§6.7.1ταῦτα μὲν δὴ ἐς τοσοῦτο εἰρήσθω·
关于这些事情,就先说到这里。
μετὰ δὲ τὸν ἀνδριάντα τοῦ Εὐθύμου Πύθαρχός τε ἕστηκε Μαντινεὺς σταδιοδρόμος καὶ πύκτης Ἠλεῖος Χαρμίδης, λαβόντες νίκας ἐπὶ παισί.
在尤西莫斯的雕像之后,立着曼提尼亚的短跑选手皮塔尔科斯和伊利斯的拳击手卡尔米德斯,他们都是在少年组比赛中获得胜利的。
θεασάμενος δὲ καὶ τούτους ἐπὶ τῶν Ῥοδίων ἀθλητῶν ἀφίξῃ τὰς εἰκόνας, Διαγόραν καὶ τὸ ἐκείνου γένος·
在观看了这些之后,你将会来到罗得岛运动员们的雕像前,即迪亚哥拉斯和他的家族。
οἱ δὲ συνεχεῖς τε ἀλλήλοις καὶ ἐν κόσμῳ τοιῷδε ἀνέκειντο, Ἀκουσίλαος μὲν λαβὼν πυγμῆς ἐν ἀνδράσι στέφανον, Δωριεὺς δὲ ὁ νεώτατος παγκρατίῳ νικήσας Ὀλυμπιάσιν ἐφεξῆς τρισί.
他们彼此相邻,以如下顺序供奉着:阿库西劳斯获得了男子组拳击的桂冠,而最年轻的多里厄斯则在连续三届奥林匹克运动会上赢得了潘克拉辛(全能格斗)的冠军。
πρότερον δὲ ἔτι τοῦ Δωριέως ἐκράτησε καὶ Δαμάγητος τοὺς ἐσελθόντας ἐς τὸ παγκράτιον.
但在多里厄斯之前,达马格托斯就已经击败了所有参加潘克拉辛比赛的选手。
§6.7.2οὗτοι μὲν ἀδελφοί τέ εἰσι καὶ Διαγόρου παῖδες, ἐπὶ δὲ αὐτοῖς κεῖται καὶ ὁ Διαγόρας, πυγμῆς ἐν ἀνδράσιν ἀνελόμενος νίκην·
他们是兄弟,也都是迪亚哥拉斯的儿子,在他们旁边也放着迪亚哥拉斯本人的雕像,他曾获得男子组拳击的胜利。
τοῦ Διαγόρου δὲ τὴν εἰκόνα Μεγαρεὺς εἰργάσατο Καλλικλῆς Θεοκόσμου τοῦ ποιήσαντος τὸ ἄγαλμα ἐν Μεγάροις τοῦ Διός.
迪亚哥拉斯的雕像是由麦加拉人卡利克莱斯制作的,他是曾在麦加拉制作宙斯神像的塞奥科斯莫斯的儿子。
Διαγόρου δὲ καὶ οἱ τῶν θυγατέρων παῖδες πύξ τε ἤσκησαν καὶ ἔσχον Ὀλυμπικὰς νίκας, ἐν μὲν ἀνδράσιν Εὐκλῆς Καλλιάνακτός τε ὢν καὶ Καλλιπατείρας τῆς Διαγόρου, Πεισίροδος δὲ ἐν παισίν, ὃν ἡ μήτηρ ἀνδρὸς ἐπιθεμένη γυμναστοῦ σχῆμα ἐπὶ τῶν Ὀλυμπίων αὐτὴ τὸν ἀγῶνα ἤγαγεν·
迪亚哥拉斯的女儿们的孩子们也练习拳击并获得了奥林匹克胜利:在男子组中,有卡利阿纳克斯与迪亚哥拉斯之女卡利帕泰拉的儿子欧克莱斯;而在少年组中,有佩西罗多斯,他的母亲曾化装成男教练,亲自带他参加了奥林匹克运动会的比赛。
§6.7.3οὗτος δὲ ὁ Πεισίροδος καὶ ἐν τῇ Ἄλτει παρὰ τῆς μητρὸς τὸν πατέρα ἕστηκε.
