Humanitext Reader

パウサニアス · ギリシア案内記 §6.5.1-6.5.9

巨漢プーリュダマスの像とその怪力と最期

230 / 465 箇所 · ギリシア語

要旨

リュシッポス作の巨漢プーリュダマスの像について述べ、彼の祖国スコトウッサの滅亡の歴史、および彼のライオン退治や牡牛の蹄引き抜き、ペルシア王の前での決闘などの伝説的な怪力と、洞窟崩壊時に自らの力を過信して圧死した最期を語る。

§6.5.1ὁ δὲ ἐπὶ τῷ βάθρῳ τῷ ὑψηλᾷ Λυσίππου μέν ἐστιν ἔργον, μέγιστος δὲ ἁπάντων ἐγένετο ἀνθρώπων πλὴν τῶν ἡρώων καλουμένων καὶ εἰ δή τι ἄλλο ἦν πρὸ τῶν ἡρώων θνητὸν γένος·
高い台座の上の像はリュシッポスの作品であり、彼は、いわゆる英雄たちや、あるいは英雄たち以前に存在したかもしれない何らかの他の人間の死すべき種族を除けば、すべての人間の中で最も体躯が大きかった。
ἀνθρώπων δὲ τῶν καθʼ ἡμᾶς οὗτός ἐστιν ὁ μέγιστος Πουλυδάμας Νικίου.
我々の時代の人間の中で、彼、ニキアスの息子プーリュダマスが最大である。
§6.5.2Σκοτοῦσσα δὲ ἡ τοῦ Πουλυδάμαντας πατρὶς οὐκ ᾠκεῖτο ἔτι ἐφʼ ἡμῶν·
プーリュダマスの祖国スコトウッサは、我々の時代にはもはや人が住んでいなかった。
Ἀλέξανδρος γὰρ τὴν πόλιν ὁ Φεραίων τυραννήσας κατέλαβεν ἐν σπονδαῖς, καὶ Σκοτουσσαίων τούς τε ἐς τὸ θέατρον συνειλεγμένους—ἔτυχε γάρ σφισι καὶ ἐκκλησία τηνικαῦτα οὖσα—τούτους τε ἅπαντας κατηκόντισε, πελτασταῖς ἐν κύκλῳ περισχὼν καὶ τοξόταις, καὶ τὸ ἄλλο ὅσον ἐν ἡλικίᾳ κατεφόνευσε, γυναῖκας δὲ ἀπέδοτο καὶ παῖδας, μισθὸν εἶναι τὰ χρήματα τοῖς ξένοις.
というのも、フェライの僭主アレクサンドロスが、休戦中にこの都市を占領し、スコトウッサ人のうち劇場に集まっていた人々(たまたま彼らにとってその時、民会が開かれていたのである)全員を、軽装歩兵と弓兵で周囲を包囲して投げ槍で射殺し、その他の大人の男子の年齢のものすべてを虐殺し、女性と子供を売り飛ばし、その金を傭兵たちの給与としたからである。
§6.5.3αὕτη Σκοτουσσαίοις ἡ συμφορὰ Φρασικλείδου μὲν Ἀθήνῃσιν ἐγένετο ἄρχοντος, δευτέρᾳ δὲ Ὀλυμπιάδι ἐπὶ ταῖς ἑκατόν, ἣν Δάμων Θούριος ἐνίκα τὸ δεύτερον, ταύτης ἔτει δευτέρῳ τῆς Ὀλυμπιάδος.
スコトウッサ人に対するこの災厄は、アテナイでプラシクレイデスが執政官であったとき、第102回オリンピアード(トゥリオイのダモンが2回目の勝利を収めた大会)の第2年に起こった。
καὶ ὀλίγον τε ἔμενε τὸ διαφυγὸν τῶν Σκοτουσσαίων καὶ αὖθις ὑπὸ ἀσθενείας ἐξέλιπον καὶ οὗτοι τὴν πόλιν, ὅτε καὶ τοῖς πᾶσιν Ἕλλησι προσπταῖσαι δεύτερα ἐν τῷ πρὸς Μακεδόνας πολέμῳ παρεσκεύασεν ὁ δαίμων.
そしてスコトウッサ人の逃げ延びた人々はわずかで、彼らもまた後に衰退によって都市を去り、その時、神意はマケドニア人との戦争において全ギリシア人に2度目のつまずきを経験させる準備をしたのである。
§6.5.4παγκρατίου μὲν δὴ καὶ ἄλλοις ἤδη γεγόνασιν ἐπιφανεῖς νῖκαι·
パンクラティオンにおいては、すでに他の人々にも輝かしい勝利があった。
Πουλυδάμαντι δὲ τάδε ἀλλοῖα παρὰ τοὺς ἐπὶ τῷ παγκρατίῳ στεφάνους ὑπάρχοντά ἐστιν.
しかしプーリュダマスには、パンクラティオンでの冠に加えて、次のような特異な事績が備わっている。
ἡ ὀρεινὴ τῆς Θρᾴκης, ἡ ἔνδον Νέστου ποταμοῦ τοῦ ῥέοντος διὰ τῆς Ἀβδηριτῶν, καὶ ἄλλα θηρία, ἐν δὲ αὐτοῖς παρέχεται καὶ λέοντας, οἳ καὶ τῷ στρατῷ ποτε ἐπιθέμενοι τῷ Ξέρξου τὰς ἀγούσας καμήλους τὰ σιτία ἐλυμήναντο.
アブデラ人の地を流れるネストス川の内側にあるトラキアの山岳地帯は、他の野生動物も生息しているが、その中にはライオンも生息させており、かつて彼らはクセ入クセスの軍隊を襲い、食料を運んでいたラクダたちを襲ったことがある。
§6.5.5οὗτοι πολλάκις οