§6.7.1ταῦτα μὲν δὴ ἐς τοσοῦτο εἰρήσθω·
これらについてはこれくらいにしておこう。
μετὰ δὲ τὸν ἀνδριάντα τοῦ Εὐθύμου Πύθαρχός τε ἕστηκε Μαντινεὺς σταδιοδρόμος καὶ πύκτης Ἠλεῖος Χαρμίδης, λαβόντες νίκας ἐπὶ παισί.
エウテュモスの像の隣に、マンティネイアのスタディオン走者ピュタルコスと、エリス of 拳闘士カルミデスが立っており、彼らは少年競技において勝利を収めた。
θεασάμενος δὲ καὶ τούτους ἐπὶ τῶν Ῥοδίων ἀθλητῶν ἀφίξῃ τὰς εἰκόνας, Διαγόραν καὶ τὸ ἐκείνου γένος·
これらをも見たのち、君はロドス島のアスリートたち、すなわちディアゴラスとその一族の像に至るであろう。
οἱ δὲ συνεχεῖς τε ἀλλήλοις καὶ ἐν κόσμῳ τοιῷδε ἀνέκειντο, Ἀκουσίλαος μὲν λαβὼν πυγμῆς ἐν ἀνδράσι στέφανον, Δωριεὺς δὲ ὁ νεώτατος παγκρατίῳ νικήσας Ὀλυμπιάσιν ἐφεξῆς τρισί.
彼らは互いに隣り合わせに、以下のような順序で奉納されていた。 アクシラオスは男子拳闘で冠を得ており、末弟のドリエウスは、三大会連続のオリンピア期においてパンクラティオンで優勝した。
πρότερον δὲ ἔτι τοῦ Δωριέως ἐκράτησε καὶ Δαμάγητος τοὺς ἐσελθόντας ἐς τὸ παγκράτιον.
しかし、ドリエウスよりもさらに前に、ダマゲトスもまたパンクラティオンに出場した者たちを打ち破っていた。
§6.7.2οὗτοι μὲν ἀδελφοί τέ εἰσι καὶ Διαγόρου παῖδες, ἐπὶ δὲ αὐτοῖς κεῖται καὶ ὁ Διαγόρας, πυγμῆς ἐν ἀνδράσιν ἀνελόμενος νίκην·
彼らは兄弟であり、ディアゴラスの息子たちである。 そして彼らの近くに、男子拳闘で勝利を収めたディアゴラス自身も置かれている。
τοῦ Διαγόρου δὲ τὴν εἰκόνα Μεγαρεὺς εἰργάσατο Καλλικλῆς Θεοκόσμου τοῦ ποιήσαντος τὸ ἄγαλμα ἐν Μεγάροις τοῦ Διός.
ディアゴラスの像は、メガラにおいてゼウスの像を作ったテオコスモスの息子である、メガラのカッリクレスが制作した。
Διαγόρου δὲ καὶ οἱ τῶν θυγατέρων παῖδες πύξ τε ἤσκησαν καὶ ἔσχον Ὀλυμπικὰς νίκας, ἐν μὲν ἀνδράσιν Εὐκλῆς Καλλιάνακτός τε ὢν καὶ Καλλιπατείρας τῆς Διαγόρου, Πεισίροδος δὲ ἐν παισίν, ὃν ἡ μήτηρ ἀνδρὸς ἐπιθεμένη γυμναστοῦ σχῆμα ἐπὶ τῶν Ὀλυμπίων αὐτὴ τὸν ἀγῶνα ἤγαγεν·
また、ディアゴラスの娘たちの子供たちも拳闘を訓練し、オリンピアでの勝利を得た。 男子の中では、カッリアナクスとディアゴラスの娘カッリパテイラの子であるエウクレスが、少年の中ではペイシロドスが(勝利した)。 彼の母は男性の体育教師の格好をして、オリンピアの競技に自ら彼を連れて行ったのである。
§6.7.3οὗτος δὲ ὁ Πεισίροδος καὶ ἐν τῇ Ἄλτει παρὰ τῆς μητρὸς τὸν πατέρα ἕστηκε.