这位佩西罗多斯在阿尔提斯神域里也立在外祖父的旁边。
Διαγόραν δὲ καὶ ὁμοῦ τοῖς παισὶν Ἀκουσιλάῳ καὶ Δαμαγήτῳ λέγουσιν ἐς Ὀλυμπίαν ἐλθεῖν· νικήσαντες δὲ οἱ νεανίσκοι διὰ τῆς πανηγύρεως τὸν πατέρα ἔφερον βαλλόμενόν τε ὑπὸ τῶν Ἑλλήνων ἄνθεσι καὶ εὐδαίμονα ἐπὶ τοῖς παισὶ καλούμενον.
据说迪亚哥拉斯曾与他的儿子阿库西劳斯和达马格托斯一同来到奥林匹亚;当年轻人们获胜时,他们抬着父亲穿过节日集会的人群,希腊人向他投掷鲜花,并因他的孩子们而称他为幸福的人。
γένος δὲ ὁ Διαγόρας τὸ ἐξ ἀρχῆς Μεσσήνιος πρὸς γυναικῶν ἦν καὶ ἀπὸ τῆς Ἀριστομένους ἐγεγόνει θυγατρός.
迪亚哥拉斯按女系追溯最初是美塞尼亚后裔,是阿里斯托墨涅斯女儿的后代。
§6.7.4Δωριεῖ δὲ τῷ Διαγόρου παρὲξ ἢ Ὀλυμπίασιν Ἰσθμίων μὲν γεγόνασιν ὀκτὼ νῖκαι, Νεμείων δὲ ἀποδέουσαι μιᾶς ἐς τὰς ὀκτώ· λέγεται δὲ καὶ ὡς Πύθια ἀνέλοιτο ἀκονιτί.
对于迪亚哥拉斯之子多里厄斯来说,除了在奥林匹亚之外,他还获得了八次地峡运动会的胜利,以及在尼米亚获得仅差一次满八次的胜利;据说他还在皮提亚运动会上不战而胜。
ἀνηγορεύοντο δὲ οὗτός τε καὶ ὁ Πεισίροδος Θούριοι, διωχθέντες ὑπὸ τῶν ἀντιστασιωτῶν ἐκ τῆς Ῥόδου καὶ ἐς Ἰταλίαν παρὰ Θουρίους ἀπελθόντες.
他和佩西罗多斯都被宣布为苏里伊人,因为他们被政敌逐出罗得岛,前往意大利投奔苏里伊人。
χρόνῳ δὲ ὕστερον κατῆλθεν ὁ Δωριεὺς ἐς Ῥόδον· καὶ φανερώτατα δὴ ἁπάντων ἀνὴρ εἷς φρονήσας οὗτος τὰ Λακεδαιμονίων φαίνεται, ὥστε καὶ ἐναυμάχησεν ἐναντία Ἀθηναίων ναυσὶν οἰκείαις, ἐς ὃ τριήρων ἁλοὺς Ἀττικῶν ἀνήχθη ζῶν παρὰ Ἀθηναίους.
一段时间后,多里厄斯回到了罗得岛;他显然是所有人中唯一一个极其坚定地支持拉刻代蒙立场的人,以至于他甚至用自己的船只与阿派那人进行海战,直到最后被阿提卡的战船俘虏,并被活捉送往阿派那。
§6.7.5οἱ δὲ Ἀθηναῖοι πρὶν μὲν ἢ Δωριέα παρὰ σφᾶς ἀναχθῆναι θυμῷ τε ἐς αὐτὸν καὶ ἀπειλαῖς ἐχρῶντο· ὡς δὲ ἐς ἐκκλησίαν συνελθόντες ἄνδρα οὕτω μέγαν καὶ δόξης ἐς τοσοῦτο ἥκοντα ἐθεάσαντο ἐν σχήματι αἰχμαλώτου, μεταπίπτει σφίσιν ἐς αὐτὸν ἡ γνώμη καὶ ἀπελθεῖν ἀφιᾶσιν οὐδὲ ἔργον οὐδὲν ἄχαρι ἐργάζονται, παρόν σφισι πολλά τε καὶ σὺν τῷ δικαίῳ δρᾶσαι.
