§6.6.6ἐπὶ τούτῳ δὲ ἐπιβάλλουσιν οἱ Ἑλλανοδίκαι τῷ Θεαγένει τάλαντον μὲν ἱερὰν ἐς τὸν θεὸν ζημίαν, τάλαντον δὲ βλάβης τῆς ἐς Εὔθυμον, ὅτι ἐπηρείᾳ τῇ ἐς ἐκεῖνον ἐδόκει σφίσιν ἐπανελέσθαι τὸ ἀγώνισμα τῆς πυγμῆς·
このために、競技審判員(ヘルラノディカイ)たちはテアゲネスに、神への神聖な罰金として一タラントンを、またエウテュモスへの損害賠償として一タラントンを科した。 彼がエウテュモスへの嫌がらせから拳闘競技で勝利を得ようとしたと、審判員たちに判断されたからである。
τούτων ἕνεκα καταδικάζουσιν αὐτὸν ἐκτῖσαι καὶ ἰδίᾳ τῷ Εὐθύμῳ χρήματα.
これらの理由から、彼らは彼に対し、私的にもエウテュモスに金銭を支払うよう宣告した。
ἕκτῃ δὲ Ὀλυμπιάδι ἐπὶ ταῖς ἑβδομήκοντα τὸ μὲν τῷ θεῷ τοῦ ἀργυρίου γινόμενον ἐξέτισεν ὁ Θεαγένης, καὶ ἀμειβόμενος αὐτὸν οὐκ ἐσῆλθεν ἐπὶ τὴν πυγμήν·
第七十六回オリンピアードにおいて、テアゲネスは神に支払うべき金銭を支払い、彼に譲るために拳闘には出場しなかった。
καὶ ἐπʼ ἐκείνης τε αὐτῆς καὶ ἐπὶ τῆς μετʼ ἐκείνην Ὀλυμπιάδος τὸν ἐπὶ πυγμῇ στέφανον ἀνείλετο ὁ Εὔθυμος.
そして、まさにそのオリンピアードと、その次のオリンピアードにおいて、エウテュモスが拳闘の冠を獲得した。
ὁ δέ οἱ ἀνδριὰς τέχνη τέ ἐστι Πυθαγόρου καὶ θέας ἐς τὰ μάλιστα ἄξιος.
彼の像はピュタゴラスの作であり、とりわけ見事なものである。
§6.6.7ἐπανήκων δὲ ἐς Ἰταλίαν τότε δὴ ἐμαχέσατο πρὸς τὸν Ἥρω·
その後、彼はイタリアに帰国し、その時に「英雄(ヒーロー)」と戦った。
τὰ δὲ ἐς αὐτὸν εἶχεν οὕτως.
彼に関する事情は次のようであった。
Ὀδυσσέα πλανώμενον μετὰ ἅλωσιν τὴν Ἰλίου κατενεχθῆναί φασιν ὑπὸ ἀνέμων ἔς τε ἄλλας τῶν ἐν Ἰταλίᾳ καὶ Σικελίᾳ πόλεων, ἀφικέσθαι δὲ καὶ ἐς Τεμέσαν ὁμοῦ ταῖς ναυσί·
イリオスの陥落の後、放浪していたオデュッセウスが、風によってイタリアやシケリアの他の都市に流され、船とともにテメサにも到着したと言われている。
μεθυσθέντα οὖν ἐνταῦθα ἕνα τῶν ναυτῶν παρθένον βιάσασθαι καὶ ὑπὸ τῶν ἐπιχωρίων ἀντὶ τούτου καταλευσθῆναι τοῦ ἀδικήματος.
そこで、船乗りの一人が酔っ払って処女を暴行し、その罪の代償として地元の住民たちによって石打ちにされたのである。
§6.6.8Ὀδυσσέα μὲν δὴ ἐν οὐδενὶ λόγῳ θέμενον αὐτοῦ τὴν ἀπώλειαν ἀποπλέοντα οἴχεσθαι, τοῦ καταλευσθέντος δὲ ἀνθρώπου τὸν δαίμονα οὐδένα ἀνιέναι καιρὸν ἀποκτείνοντά τε ὁμοίως τοὺς ἐν τῇ Τεμέσῃ καὶ ἐπεξερχόμενον ἐπὶ πᾶσαν ἡλικίαν, ἐς ὃ ἡ Πυθία τὸ παράπαν ἐξ Ἰταλίας ὡρμημένους φεύγειν Τεμέσαν μὲν ἐκλιπεῖν οὐκ εἴα, τὸν δὲ Ἥρω σφᾶς ἐκέλευσεν ἱλάσκεσθαι τέμενός τε ἀποτεμομένους οἰκοδομήσασθαι ναόν, διδόναι δὲ κατὰ ἔτος αὐτῷ γυναῖκα τῶν ἐν Τεμέσῃ παρθένων τὴν καλλίστην.
