Humanitext Reader

パウサニアス · ギリシア案内記 §6.8.1-6.8.6

ダマルコスの人狼伝説とティマンテスの最期

234 / 465 箇所 · ギリシア語

要旨

オリンピアに奉納された多様な勝者たちの像を紹介し、オオカミに変身したとされるダマルコスの伝説への疑念や、ティマンテスの凄絶な自死、アテナイのアクロポリス占拠に加わったティマシテオスの最期を語る。

§6.8.1Σωκράτους δὲ Πελληνέως δρόμου νίκην ἐν παισὶν εἰληφότος καὶ Ἠλείου Ἀμέρτου καταπαλαίσαντος ἐν Ὀλυμπίᾳ παῖδας, καταπαλαίσαντος δὲ καὶ Πυθοῖ τοὺς ἐλθόντας τῶν ἀνδρῶν, τοῦ μὲν τὸν ποιήσαντα τὴν εἰκόνα οὐ λέγουσι, τὴν δὲ τοῦ Ἀμέρτου Φράδμων ἐποίησεν Ἀργεῖος.
ペレネ出身のソクラテスが少年徒競走において勝利を得、またエリス出身のアメルトスがオリンピアで少年たちをレスリングで打ち破り、さらにピュトにおいて出場した男子たちをもレスリングで打ち破ったが、前者の像を制作した者について人々は語らない。 他方、アメルトスの像はアルゴス出身のフラドモンが制作した。
Εὐανορίδᾳ δὲ Ἠλείῳ πάλης ἐν παισὶν ὑπῆρξεν ἔν τε Ὀλυμπίᾳ καὶ Νεμείων νίκη·
エリス出身のエウアノリダスには、オリンピアおよびネメアでの少年レスリングにおける勝利があった。
γενόμενος δὲ Ἑλλανοδίκης ἔγραψε καὶ οὗτος τὰ ὀνόματα ἐν Ὀλυμπίᾳ τῶν νενικηκότων.
彼はのちにヘッラノディケスとなり、オリンピアでの勝者たちの名前を書き残したのもこの人物である。
§6.8.2ἐς δὲ πύκτην ἄνδρα, γένος μὲν Ἀρκάδα ἐκ Παρρασίων, Δάμαρχον δὲ ὄνομα, οὔ μοι πιστὰ ἦν πέρα γε τῆς ἐν Ὀλυμπίᾳ νίκης ὁπόσα ἄλλα ἀνδρῶν ἀλαζόνων ἐστὶν εἰρημένα, ὡς ἐξ ἀνθρώπου μεταβάλοι τὸ εἶδος ἐς λύκον ἐπὶ τῇ θυσίᾳ τοῦ Λυκαίου Διός, καὶ ὡς ὕστερον τούτων ἔτει δεκάτῳ γένοιτο αὖθις ἄνθρωπος.
パッラシア地方のアルカディア人という生まれで、名をダマルコスという成人拳闘士に関しては、オリンピアでの勝利以上に語られているほら吹きたちの言動のすべてが、私にとって信じるに足りるものとは思われなかった。 すなわち、彼がリュカイオスのゼウスの犠牲式の際に、人間の姿からオオカミへとその姿を変え、その十回目の年に再び人間になったというようなことである。
οὐ μὴν οὐδὲ ὑπὸ τῶν Ἀρκάδων λέγεσθαί μοι τοῦτο ἐφαίνετο ἐς αὐτόν, ἐλέγετο γὰρ ἂν καὶ ὑπὸ τοῦ ἐπιγράμματος τοῦ ἐν Ὀλυμπίᾳ·
実際、これがアルカディア人たちによっても彼について語られているとは、私には思われなかった。 なぜなら、もしそうであれば、オリンピアの碑文によっても語られていたであろうからである。
ἔχει γὰρ δὴ οὕτως·
その碑文は実に次のようになっている。
" υἱὸς Δινύτα Δάμαρχος τάνδʼ ἀνέθηκεν εἰκόνʼ ἀπʼ Ἀρκαδίας Παρράσιος γενεάν.
「ディニュタスの息子ダマルコス、アルカディアのパッラシア生まれ、この像を奉納せり。
" τοῦτο μὲν δὴ ἐς τοσοῦτο πεποίηται·
」この件については、これくらいにしておこう。
§6.8.3Εὐβώτας δὲ ὁ Κυρηναῖος, ἅτε τὴν ἐσομένην οἱ δρόμου νίκην ἐν Ὀλυμπίᾳ παρὰ τοῦ μαντείου τοῦ ἐν Λιβύῃ προπεπυσμένος, τήν τε εἰκόνα ἐπεποίητο πρότερον καὶ ἐπὶ ἡμέρας τῆς αὐτῆς ἀνηγορεύθη τε νικήσας καὶ ἀνέθηκε τὴν εἰκόνα.
キュレネ出身のエウボタスは、リビアの神託所からオリンピアでの徒競走における将来の勝利をあらかじめ知らされていたため、あらかじめ自分の像を作らせておき、同じ日のうちに勝者として布告されてその像を奉納した。
λέγεται δὲ ὡς κρατήσειε καὶ ἅρματι ἐπὶ Ὀλυμπιάδος ταύτης ἣ λόγῳ τῷ Ἠλείων ἐστὶ κίβδηλος τῶν ἀγωνοθετησάντων Ἀρκάδων ἕνεκα.
彼はまた、次のオリンピア期に戦車競走でも勝利したと言われているが、このオリンピア期はエリス人の言い分によれば、アルカディア人たちが競技を主催したために非公認とされているものである。
§6.8.4Κλεωναίῳ δὲ Τιμάνθει παγκρατίου λαβόντι ἐν ἀνδράσι στέφανον καὶ Τροιζηνίῳ Βαύκιδι παλαιστὰς καταβαλόντι ἄνδρας, τῷ μὲν τοῦ Ἀθηναίου Μύρωνος, Βαύκιδι δὲ Ναυκύδους ἐστὶν ὁ ἀνδριὰς ἔργον.