このペイシロドスは、アルティスにおいて、母の父の近くに立っている。
Διαγόραν δὲ καὶ ὁμοῦ τοῖς παισὶν Ἀκουσιλάῳ καὶ Δαμαγήτῳ λέγουσιν ἐς Ὀλυμπίαν ἐλθεῖν·
ディアゴラスは、息子のアクシラオスおよびダマゲトスとともにオリンピアに来たと言われている。
νικήσαντες δὲ οἱ νεανίσκοι διὰ τῆς πανηγύρεως τὸν πατέρα ἔφερον βαλλόμενόν τε ὑπὸ τῶν Ἑλλήνων ἄνθεσι καὶ εὐδαίμονα ἐπὶ τοῖς παισὶ καλούμενον.
若者たちが勝利を収めると、彼らは祝祭の群衆の中を父親を担いで運び、父親はギリシア人たちから花を投げつけられ、子供たちのゆえに幸福な者と呼ばれた。
γένος δὲ ὁ Διαγόρας τὸ ἐξ ἀρχῆς Μεσσήνιος πρὸς γυναικῶν ἦν καὶ ἀπὸ τῆς Ἀριστομένους ἐγεγόνει θυγατρός.
ディアゴラスは、もともと女系においてはメッセニア人の血統であり、アリストメネスの娘の子孫であった。
§6.7.4Δωριεῖ δὲ τῷ Διαγόρου παρὲξ ἢ Ὀλυμπίασιν Ἰσθμίων μὲν γεγόνασιν ὀκτὼ νῖκαι, Νεμείων δὲ ἀποδέουσαι μιᾶς ἐς τὰς ὀκτώ·
ディアゴラスの息子ドリエウスには、オリンピアでのほかに、イストミア競技会での八回の勝利があり、ネメア競技会では八回に一回足りない勝利があった。
λέγεται δὲ καὶ ὡς Πύθια ἀνέλοιτο ἀκονιτί.
また、ピュティア競技会では不戦勝で勝利を得たとも言われている。
ἀνηγορεύοντο δὲ οὗτός τε καὶ ὁ Πεισίροδος Θούριοι, διωχθέντες ὑπὸ τῶν ἀντιστασιωτῶν ἐκ τῆς Ῥόδου καὶ ἐς Ἰταλίαν παρὰ Θουρίους ἀπελθόντες.
彼とペイシロドスはトゥリオイの人間として布告されたが、それは彼らが政敵によってロドスから追放され、イタリアのトゥリオイのもとへと去ったためであった。
χρόνῳ δὲ ὕστερον κατῆλθεν ὁ Δωριεὺς ἐς Ῥόδον·
後に、ドリエウスはロドスに帰還した。
καὶ φανερώτατα δὴ ἁπάντων ἀνὴρ εἷς φρονήσας οὗτος τὰ Λακεδαιμονίων φαίνεται, ὥστε καὶ ἐναυμάχησεν ἐναντία Ἀθηναίων ναυσὶν οἰκείαις, ἐς ὃ τριήρων ἁλοὺς Ἀττικῶν ἀνήχθη ζῶν παρὰ Ἀθηναίους.
そして、彼はすべての人の中で最も明らかにラケダイモン側を支持した一人の男として現れ、自前の船でアテナイ人に敵対して海戦を戦ったほどであった。 ついにアッティカの三段櫂船に捕らえられ、生きたままアテナイ人のもとへと連行された。
§6.7.5οἱ δὲ Ἀθηναῖοι πρὶν μὲν ἢ Δωριέα παρὰ σφᾶς ἀναχθῆναι θυμῷ τε ἐς αὐτὸν καὶ ἀπειλαῖς ἐχρῶντο·
アテナイ人たちは、ドリエウスが自分たちのもとに連行される前は、彼に対して怒りと脅しを抱いていた。
ὡς δὲ ἐς ἐκκλησίαν συνελθόντες ἄνδρα οὕτω μέγαν καὶ δόξης ἐς τοσοῦτο ἥκοντα ἐθεάσαντο ἐν σχήματι αἰχμαλώτου, μεταπίπτει σφίσιν ἐς αὐτὸν ἡ γνώμη καὶ ἀπελθεῖν ἀφιᾶσιν οὐδὲ ἔργον οὐδὲν ἄχαρι ἐργάζονται, παρόν σφισι πολλά τε καὶ σὺν τῷ δικαίῳ δρᾶσαι.
