Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.8.1-6.8.6

达马尔克斯化狼传说与蒂曼特斯之死

第 234 段,共 465 段 · 希腊语

内容简介

介绍在奥林匹亚供奉的各式获胜者雕像,对达马尔克斯化狼的传说表示怀疑,并描述了蒂曼特斯的自焚以及因参与占领阿提卡卫城而遭到处决的蒂马西特奥斯的命运。

§6.8.1Σωκράτους δὲ Πελληνέως δρόμου νίκην ἐν παισὶν εἰληφότος καὶ Ἠλείου Ἀμέρτου καταπαλαίσαντος ἐν Ὀλυμπίᾳ παῖδας, καταπαλαίσαντος δὲ καὶ Πυθοῖ τοὺς ἐλθόντας τῶν ἀνδρῶν, τοῦ μὲν τὸν ποιήσαντα τὴν εἰκόνα οὐ λέγουσι, τὴν δὲ τοῦ Ἀμέρτου Φράδμων ἐποίησεν Ἀργεῖος.
当佩莱内人索克拉特斯在少年径赛中获得胜利,且伊利斯人阿梅尔托斯在奥林匹亚击败少年组角力选手、并在皮托击败参赛的男子组选手时,人们并没有提及前者的雕像制作者,而阿梅尔托斯的雕像则是阿哥斯人弗拉德蒙制作的。
Εὐανορίδᾳ δὲ Ἠλείῳ πάλης ἐν παισὶν ὑπῆρξεν ἔν τε Ὀλυμπίᾳ καὶ Νεμείων νίκη· γενόμενος δὲ Ἑλλανοδίκης ἔγραψε καὶ οὗτος τὰ ὀνόματα ἐν Ὀλυμπίᾳ τῶν νενικηκότων.
伊利斯人埃乌阿诺里达斯在奥林匹亚和尼米亚都获得了少年角力的胜利;他后来担任了裁判官,并在奥林匹亚写下了获胜者的名字。
§6.8.2ἐς δὲ πύκτην ἄνδρα, γένος μὲν Ἀρκάδα ἐκ Παρρασίων, Δάμαρχον δὲ ὄνομα, οὔ μοι πιστὰ ἦν πέρα γε τῆς ἐν Ὀλυμπίᾳ νίκης ὁπόσα ἄλλα ἀνδρῶν ἀλαζόνων ἐστὶν εἰρημένα, ὡς ἐξ ἀνθρώπου μεταβάλοι τὸ εἶδος ἐς λύκον ἐπὶ τῇ θυσίᾳ τοῦ Λυκαίου Διός, καὶ ὡς ὕστερον τούτων ἔτει δεκάτῳ γένοιτο αὖθις ἄνθρωπος.
至于这位来自帕拉西亚的阿卡迪亚裔、名叫达马尔克斯的成年拳击手,除了他在奥林匹亚的胜利之外,那些自大之人所说的其他事情在我看来都是不可信的,比如他在祭祀吕凯奥斯宙斯时如何从人变成了狼,以及在这些事情发生后的第十年他又如何重新变回了人。
οὐ μὴν οὐδὲ ὑπὸ τῶν Ἀρκάδων λέγεσθαί μοι τοῦτο ἐφαίνετο ἐς αὐτόν, ἐλέγετο γὰρ ἂν καὶ ὑπὸ τοῦ ἐπιγράμματος τοῦ ἐν Ὀλυμπίᾳ·
事实上,在我看来,阿卡迪亚人自己也并没有这样传颂他,因为否则的话,奥林匹亚的铭文也会提及此事。
ἔχει γὰρ δὴ οὕτως· " υἱὸς Δινύτα Δάμαρχος τάνδʼ ἀνέθηκεν εἰκόνʼ ἀπʼ Ἀρκαδίας Παρράσιος γενεάν.
铭文实际上是这样写的: “迪纽塔斯之子达马尔克斯,阿卡迪亚帕拉西亚出身,奉献此像。
" τοῦτο μὲν δὴ ἐς τοσοῦτο πεποίηται·
” 这件事就先谈到这里。
§6.8.3Εὐβώτας δὲ ὁ Κυρηναῖος, ἅτε τὴν ἐσομένην οἱ δρόμου νίκην ἐν Ὀλυμπίᾳ παρὰ τοῦ μαντείου τοῦ ἐν Λιβύῃ προπεπυσμένος, τήν τε εἰκόνα ἐπεποίητο πρότερον καὶ ἐπὶ ἡμέρας τῆς αὐτῆς ἀνηγορεύθη τε νικήσας καὶ ἀνέθηκε τὴν εἰκόνα.
库雷内人埃乌博塔斯由于预先从利比亚的神谕处得知了自己在奥林匹亚径赛中即将获得的胜利,因此提前制作了自己的雕像,并在同一天被宣布为获胜者并奉献了该雕像。
λέγεται δὲ ὡς κρατήσειε καὶ ἅρματι ἐπὶ Ὀλυμπιάδος ταύτης ἣ λόγῳ τῷ Ἠλείων ἐστὶ κίβδηλος τῶν ἀγωνοθετησάντων Ἀρκάδων ἕνεκα.
据说他还在那一届奥林匹克运动会上赢得了战车比赛的胜利,而根据伊利斯人的说法,由于那届运动会是由阿卡迪亚人主持的,因那是无效的。
§6.8.4Κλεωναίῳ δὲ Τιμάνθει παγκρατίου λαβόντι ἐν ἀνδράσι στέφανον καὶ Τροιζηνίῳ Βαύκιδι παλαιστὰς καταβαλόντι ἄνδρας, τῷ μὲν τοῦ Ἀθηναίου Μύρωνος, Βαύκιδι δὲ Ναυκύδους ἐστὶν ὁ ἀνδριὰς ἔργον.