クレオナイ出身で男子パンクラティオンの冠を得たティマンテスと、トロイゼン出身で男子レスリング選手たちを打ち倒したバウキスに関しては、前者の像はアテナイのミロンの作品であり、バウキスのものはナウキュデスの作品である。
τῷ δὲ Τιμάνθει τὸ τέλος τοῦ βίου συμβῆναί φασιν ἐπὶ αἰτίᾳ τοιᾷδε.
ティマンテスの生涯の最後は、次のような原因で訪れたと言われている。
πεπαῦσθαι μὲν ἀθλοῦντα, ἀποπειρᾶσθαι δὲ ὅμως αὐτὸν ἔτι τῆς ἰσχύος, τόξον μέγα ἐπὶ ἑκάστης τείνοντα τῆς ἡμέρας, ἀποδημῆσαί τε δὴ αὐτὸν καὶ ἐπὶ τῷ τόξῳ τηνικαῦτα ἐκλειφθῆναί οἱ τὴν μελέτην·
彼は競技生活を退いていたが、それでもなお、毎日大きな弓を引くことによって自分の筋力を試していた。 ところが彼が旅に出て、その間、弓の練習が途絶えてしまった。
ὡς δὲ ἐπανήκων οὐχ οἷός τε ἔτι τεῖναι τὸ τόξον ἐγίνετο, πῦρ ἀνακαύσας ἀφίησι ζῶντα ἐς τὴν πυρὰν αὑτόν.
帰郷した際、もはや弓を引くことができなくなっていたため、彼は火を燃え立たせて、生きたまま自身を薪の山へと投げ込んだのである。
ὁπόσα δὲ ἤδη τοιαῦτα ἐγένετο ἐν ἀνθρώποις ἢ καὶ ὕστερόν ποτε ἔσται, μανία μᾶλλον ἢ ἀνδρία νομίζοιτο ἂν κατά γε ἐμὴν γνώμην.
すでに人間の間で起こった、あるいは今後いつか起こるであろうこれに類する出来事は、私の意見によれば、勇気というよりはむしろ狂気とみなされるべきであろう。
§6.8.5μετὰ δὲ τὸν Βαύκιδά εἰσιν ἀθλητῶν Ἀρκάδων εἰκόνες, Εὐθυμένης τε ἐξ αὐτῆς Μαινάλου, νίκας τὴν μὲν ἀνδρῶν πάλης, τὴν δʼ ἔτι πρότερον ἐν παισὶν εἰληφώς, καὶ Ἀζὰν ἐκ Πελλάνας Φίλιππος κρατήσας πυγμῇ παῖδας, καὶ Κριτόδαμος ἐκ Κλείτορος, ἐπὶ πυγμῇ καὶ οὗτος ἀναγορευθεὶς παίδων·
バウキスの像の後には、アルカディア人のアスリートたちの像がある。 マイナロス自身から出たエウテュメネスであり、彼は男子レスリングでの勝利と、それより以前に少年競技での勝利を得ていた。 またペッレネのアザン人フィリッポスであり、彼は少年拳闘で勝利を収めた。 そしてクレイトル出身のクリトダモスであり、彼もまた少年拳闘において勝者と布告された。
τὰς δέ σφισιν εἰκόνας, τὴν μὲν ἐν παισὶ τοῦ Εὐθυμένους Ἄλυπος, τὴν δὲ τοῦ Δαμοκρίτου Κλέων, Φιλίππου δὲ τοῦ Ἀζᾶνος Μύρων τὴν εἰκόνα ἐποίησε.
彼らの像について言えば、エウテュメネスの少年時代の像はアリュポスが、ダモクリトスの像はクレオンが、アザン人フィリッポスの像はミロンが制作した。
τὰ δὲ ἐς Πρόμαχον τὸν Δρύωνος παγκρατιαστὴν Πελληνέα προσέσται μοι καὶ ταῦτα τῷ ἐς Ἀχαιοὺς λόγῳ.
ペレネ出身のパンクラティオン競技者、ドリュオンの息子プロマコスに関する事柄は、アカイア人に関する記述において私も付け加えることとしよう。
§6.8.6Προμάχου δὲ οὐ πόρρω Τιμασίθεος ἀνάκειται γένος Δελφός, Ἀγελάδα μὲν ἔργον τοῦ Ἀργείου, παγκρατίου δὲ δύο μὲν ἐν Ὀλυμπίᾳ νίκας, τρεῖς δὲ ἀνῃρημένος Πυθοῖ.
プロマコスのすぐ近くに、デルポイの血統のティマシテオスが奉納されている。 これはアルゴス出身のアゲラダスの作品であり、彼はオリンピアで二回、ピュトで三回、パンクラティオンの勝利を収めている。
καὶ αὐτῷ καὶ ἐν πολέμοις ἐστὶν ἔργα τῇ τε τόλμῃ λαμπρὰ καὶ οὐκ ἀποδέοντα τῇ εὐτυχίᾳ, πλήν γε δὴ τοῦ τελευταίου·
彼には戦争においても、その大胆さにおいて輝かしく、幸運においても引けを取らない事績があったが、最後の企てだけは別であった。
τοῦτο δὲ αὐτῷ θάνατον τὸ ἐγχείρημα ἤνεγκεν.
この企ては彼に死をもたらした。
Ἰσαγόρᾳ γὰρ τῷ Ἀθηναίῳ τὴν ἀκρόπολιν τὴν Ἀθηναίων καταλαβόντι ἐπὶ τυραννίδι μετασχὼν τοῦ ἔργου καὶ ὁ Τιμασίθεος—ἐγένετο γὰρ τῶν ἐγκαταληφθέντων ἐν τῇ ἀκροπόλει—θάνατον ζημίαν εὕρετο τοῦ ἀδικήματος παρὰ Ἀθηναίων.
アテナイのイサゴラスが独裁を目的としてアテナイ人のアクロポリスを占拠した際、ティマシテオスもその企てに参加したのである。 というのも、彼はアクロポリスに取り残された者たちの一人であったからで、彼はアテナイ人からその罪科に対する罰として死刑を科されることとなった。