しかし、民会に集まり、囚人の身なりをした、これほど偉大でそれほどの高名に達した男を目にすると、彼に対する彼らの考えは一変し、彼を立ち去らせ、不快なことは何も行わなかった。 彼らには、正当に彼に対して多くのことをなす機会があったにもかかわらずである。
§6.7.6τὰ δὲ ἐς τοῦ Δωριέως τὴν τελευτήν ἐστιν ἐν τῇ συγγραφῇ τῇ Ἀτθίδι Ἀνδροτίωνι εἰρημένα, εἶναι μὲν τηνικαῦτα ἐν Καύνῳ τὸ βασιλέως ναυτικὸν καὶ Κόνωνα ἐπʼ αὐτῷ στρατηγόν, Ῥοδίων δὲ τὸν δῆμον πεισθέντα ὑπὸ τοῦ Κόνωνος ἀπὸ Λακεδαιμονίων μεταβαλέσθαι σφᾶς ἐς τὴν βασιλέως καὶ Ἀθηναίων συμμαχίαν, Δωριέα δὲ ἀποδημεῖν μὲν τότε ἐκ Ῥόδου περὶ τὰ ἐντὸς Πελοποννήσου χωρία, συλληφθέντα δὲ ὑπὸ ἀνδρῶν Λακεδαιμονίων αὐτὸν καὶ ἀναχθέντα ἐς Σπάρτην ἀδικεῖν τε ὑπὸ Λακεδαιμονίων καταγνωσθῆναι καὶ ἐπιβληθῆναί οἱ θάνατον ζημίαν.
ドリエウスの死に関する事柄は、アンドロティオンによるアッティカ歴史書(アッティス)に次のように述べられている。 すなわち、当時カウノスにペルシア王の海軍があり、コノンがその将軍であった。 そしてロドスの民衆は、コノンに説得されて、ラケダイモンからペルシア王およびアテナイの同盟へと鞍替えした。 しかしドリエウスは当時ロドスを離れ、ペロポネソス内陸の地域を旅していた。 そこで彼はラケダイモン人たちに捕らえられてスパルタへ連行され、ラケダイモン人によって罪ありと判決され、死刑の罰を科されたのである。
§6.7.7εἰ δὲ τὸν ὄντα εἶπεν Ἀνδροτίων λόγον, ἐθέλειν μοι φαίνεται Λακεδαιμονίους ἐς τὸ ἴσον ἔτι Ἀθηναίοις καταστῆσαι, ὅτι καὶ Ἀθηναίοις ἐς Θράσυλλον καὶ τοὺς ἐν Ἀργινούσαις ὁμοῦ τῷ Θρασύλλῳ στρατηγήσαντας προπετείας ἐστὶν ἔγκλημα.
もしアンドロティオンが真実の物語を語ったのだとすれば、彼はラケダイモン人をアテナイ人と同等の立場に置くことを意図しているように私には思われる。 なぜなら、アテナイ人に対しても、トラシュッロスやアルギヌーサイにおいてトラシュッロスとともに将軍であった者たちに対する軽率な行為の非難があるからである。
Διαγόρας μὲν δὴ καὶ τὸ ἀπʼ αὐτοῦ γένος δόξης ἐς τοσοῦτο ἀφίκοντο·
ディアゴラスと彼の一族は、実にこれほどの高名に達した。
§6.7.8ἐγένοντο δὲ καὶ Ἀλκαινέτῳ τῷ Θεάντου Λεπρεάτῃ καὶ αὐτῷ καὶ τοῖς παισὶν Ὀλυμπικαὶ νῖκαι.
