῦ παντὸς εἶναι στρατεύματος φυλακήν·
モッミウスは、イタリアからの兵の一部と補助部隊を十二スタディオン離れた場所に配置し、全軍の前衛守備隊とした。
Ἀχαιοὶ δέ, ἐχόντων ἀφυλακτότερον ὑπὸ φρονήματος τῶν Ῥωμαίων, ἐπιτίθενται ἐπὶ φυλακῆς αὐτοῖς τῆς πρώτης, καὶ τοὺς μὲν φονεύουσι, πλείονας δὲ ἔτι ἐς τὸ στρατόπεδον κατεῖρξαν, καὶ ἀσπίδας ὅσον τε πεντακοσίας εἷλον.
しかしアカイア人たちは、ローマ人が自慢のあまり不注意になっていたため、この最初の前衛部隊を攻撃し、一部を殺害し、さらに多くの者を陣営へと追い詰め、約五百枚の盾を奪った。
ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἐπήρθησαν οἱ Ἀχαιοὶ ποιήσασθαι τὴν ἔξοδον πρότερον πρὶν ἢ Ῥωμαίους ἄρχειν μάχης·
この戦果によってアカイア人は気勢を上げ、ローマ人が戦闘を開始する前に自ら打って出ることを決意した。
§7.16.3ὡς δὲ ἀντεπῆγε καὶ ὁ Μόμμιος, οἱ μὲν ἐς τὸ ἱππικὸν τῶν Ἀχαιῶν ταχθέντες αὐτίκα ᾤχοντο φεύγοντες, τῆς Ῥωμαίων ἵππου μηδὲ τὴν πρώτην ἔφοδον ὑπομείναντες·
モッミウスもまた反撃に出ると、アカイア人の騎兵に配備されていた者たちは、ローマ騎兵の最初の突撃にさえ持ちこたえられず、直ちに敗走した。
ὁ δὲ πεζὸς στρατὸς ἀθύμως μὲν εἶχεν ἐπὶ τῶν ἱππέων τῇ τροπῇ, δεξάμενοι δὲ τὴν ἐμβολὴν τοῦ ὁπλιτικοῦ τοῦ Ῥωμαίων βιαζόμενοί τε τῷ πλήθει καὶ ἀπαγορεύοντες τοῖς τραύμασιν ὅμως ἀντεῖχον ὑπὸ τοῦ θυμοῦ, πρίν γε δὴ Ῥωμαίων λογάδες χίλιοι προσπεσόντες κατὰ τὰ πλάγια ἐς τελέαν τοὺς Ἀχαιοὺς φυγὴν κατέστησαν.
歩兵部隊は騎兵の敗走によって意気消沈したものの、ローマ重装歩兵の突撃を受け止め、数に圧倒され、傷つき衰えながらも、闘志をもって持ちこたえていた。 だが、ついにローマの千人の精鋭部隊が側面から襲いかかり、アカイア人を完全な敗走に追い込んだ。
§7.16.4εἰ δὲ ἐτόλμησεν ἐσδραμεῖν μετὰ τὴν μάχην Δίαιος ἐς Κόρινθον καὶ ὑποδέξασθαι τῷ τείχει τοὺς διαπίπτοντας ἐκ τῆς φυγῆς, κἂν εὕρασθαί τι παρὰ Μομμίου οἱ Ἀχαιοὶ φιλάνθρωπον ἐδυνήθησαν, ἐς πολιορκίαν καὶ τριβὴν πολέμου καταστάντες·
もしディアイオスが戦闘の後にコリントスへと逃げ込み、敗走してくる者たちを城壁の内に受け入れる勇気を持っていたなら、包囲戦に持ち込んで戦争を引き延ばすことで、アカイア人はモッミウスから何らかの寛大な措置を勝ち取ることができたかもしれない。
νῦν δὲ ἀρχομένων ἔτι ἐνδιδόναι τῶν Ἀχαιῶν εὐθὺ Μεγάλης πόλεως ἔφευγεν ὁ Δίαιος, οὐδέν τι γενόμενος ἐς Ἀχαιοὺς ὅμοιος ἢ καὶ Καλλίστρατος ὁ Ἐμπέδου πρὸς Ἀθηναίους.
しかし現実には、アカイア人が退却し始めたまさにその時に、ディアイオスはメガロポリスを目指して一目散に逃走し、アカイア人に対して、エンペドスの子カリストラトスがアテナイ人に対して示したのとは全く異なる態度をとった。
§7.16.5τούτῳ γὰρ τῷ ἀνδρὶ ἱππαρχήσαντι ἐν Σικελίᾳ, ὅτε Ἀθηναῖοι καὶ ὅσοι ἄλλοι τοῦ στόλου μετεσχήκεσαν ἀπώλλυντο πρὸς τῷ ποταμῷ τῷ Ἀσινάρῳ, τούτῳ τότε τῷ Καλλιστράτῳ παρέστη τόλμα διεκπαῖσαι διὰ τῶν πολεμίων ἄγοντι τοὺς ἱππέας·
すなわち、シケリアで騎兵長官を務めていたカリストラトスは、アテナイ人と遠征に参加した他のすべての者がアシナロス川のほとりで滅ぼされつつあったとき、騎兵を率いて敵陣を突破する勇気を見せた。
ὡς δὲ τὸ πολὺ ἀπέσωσεν αὐτῶν ἐς Κατάνην, ἀνέστρεφεν ὀπίσω τὴν αὐτὴν αὖθις ὁδὸν ἐς Συρακούσας, διαρπάζοντας δὲ ἔτι εὑρὼν τὸ Ἀθηναίων στρατόπεδον καταβάλλει τε ὅσον πέντε ἐξ αὐτῶν, καὶ τραύματα ἐπίκαιρα αὐτὸς καὶ ὁ ἵππος λαβόντες ἀφιᾶσι τὴν ψυχήν.
そして、彼らの大部分をカタネへと安全に退却させた後、再び同じ道を通ってシュラクサイへと引き返し、アテナイ人の陣営をなおも略奪していた敵のうち約五人を討ち取ったものの、自身も馬も致命傷を負って命を落としたのである。