§6.6.1τούτῳ μὲν ἐνταῦθα ἐγένετο ἡ τελευτή·
プーリュダマスの生涯はそこ(洞窟)でこのようにして最期を迎えた。
ἐν δὲ Ὀλυμπίᾳ παρὰ τοῦ Πουλυδάμαντος τὸν ἀνδριάντα δύο τε ἐκ τῆς Ἀρκάδων καὶ Ἀττικὸς ὁ τρίτος ἕστηκεν ἀθλητής.
一方、オリンピアのプーリュダマスの像の傍らには、アルカディア出身の二人の選手と、アッティカ出身の三人目の選手が立っている。
τὸν μὲν δὴ Μαντινέα Πρωτόλαον Διαλκοῦς πυγμῇ παῖδας κρατήσαντα ὁ Ῥηγῖνος Πυθαγόρας, Ναρυκίδαν δὲ τὸν Δαμαρέτου παλαιστὴν ἄνδρα ἐκ Φιγαλίας Σικυώνιος Δαίδαλος, Καλλίᾳ δὲ Ἀθηναίῳ παγκρατιαστῇ τὸν ἀνδριάντα ἀνὴρ Ἀθηναῖος Μίκων ἐποίησεν ὁ ζωγράφος.
すなわち、拳闘で少年たちの部で勝利したマンティネイアのディアルコスの息子プロトラオスの像はレギオンのピュタゴラスが(作り)、ピガリア出身のレスリングの成年男子の部での勝者、ダマレトスの息子ナリュキダスの像はシキュオンのダイダロスが(作り)、アテナイのパンクラティオン選手カリアスのための像は、アテナイ人である画家のミコンが作った。
Νικοδάμου δὲ ἔργον τοῦ Μαιναλίου παγκρατιαστής ἐστιν ἐκ Μαινάλου, δύο νίκας ἐν ἀνδράσιν ἀνελόμενος, Ἀνδροσθένης Λοχαίου.
また、マイナロス出身の彫刻家ニコダモスの作品は、マイナロス出身のパンクラティオン選手で、成年男子の部で2回の勝利を収めた、ロカイオスの息子アンドロステネスの(像である)。
§6.6.2ἐπὶ δὲ τούτοις Εὐκλῆς ἀνάκειται Καλλιάνακτος, γένος μὲν Ῥόδιος, οἴκου δὲ τοῦ Διαγοριδῷν·
これらの像の次には、カリアナクスの息子エウクレスの像が捧げられている。 彼はロードス出身で、ディアゴラスの一族の者である。
θυγατρὸς γὰρ Διαγόρου παῖς ἦν, ἐν δὲ ἀνδράσι πυγμῆς ἔσχεν Ὀλυμπικὴν νίκην.
というのも、彼はディアゴラスの娘の息子であり、成年男子の部の拳闘でオリンピアの勝利を得たからである。
τούτου μὲν δὴ ἡ εἰκὼν Ναυκύδους ἐστὶν ἔργον·
彼の肖像(像)はナウキュデスの作品である。
Πολύκλειτος δὲ Ἀργεῖος, οὐχ ὁ τῆς Ἥρας τὸ ἄγαλμα ποιήσας, μαθητὴς δὲ Ναυκύδους, παλαιστὴν παῖδα εἰργάσατο Θηβαῖον Ἀγήνορα.
一方、アルゴス人のポリュクレイトス(ヘラ神殿の神像を作ったあの者ではなく、ナウキュデスの弟子である者)は、テーバイ出身の少年のレスリング選手アゲノル(の像)を制作した。
ἀνετέθη δὲ ἡ εἰκὼν ὑπὸ τοῦ Φωκέων κοινοῦ·
この像はフォキス人の同盟によって奉納された。
Θεόπομπος γὰρ ὁ πατὴρ τοῦ Ἀγήνορος πρόξενος τοῦ ἔθνους ἦν αὐτῶν.
なぜなら、アゲノルの父テオポンポスが、彼らの民族のプロクセノスであったからである。
§6.6.3Νικόδαμος δὲ ὁ πλάστης ὁ ἐκ Μαινάλου Δαμοξενίδαν ἄνδρα πύκτην ἐποίησεν ἐκ Μαινάλου.
マイナロス出身の彫刻家ニコダモスは、マイナロス出身の成年男子の拳闘選手ダモクセニダス(の像)を作った。
ἕστηκε δὲ καὶ Λαστρατίδα παιδὸς εἰκὼν Ἠλείου, πάλης ἀνελομένου στέφανον·
また、エリース出身の少年ラストラティダスの像も立っており、彼はレスリングで(オリーブの)冠を勝ち取った。
ἐγένετο δὲ αὐτῷ καὶ Νεμείων ἔν τε παισὶ καὶ ἀγενείων ἑτέρα νίκη.