テアントスの子でレプレオン出身のアルカイネトス自身と、その子供たちにも、オリンピアでの勝利があった。
αὐτὸς μέν γε πυκτεύων ὁ Ἀλκαίνετος ἔν τε ἀνδράσι καὶ πρότερον ἔτι ἐπεκράτησεν ἐν παισίν·
アルカイネトス自身は、拳闘士として、男子競技で、またそれよりも以前には少年競技でも勝利した。
Ἑλλάνικον δὲ τὸν Ἀλκαινέτου καὶ Θέαντον ἐπὶ πυγμῇ παίδων ἀναγορευθῆναι τὸν μὲν ἐνάτῃ πρὸς ταῖς ὀγδοήκοντα Ὀλυμπιάδι, τὸν δὲ τῇ ἐφεξῆς ταύτῃ συνέβη τὸν Θέαντον·
そして、アルカイネトスの息子ヘッラニコスとテアントスは、少年拳闘において勝者と布告された。 前者は第八十九回オリンピア期に、後者のテアントスはその次の大会においてであった。
καί σφισιν ἀνδριάντες ἅπασιν ἐν Ὀλυμπίᾳ κεῖνται.
彼ら全員の像がオリンピアに置かれている。
§6.7.9ἐπὶ δὲ τοῦ Ἀλκαινέτου τοῖς υἱοῖς Γνάθων τε Διπαιεὺς τῆς Μαιναλέων χώρας καὶ Λυκῖνος ἕστηκεν Ἠλεῖος·
アルカイネトスの息子たちの近くには、マイナロス地方のディパイア出身のグナトンと、エリスのリュキノスが立っている。
κρατῆσαι δὲ Ὀλυμπίασι πυγμῇ παῖδας ὑπῆρξε καὶ τούτοις.
彼らにとっても、オリンピアの少年拳闘において勝利することが運命づけられていた。
Γνάθωνα δὲ καὶ ἐς τὰ μάλιστα, ὅτε ἐνίκησεν, εἶναι νέον τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησί·
グナトンの碑文は、彼が勝利したとき、彼が極めて若かったと述べている。
Καλλικλέους δὲ τοῦ Μεγαρέως ποίημα ὁ ἀνδριάς ἐστιν.
彼の像は、メガラのカッリクレスの作品である。
§6.7.10ἀνὴρ δὲ ἐκ Στυμφήλου Δρομεὺς ὄνομα, καὶ δὴ καὶ ἔργον τοῦτο ἐπὶ δολίχῳ παρεσχημένος, δύο μὲν ἔσχεν ἐν Ὀλυμπίᾳ νίκας, τοσαύτας δὲ ἄλλας Πυθοῖ καὶ Ἰσθμίων τε τρεῖς καὶ ἐν Νεμέᾳ πέντε.
ステュンパロス出身の男で、名をドロメウスといい、まさしく長距離走においてこの名にふさわしい実績を示したが、彼はオリンピアで二回、ピュトで同数の勝利を得ており、イストミアで三回、ネメアで五回勝利した。
λέγεται δὲ ὡς καὶ κρέας ἐσθίειν ἐπινοήσειε·
彼は、肉を食べることを考案したとも言われている。
τέως δὲ τοῖς ἀθληταῖς σιτία τυρὸν ἐκ τῶν ταλάρων εἶναι.
それまでは、アスリートたちの食事は籠から出されたチーズであった。
τούτου μὲν δὴ Πυθαγόρας τὴν εἰκόνα, τὴν δὲ ἐφεξῆς ταύτῃ, πένταθλον Ἠλεῖον Πυθοκλέα, Πολύκλειτός ἐστιν εἰργασμένος.
彼の像はピュタゴラスが制作し、その隣の、エリスの五種競技者ピュトクレスの像は、ポリュクレイトスが制作したものである。