語釈・文法注

  1. 6.8.1τοῦ μὲν — 属格関係代名詞 `τοῦ` に制限の小辞 `μὲν` が付いたもので、文脈上、前言の `Σωκράτους` を指す。その後の `τὴν δὲ τοῦ Ἀμέρτου`(アメルトスの像は…)と対比関係にある。`τοῦ μὲν` の支配する名詞 `τὴν εἰκόνα` や `τὸν ποιήσαντα`(「前者の像の制作者を」)が一部省略されているが、この明瞭な対置関係から自明とされる。
  2. 6.8.4συμβῆναί φασιν... πεπαῦσθαι... ἀποπειρᾶσθαι... ἀποδημῆσαί... ἐκλειφθῆναι... ὡς δὲ ἐπανήκων οὐχ οἷός τε ἔτι τεῖναι τὸ τόξον ἐγίνετο, πῦρ ἀνακαύσας ἀφίησι — 伝聞を表す `φασίν`(人々は言う)に導かれる間接話法として、不定詞(`συμβῆναι`, `πεπαῦσθαι`, `ἀποπειρᾶσθαι`, `ἀποδημῆσαι`, `ἐκλειφθῆναι`)が連続して用いられている。しかし、帰還後のくだりを示す `ὡς δὲ ἐπανήκων...` 以下では、突如として主節が直説法過去 `ἐγίνετο`(〜であった)および歴史的現在 `ἀφίησι`(投げ込む)へと転換しており、構文上のねじれ(anacoluthon)が生じている。
  3. 6.8.6Ἰσαγόρᾳ γὰρ τῷ Ἀθηναίῳ τὴν ἀκρόπολιν τὴν Ἀθηναίων καταλαβόντι ἐπὶ τυραννίδι μετασχὼν τοῦ ἔργου — 分詞 `μετασχὼν`(参加して)は属格 `τοῦ ἔργου`(その企てに)を支配する。与格の `Ἰσαγόρᾳ ... καταλαβόντι` は、この共同のニュアンスを含む分詞と連動する「関与または共同の与格」であり、「独裁政治のためにアクロポリスを占拠したアテナイ人イサゴラスと共同で(その企てに加わった)」という意味を表す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §6.8.1-6.8.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.8.1-6.8.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。