Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.16.1-7.16.5

地峡战役中亚该亚军的惨败与迪艾乌斯逃亡

第 278 段,共 465 段 · 希腊语

内容简介

执政官穆米乌斯率领的罗马大军抵达地峡并与亚该亚军展开决战。亚该亚人最初击败了罗马前卫部队并受其鼓舞,但在决战中由于骑兵的迅速溃逃和罗马军的侧翼袭击而惨败,迪艾乌斯未作坚守便径直逃跑。

§7.16.1Μόμμιος δὲ Ὀρέστην ἅμα ἀγόμενος, τὸν πρότερον ἐπὶ τῇ Λακεδαιμονίων διαφορᾷ καὶ Ἀχαιῶν ἐλθόντα, ἀφίκετο μὲν περὶ ὄρθρον ἐς τὸ τῶν Ῥωμαίων στράτευμα, ἀποπέμψας δὲ ἐς Μακεδονίαν Μέτελλον καὶ ὅσον εἵπετο ἐκείνῳ, ἀνέμενεν αὐτὸς ἐν τῷ ἰσθμῷ τὴν πᾶσαν ἀθροισθῆναι παρασκευήν.
穆米乌斯带着奥雷斯特斯(此人先前曾为拉刻代蒙人与亚该亚人之间的纷争而来)于黎明时分抵达罗马军营。 他将梅特卢斯及随行人员遣送回马其顿,自己则在地峡等待所有装备和兵力集结完毕。
ἀφίκετο δὲ ἱππικὸν μὲν πεντακόσιοί τε καὶ τρισχίλιοι, τοῦ πεζοῦ δὲ ἀριθμὸς ἐγένετο ἐς μυριάδας δύο προσόντων καὶ τούτοις τρισχιλίων· ἐπῆλθον δὲ καὶ τοξόται Κρῆτες καὶ ἐκ Περγάμου τῆς ὑπὲρ Καΐκου Φιλοποίμην στρατιώτας ἄγων παρὰ Ἀττάλου.
抵达的骑兵有三千五百人,步兵数量达二万三千人;此外,克里特弓箭手以及菲洛皮门率领的、来自凯科斯河上游帕加马阿塔罗斯处的士兵也前来会合。
§7.16.2Μόμμιος μὲν δὴ τῶν τε ἐξ Ἰταλίας τινὰς καὶ τὰ ἐπικουρικὰ ἀπωτέρω δύο τε καὶ δέκα ἔταξε σταδίοις, πρὸ τοῦ παντὸς εἶναι στρατεύματος φυλακήν·
穆米乌斯将一部分来自意大利的士兵和辅助部队部署在十二斯塔迪翁外,作为全军的前卫哨所。
Ἀχαιοὶ δέ, ἐχόντων ἀφυλακτότερον ὑπὸ φρονήματος τῶν Ῥωμαίων, ἐπιτίθενται ἐπὶ φυλακῆς αὐτοῖς τῆς πρώτης, καὶ τοὺς μὲν φονεύουσι, πλείονας δὲ ἔτι ἐς τὸ στρατόπεδον κατεῖρξαν, καὶ ἀσπίδας ὅσον τε πεντακοσίας εἷλον.
然而,亚该亚人趁罗马人因骄傲而防备松懈之际,袭击了他们的这第一哨所,不仅杀死了一些人,还将更多的敌人围困在营地中,并缴获了大约五百面盾牌。
ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἐπήρθησαν οἱ Ἀχαιοὶ ποιήσασθαι τὴν ἔξοδον πρότερον πρὶν ἢ Ῥωμαίους ἄρχειν μάχης·
因这一战果,亚该亚人备受鼓舞,决定在罗马人发起战斗之前主动出击。
§7.16.3ὡς δὲ ἀντεπῆγε καὶ ὁ Μόμμιος, οἱ μὲν ἐς τὸ ἱππικὸν τῶν Ἀχαιῶν ταχθέντες αὐτίκα ᾤχοντο φεύγοντες, τῆς Ῥωμαίων ἵππου μηδὲ τὴν πρώτην ἔφοδον ὑπομείναντες·
当穆米乌斯也发起反击时,被编入亚该亚骑兵的人甚至未能抵挡住罗马骑兵的第一波冲击,便立即溃逃。
ὁ δὲ πεζὸς στρατὸς ἀθύμως μὲν εἶχεν ἐπὶ τῶν ἱππέων τῇ τροπῇ, δεξάμενοι δὲ τὴν ἐμβολὴν τοῦ ὁπλιτικοῦ τοῦ Ῥωμαίων βιαζόμενοί τε τῷ πλήθει καὶ ἀπαγορεύοντες τοῖς τραύμασιν ὅμως ἀντεῖχον ὑπὸ τοῦ θυμοῦ, πρίν γε δὴ Ῥωμαίων λογάδες χίλιοι προσπεσόντες κατὰ τὰ πλάγια ἐς τελέαν τοὺς Ἀχαιοὺς φυγὴν κατέστησαν.
步兵部队虽因骑兵的溃败而意气消沉,但在抵挡住罗马重装步兵的冲击后,尽管因人数悬殊而承受重压、且因伤势加重而精疲力竭,仍凭着斗志苦苦支撑,直到一千名罗马精兵从侧翼发起袭击,才使亚该亚人彻底陷入溃败。
§7.16.4εἰ δὲ ἐτόλμησεν ἐσδραμεῖν μετὰ τὴν μάχην Δίαιος ἐς Κόρινθον καὶ ὑποδέξασθαι τῷ τείχει τοὺς διαπίπτοντας ἐκ τῆς φυγῆς, κἂν εὕρασθαί τι παρὰ Μομμίου οἱ Ἀχαιοὶ φιλάνθρωπον ἐδυνήθησαν, ἐς πολιορκίαν καὶ τριβὴν πολέμου καταστάντες·
如果迪艾乌斯在战斗结束后敢于逃入科林斯,并用城墙接纳那些从溃败中逃脱的人,亚该亚人或许还能通过转入包围战和拖延战争,从而从穆米乌斯那里获得一些宽大处理。
νῦν δὲ ἀρχομένων ἔτι ἐνδιδόναι τῶν Ἀχαιῶν εὐθὺ Μεγάλης πόλεως ἔφευγεν ὁ Δίαιος, οὐδέν τι γενόμενος ἐς Ἀχαιοὺς ὅμοιος ἢ καὶ Καλλίστρατος ὁ Ἐμπέδου πρὸς Ἀθηναίους.
然而,现实是,在亚该亚人刚开始退却时,迪艾乌斯便径直向梅加洛波利斯逃去,他对亚该亚人的所作所为,完全无法与恩佩多斯之子卡利斯特拉托斯对待雅典人的行为相比。
§7.16.5τούτῳ γὰρ τῷ ἀνδρὶ ἱππαρχήσαντι ἐν Σικελίᾳ, ὅτε Ἀθηναῖοι καὶ ὅσοι ἄλλοι τοῦ στόλου μετεσχήκεσαν ἀπώλλυντο πρὸς τῷ ποταμῷ τῷ Ἀσινάρῳ, τούτῳ τότε τῷ Καλλιστράτῳ παρέστη τόλμα διεκπαῖσαι διὰ τῶν πολεμίων ἄγοντι τοὺς ἱππέας·
曾任西西里骑兵长官的卡利斯特拉托斯,在雅典人及其他所有参与远征的人在阿西纳鲁斯河畔惨遭歼灭时,展现出了率领骑兵冲破敌阵的勇气。
ὡς δὲ τὸ πολὺ ἀπέσωσεν αὐτῶν ἐς Κατάνην, ἀνέστρεφεν ὀπίσω τὴν αὐτὴν αὖθις ὁδὸν ἐς Συρακούσας, διαρπάζοντας δὲ ἔτι εὑρὼν τὸ Ἀθηναίων στρατόπεδον καταβάλλει τε ὅσον πέντε ἐξ αὐτῶν, καὶ τραύματα ἐπίκαιρα αὐτὸς καὶ ὁ ἵππος λαβόντες ἀφιᾶσι τὴν ψυχήν.
在将他们的大部分人安全护送到卡塔奈之后,他又沿着同一条路折返回叙拉古,发现雅典军营仍在遭到洗劫,于是亲手击杀了大约五个正在掠夺的敌人,但他自己和战马都受了致命伤,最终献出了生命。