在多里厄斯被带到他们面前之前,阿派那人对他充满了愤怒和威胁;但当他们在公民大会上聚集,看到这样一位伟大、享有如此高声誉的男子以俘虏的姿态出现时,他们对他的看法发生了转变,允许他离去,没有对他做出任何粗暴的行为,尽管他们有充分的理由和权利对他采取许多行动。
§6.7.6τὰ δὲ ἐς τοῦ Δωριέως τὴν τελευτήν ἐστιν ἐν τῇ συγγραφῇ τῇ Ἀτθίδι Ἀνδροτίωνι εἰρημένα, εἶναι μὲν τηνικαῦτα ἐν Καύνῳ τὸ βασιλέως ναυτικὸν καὶ Κόνωνα ἐπʼ αὐτῷ στρατηγόν, Ῥοδίων δὲ τὸν δῆμον πεισθέντα ὑπὸ τοῦ Κόνωνος ἀπὸ Λακεδαιμονίων μεταβαλέσθαι σφᾶς ἐς τὴν βασιλέως καὶ Ἀθηναίων συμμαχίαν, Δωριέα δὲ ἀποδημεῖν μὲν τότε ἐκ Ῥόδου περὶ τὰ ἐντὸς Πελοποννήσου χωρία, συλληφθέντα δὲ ὑπὸ ἀνδρῶν Λακεδαιμονίων αὐτὸν καὶ ἀναχθέντα ἐς Σπάρτην ἀδικεῖν τε ὑπὸ Λακεδαιμονίων καταγνωσθῆναι καὶ ἐπιβληθῆναί οἱ θάνατον ζημίαν.
关于多里厄斯之死,在安德罗提翁的《阿提卡史》中是这样记载的:当时在考诺斯有波斯国王的海军,康侬担任其统帅;罗得岛的民众在康侬的说服下,从支持拉刻代蒙人转而与波斯国王和阿派那人结盟。 此时,多里厄斯正离开罗得岛,在伯罗奔尼撒半岛内陆地区活动;他被拉刻代蒙人逮捕并送往斯巴达,拉刻代蒙人判定他犯有罪行,并判处他死刑。
§6.7.7εἰ δὲ τὸν ὄντα εἶπεν Ἀνδροτίων λόγον, ἐθέλειν μοι φαίνεται Λακεδαιμονίους ἐς τὸ ἴσον ἔτι Ἀθηναίοις καταστῆσαι, ὅτι καὶ Ἀθηναίοις ἐς Θράσυλλον καὶ τοὺς ἐν Ἀργινούσαις ὁμοῦ τῷ Θρασύλλῳ στρατηγήσαντας προπετείας ἐστὶν ἔγκλημα.
如果安德罗提翁说的是实话,在我看来,他似乎是想让拉刻代蒙人也和阿派那人平起平坐,因为阿派那人同样面临着因对色拉西洛斯以及在阿吉纽西与色拉西洛斯共同担任将军的人的轻率判决而受到的指控。
Διαγόρας μὲν δὴ καὶ τὸ ἀπʼ αὐτοῦ γένος δόξης ἐς τοσοῦτο ἀφίκοντο·
迪亚哥拉斯和他的一族,确实达到了如此显赫的名望。
§6.7.8ἐγένοντο δὲ καὶ Ἀλκαινέτῳ τῷ Θεάντου Λεπρεάτῃ καὶ αὐτῷ καὶ τοῖς παισὶν Ὀλυμπικαὶ νῖκαι.