オデュッセウスは彼の死をまったく気に留めずに船出して立ち去ってしまったが、石打ちにされた男の怨霊(ダイモーン)は、あらゆる機会を狙ってテメサの人々を無差別に殺害し、あらゆる年齢の者に襲いかかった。 ついにピュティア(デルポイの巫女)は、彼らがイタリアから完全に逃げ出してテメサを放棄することを許さず、むしろその「英雄」を宥め、聖域を区画して神殿を建て、毎年テメサの処女たちの中で最も美しい者を彼に妻として差し出すよう命じた。
§6.6.9τοῖς μὲν δὴ τὰ ὑπὸ τοῦ θεοῦ προστεταγμένα ὑπουργοῦσι δεῖμα ἀπὸ τοῦ δαίμονος ἐς τἄλλα ἦν οὐδέν·
神から命じられたことを実行する人々にとって、その他の点では怨霊からの恐怖は何もなかった。
Εὔθυμος δὲ— ἀφίκετο γὰρ ἐς τὴν Τεμέσαν, καί πως τηνικαῦτα τὸ ἔθος ἐποιεῖτο τῷ δαίμονι—πυνθάνεται τὰ παρόντα σφίσι, καὶ ἐσελθεῖν τε ἐπεθύμησεν ἐς τὸν ναὸν καὶ τὴν παρθένον ἐσελθὼν θεάσασθαι.
しかし、ちょうどその頃テメサに到着し、その怨霊への儀式がどのように行われているかを知ったエウテュモスは、彼らの置かれた状況を尋ね、神殿に入ってその処女を見たいと望んだ。
ὡς δὲ εἶδε, τὰ μὲν πρῶτα ἐς οἶκτον, δεύτερα δὲ ἀφίκετο καὶ ἐς ἔρωτα αὐτῆς·
そして彼女を見たとき、彼は最初に同情を抱き、次いで彼女に対する恋心をも抱くに至った。
καὶ ἡ παῖς τε συνοικήσειν κατώμνυτο αὐτῷ σώσαντι αὐτὴν καὶ ὁ Εὔθυμος ἐνεσκευασμένος ἔμενε τὴν ἔφοδον τοῦ δαίμονος.
少女は、もし彼が自分を救ってくれたなら生涯を共にすると誓い、エウテュモスは武装して怨霊の襲撃を待ち受けた。
§6.6.10ἐνίκα τε δὴ τῇ μάχῃ καὶ —ἐξηλαύνετο γὰρ ἐκ τῆς γῆς—ὁ Ἥρως ἀφανίζεταί τε καταδὺς ἐς θάλασσαν καὶ γάμος τε ἐπιφανὴς Εὐθύμῳ καὶ ἀνθρώποις τοῖς ἐνταῦθα ἐλευθερία τοῦ λοιποῦ σφισιν ἦν ἀπὸ τοῦ δαίμονος.
彼はその戦いに勝利し、その土地から追放された「英雄」は海に没して姿を消した。 そしてエウテュモスには華々しい婚礼が、ここの人々には以後、怨霊からの解放がもたらされた。
ἤκουσα δὲ καὶ τοιόνδε ἔτι ἐς τὸν Εὔθυμον, ὡς γήρως τε ἐπὶ μακρότατον ἀφίκοιτο καὶ ὡς ἀποθανεῖν ἐκφυγὼν αὖθις ἕτερόν τινα ἐξ ἀνθρώπων ἀπέλθοι τρόπον·
私はさらに、エウテュモスについて次のようなことも聞いた。 彼は極めて長寿を保ち、死を免れて、その後は人間たちの世界から何か別の方法で去っていったということである。
οἰκεῖσθαι δὲ τὴν Τεμέσαν καὶ ἐς ἐμὲ ἀνδρὸς ἤκουσα πλεύσαντος κατὰ ἐμπορίαν.
また、私の時代に至るまでテメサに人が住み続けていることを、交易のために航海したある男から聞いた。
§6.6.11τόδε μὲν ἤκουσα, γραφῇ δὲ τοιάδε ἐπιτυχὼν οἶδα·
私はこのように聞いたが、また、次のような絵画に偶然出会って知っている。
ἦν δὲ αὕτη γραφῆς μίμημα ἀρχαίας.
それは古代の絵画を模したものであった。
νεανίσκος Σύβαρις καὶ Κάλαβρός τε ποταμὸς καὶ Λύκα πηγή, πρὸς δὲ ἡρῷόν τε καὶ Τεμέσα ἦν ἡ πόλις, ἐν δέ σφισι καὶ δαίμων ὅντινα ἐξέβαλεν ὁ Εὔθυμος, χρόαν τε δεινῶς μέλας καὶ τὸ εἶδος ἅπαν ἐς τὰ μάλιστα φοβερός, λύκου δὲ ἀμπίσχετο δέρμα ἐσθῆτα·
そこには若者シュバリス、カラブロス川、リュカの泉、さらに英雄廟があり、テメサの街が描かれていた。 また彼らの中に、エウテュモスが追い払ったあの怨霊も描かれており、その肌の色は恐ろしく黒く、その姿全体は極めて恐ろしいもので、衣服として狼の皮をまとっていた。
ἐτίθετο δὲ καὶ ὄνομα Λύκαν τὰ ἐπὶ τῇ γραφῇ γράμματα.
そして絵の上の文字は、彼の名前を「リュカス」と記していた。