词汇与语法注释

  1. 7.16.2ἐχόντων ἀφυλακτότερον ὑπὸ φρονήματος τῶν Ῥωμαίων — 属格独立分词结构。分词 ἐχόντων 与其逻辑主语 τῶν Ῥωμαίων 以及比较级副词 ἀφυλακτότερον 连用,作不及物用法(表示某种状态),意为“由于罗马人(因骄傲而)防备较为松懈”。
  2. 7.16.3πρίν γε δὴ Ῥωμαίων λογάδες χίλιοι προσπεσόντες κατὰ τὰ πλάγια ἐς τελέαν τοὺς Ἀχαιοὺς φυγὴν κατέστησαν — 连词 πρίν 引导的时间从句使用直说语气不定过去时(κατέστησαν),紧跟在具有否定含义(即“在……之前一直坚守”)的主句之后,表示过去实际发生的特定事件(“直到最后……”)。
  3. 7.16.4κἂν εὕρασθαί τι παρὰ Μομμίου οἱ Ἀχαιοὶ φιλάνθρωπον ἐδυνήθησαν — 违背事实条件句的结句。语气助词 ἄν 包含在 κἂν (καὶ ἄν) 中并修饰不定式 εὕρασθαι,但表示能力的过去直说语气动词 ἐδυνήθησαν 本身即可不带 ἄν 表示违背事实的虚拟语气。因此,整句意为“亚该亚人原本也许能够获得……”。

引用这一段

保萨尼亚斯, 希腊志 §7.16.1-7.16.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.16.1-7.16.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。