塞安托斯之子、雷普列昂人阿尔凯内托斯本人及其子嗣,也都曾获得过奥林匹克胜利。
αὐτὸς μέν γε πυκτεύων ὁ Ἀλκαίνετος ἔν τε ἀνδράσι καὶ πρότερον ἔτι ἐπεκράτησεν ἐν παισίν·
阿尔凯内托斯本人作为拳击手,不仅在男子组中,在此之前也曾在少年组中获胜。
Ἑλλάνικον δὲ τὸν Ἀλκαινέτου καὶ Θέαντον ἐπὶ πυγμῇ παίδων ἀναγορευθῆναι τὸν μὲν ἐνάτῃ πρὸς ταῖς ὀγδοήκοντα Ὀλυμπιάδι, τὸν δὲ τῇ ἐφεξῆς ταύτῃ συνέβη τὸν Θέαντον· καί σφισιν ἀνδριάντες ἅπασιν ἐν Ὀλυμπίᾳ κεῖνται.
而阿尔凯内托斯的儿子赫拉尼克斯和塞安托斯被宣布在少年组拳击中获胜,前者是在第八十九届奥林匹克运动会上,而后者塞安托斯则是在紧随其后的一届;他们的雕像都立在奥林匹亚。
§6.7.9ἐπὶ δὲ τοῦ Ἀλκαινέτου τοῖς υἱοῖς Γνάθων τε Διπαιεὺς τῆς Μαιναλέων χώρας καὶ Λυκῖνος ἕστηκεν Ἠλεῖος· κρατῆσαι δὲ Ὀλυμπίασι πυγμῇ παῖδας ὑπῆρξε καὶ τούτοις.
在阿尔凯内托斯诸子的旁边,立着迈纳罗斯地区迪派亚的格纳松以及伊利斯人吕基诺斯;他们同样也在奥林匹亚少年组拳击中获得了胜利。
Γνάθωνα δὲ καὶ ἐς τὰ μάλιστα, ὅτε ἐνίκησεν, εἶναι νέον τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησί· Καλλικλέους δὲ τοῦ Μεγαρέως ποίημα ὁ ἀνδριάς ἐστιν.
关于格纳松的铭文说他在获胜时非常年轻;他的雕像是麦加拉人卡利克莱斯的作。
§6.7.10ἀνὴρ δὲ ἐκ Στυμφήλου Δρομεὺς ὄνομα, καὶ δὴ καὶ ἔργον τοῦτο ἐπὶ δολίχῳ παρεσχημένος, δύο μὲν ἔσχεν ἐν Ὀλυμπίᾳ νίκας, τοσαύτας δὲ ἄλλας Πυθοῖ καὶ Ἰσθμίων τε τρεῖς καὶ ἐν Νεμέᾳ πέντε.
有一位来自斯廷法罗斯的名叫德罗美乌斯的男子,他确实在长跑中展现了名副其实的功绩,他在奥林匹亚获得过两次胜利,在皮托获得过同样次数的胜利,在地峡运动会上获得过三次,在尼米亚获得过五次。
λέγεται δὲ ὡς καὶ κρέας ἐσθίειν ἐπινοήσειε· τέως δὲ τοῖς ἀθληταῖς σιτία τυρὸν ἐκ τῶν ταλάρων εἶναι.
据说,他是第一个想到要吃肉的人;而在此之前,运动员的日常伙食主要是从藤篮中取出的乳酪。
τούτου μὲν δὴ Πυθαγόρας τὴν εἰκόνα, τὴν δὲ ἐφεξῆς ταύτῃ, πένταθλον Ἠλεῖον Πυθοκλέα, Πολύκλειτός ἐστιν εἰργασμένος.
他的雕像是皮塔戈拉斯制作的,而在它旁边的雕像——代表着伊利斯人、五项全能运动员皮托克莱斯——则是波留克列特斯的作品。