至于在男子组潘克拉辛中获得桂冠的克莱奥奈人蒂曼特斯,以及击败男子角力选手的特罗伊岑人巴乌基斯,前者的雕像是阿提卡人米隆的作品,而巴乌基斯的雕像则是纳乌库德斯的作品。
τῷ δὲ Τιμάνθει τὸ τέλος τοῦ βίου συμβῆναί φασιν ἐπὶ αἰτίᾳ τοιᾷδε.
据说蒂曼特斯生命的终结是由于以下原因。
πεπαῦσθαι μὲν ἀθλοῦντα, ἀποπειρᾶσθαι δὲ ὅμως αὐτὸν ἔτι τῆς ἰσχύος, τόξον μέγα ἐπὶ ἑκάστης τείνοντα τῆς ἡμέρας, ἀποδημῆσαί τε δὴ αὐτὸν καὶ ἐπὶ τῷ τόξῳ τηνικαῦτα ἐκλειφθῆναί οἱ τὴν μελέτην·
他已经停止了竞技,但每天仍然通过拉一张大弓来测试自己的力量。 后来他出远门旅行,期间拉弓的练习便中断了。
ὡς δὲ ἐπανήκων οὐχ οἷός τε ἔτι τεῖναι τὸ τόξον ἐγίνετο, πῦρ ἀνακαύσας ἀφίησι ζῶντα ἐς τὴν πυρὰν αὑτόν.
当他回来时,发现自己再也无法拉开那张弓,于是他点燃了一堆火,将自己活活投入了火堆之中。
ὁπόσα δὲ ἤδη τοιαῦτα ἐγένετο ἐν ἀνθρώποις ἢ καὶ ὕστερόν ποτε ἔσται, μανία μᾶλλον ἢ ἀνδρία νομίζοιτο ἂν κατά γε ἐμὴν γνώμην.
在我看来,已经发生在人类身上的、或者未来某一时刻将会发生的此类事情,应当被视为疯狂,而不是勇敢。
§6.8.5μετὰ δὲ τὸν Βαύκιδά εἰσιν ἀθλητῶν Ἀρκάδων εἰκόνες, Εὐθυμένης τε ἐξ αὐτῆς Μαινάλου, νίκας τὴν μὲν ἀνδρῶν πάλης, τὴν δʼ ἔτι πρότερον ἐν παισὶν εἰληφώς, καὶ Ἀζὰν ἐκ Πελλάνας Φίλιππος κρατήσας πυγμῇ παῖδας, καὶ Κριτόδαμος ἐκ Κλείτορος, ἐπὶ πυγμῇ καὶ οὗτος ἀναγορευθεὶς παίδων·
在巴乌基斯之后,是阿卡迪亚运动员的雕像:来自迈纳罗斯本身的埃乌特ュメネス,他曾获得男子角力的胜利,以及更早之前在少年组中的胜利;还有来自佩莱内的阿扎尼亚人菲利普斯,他在少年拳击中获胜;以及来自克莱托尔的克里托达莫斯,他同样在少年拳击中被宣布为胜利者。
τὰς δέ σφισιν εἰκόνας, τὴν μὲν ἐν παισὶ τοῦ Εὐθυμένους Ἄλυπος, τὴν δὲ τοῦ Δαμοκρίτου Κλέων, Φιλίππου δὲ τοῦ Ἀζᾶνος Μύρων τὴν εἰκόνα ἐποίησε.
至于他们的雕像,埃乌特ュメネス少年时代的雕像是阿吕波斯制作的,达莫克里托斯的雕像是克莱翁制作的,阿扎尼亚人菲利普斯的雕像则是米隆制作的。
τὰ δὲ ἐς Πρόμαχον τὸν Δρύωνος παγκρατιαστὴν Πελληνέα προσέσται μοι καὶ ταῦτα τῷ ἐς Ἀχαιοὺς λόγῳ.
关于佩莱内人、德里翁之子、潘克拉辛选手普罗马克斯的事迹,我将在关于阿开亚人的叙述中一并补充。
§6.8.6Προμάχου δὲ οὐ πόρρω Τιμασίθεος ἀνάκειται γένος Δελφός, Ἀγελάδα μὲν ἔργον τοῦ Ἀργείου, παγκρατίου δὲ δύο μὲν ἐν Ὀλυμπίᾳ νίκας, τρεῖς δὲ ἀνῃρημένος Πυθοῖ.
在离普罗马克斯不远的地方,奉献着德尔斐裔的蒂马西特奥斯,这是阿哥斯人阿格拉达斯的作品,他曾在奥林匹亚获得过两次潘克拉辛的胜利,在皮托获得过三次胜利。
καὶ αὐτῷ καὶ ἐν πολέμοις ἐστὶν ἔργα τῇ τε τόλμῃ λαμπρὰ καὶ οὐκ ἀποδέοντα τῇ εὐτυχίᾳ, πλήν γε δὴ τοῦ τελευταίου· τοῦτο δὲ αὐτῷ θάνατον τὸ ἐγχείρημα ἤνεγκεν.
他在战争中也立下了功绩,在勇气上极为显赫,在运气上也毫不逊色,但最后一次尝试除外;而那次冒险给他带来了死亡。
Ἰσαγόρᾳ γὰρ τῷ Ἀθηναίῳ τὴν ἀκρόπολιν τὴν Ἀθηναίων καταλαβόντι ἐπὶ τυραννίδι μετασχὼν τοῦ ἔργου καὶ ὁ Τιμασίθεος—ἐγένετο γὰρ τῶν ἐγκαταληφθέντων ἐν τῇ ἀκροπόλει—θάνατον ζημίαν εὕρετο τοῦ ἀδικήματος παρὰ Ἀθηναίων.
因为当阿提卡人伊萨哥拉斯为了建立独裁统治而占领阿提卡人的卫城时,蒂马西特奥斯也参与了这一行动——因为他是被困在卫城里的人之一——并因此罪行被阿提卡人处以死刑。