彼にはさらに、ネメア競技会において少年たちの部と無髭の若者の部で別の勝利もあった。
Παραβάλλοντι δὲ τῷ Λαστρατίδα πατρὶ ὑπῆρξε μὲν διαύλου παρελθεῖν δρόμῳ, ὑπελίπετο δὲ καὶ ἐς τοὺς ἔπειτα φιλοτιμίαν, τῶν νικησάντων Ὀλυμπίασι τὰ ὀνόματα ἀναγράψας ἐν τῷ γυμνασίῳ τῷ ἐν Ὀλυμπίᾳ.
ラストラティダスの父パラバロンには、中距離競走(ディアウロス)の競走で勝利を収めたことがあり、さらに彼は、オリンピアで勝利した人々の名前をオリンピアのギムナシオンに記録させることで、後世の人々に向けた名誉の追求の証を残した。
§6.6.4τὰ μὲν δὴ ἐς τούτους εἶχεν οὕτω·
さて、これらの者に関する事柄はこのようであった。
τὰ δὲ ἐς Εὔθυμον τὸν πύκτην, οὔ με εἰκὸς ὑπερβαίνειν ἦν τὰ ἐς τὰς νίκας αὐτῷ καὶ τὰ ἐς δόξαν ὑπάρχοντα τὴν ἄλλην.
しかし、拳闘選手エウテュモスに関する事柄については、彼が得た勝利やその他の栄誉に関する事柄を、私が言及せずに通り過ぎることは妥当ではなかった。
γένος μὲν δὴ ἦν ὁ Εὔθυμος ἐκ τῶν ἐν Ἰταλίᾳ Λοκρῶν, οἳ χώραν τὴν πρὸς τῷ Ζεφυρίῳ τῇ ἄκρᾳ νέμονται, πατρὸς δὲ ἐκαλεῖτο Ἀστυκλέους·
エウテュモスはイタリアのロクリ(ゼピュリオン岬の近くの地を領有している人々)の出身であり、父親はアステュクレスと呼ばれていた。
εἶναι δὲ αὐτὸν οὐ τούτου, ποταμοῦ δὲ οἱ ἐπιχώριοι τοῦ Καικίνου φασίν, ὃς τὴν Λοκρίδα καὶ Ῥηγίνην ὁρίζων τὸ ἐς τοὺς τέττιγας παρέχεται θαῦμα.
しかし地元の住民たちは、彼がアステュクレスの息子ではなく、カイキノス川(ロクリス地方とレギオン地方の境界をなしており、セミに関する奇妙な現象を引き起こす川)の息子であると言っている。
οἱ μὲν γὰρ τέττιγες οἱ ἐντὸς τῆς Λοκρίδος ἄχρι τοῦ Καικίνου κατὰ τὰ αὐτὰ τοῖς ἄλλοις τέττιξιν ᾄδουσι· διαβάντων δὲ τὸν Καικίνην οὐδεμίαν ἔτι οἱ ἐν τῇ Ῥηγίνῃ τέττιγες ἀφιᾶσι τὴν φωνήν.
というのも、ロクリス側の、カイキノス川に至るまでのセミたちは、他のセミたちと同様に鳴くが、カイキノス川を渡ると、レギオン側のセミたちはもはやいかなる声も発しないからである。
§6.6.5τούτου μὲν δὴ παῖδα εἶναι λέγεται τὸν Εὔθυμον·
エウテュモスはこの川の息子であると言われている。
ἀνελομένῳ δέ οἱ πυγμῆς ἐν Ὀλυμπίᾳ νίκην τετάρτῃ πρὸς ταῖς ἑβδομήκοντα Ὀλυμπιάδι οὐ κατὰ τὰ αὐτὰ ἐς τὴν ἐπιοῦσαν Ὀλυμπιάδα ἔμελλε χωρήσειν·
彼は、第74回オリンピアードにおいて拳闘の勝利を収めたが、次のオリンピアードにおいては同様に事が運ぶことにはならなかった。
Θεαγένης γὰρ ὁ Θάσιος Ὀλυμπιάδι ἐθέλων τῇ αὐτῇ πυγμῆς τε ἀνελέσθαι καὶ παγκρατίου νίκας ὑπερεβάλετο πυκτεύων τὸν Εὔθυμον, οὐ μὴν οὐδὲ ὁ Θεαγένης ἐπὶ τῷ παγκρατίῳ λαβεῖν ἐδυνήθη τὸν κότινον ἅτε προκατεργασθεὶς τῇ μάχῃ πρὸς τὸν Εὔθυμον.
なぜなら、タソス出身のテアゲネスが、同じオリンピアードにおいて拳闘とパンクラティオンの両方の勝利を勝ち取ることを望んで、拳闘でエウテュモスを打ち破ったからである。 それでもやはり、テアゲネスもまた、パンクラティオンにおいて冠を得ることはできなかった。 彼はエウテュモスとの戦いによってあらかじめ体力を消耗しきっていたからである。