词汇与语法注释

  1. 6.8.1τοῦ μὲν — 属格代词/冠词 `τοῦ` 带有小品词 `μὲν`,在语境中指代前文的 `Σωκράτους`。它与后文的 `τὴν δὲ τοῦ Ἀμέρτου`(而阿梅尔托斯的……)形成对比。由于对比关系清晰,`τοῦ` 所限定的隐含名词短语(如 `τὴν εἰκόνα` 或 `τὸν ποιήσαντα`)被省略了。
  2. 6.8.4συμβῆναί φασιν... πεπαῦσθαι... ἀποπειρᾶσθαι... ἀποδημῆσαί... ἐκλειφθῆναι... ὡς δὲ ἐπανήκων οὐχ οἷός τε ἔτι τεῖναι τὸ τόξον ἐγίνετο, πῦρ ἀνακαύσας ἀφίησι — 在由 `φασίν`(据说)引导的间接引语中,连续使用了不定式从句(`συμβῆναι`、`πεπαῦσθαι`、`ἀποπειρᾶσθαι`、`ἀποδημῆσαι`、`ἐκλειφθῆναι`)。然而,在以 `ὡς δὲ ἐπανήκων...`(当他回来时……)开始的从句中,句法突然转变为直陈式限定动词:未完成过去式 `ἐγίνετο` 和历史现在式 `ἀφίησι`,从而形成了破格句法(anacoluthon)。
  3. 6.8.6Ἰσαγόρᾳ γὰρ τῷ Ἀθηναίῳ τὴν ἀκρόπολιν τὴν Ἀθηναίων καταλαβόντι ἐπὶ τυραννίδι μετασχὼν τοῦ ἔργου — 分词 `μετασχὼν`(参与)支配属格宾语 `τοῦ ἔργου`(该行动)。与格名词短语 `Ἰσαγόρᾳ ... καταλαβόντι` 作为与该分词关联的“关联与格”,表示“与为了建立独裁而占领卫城的阿提卡人伊萨哥拉斯共同参与了该行动”。

引用这一段

保萨尼亚斯, 希腊志 §6.8.1-6.8.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.8.1-6.8.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。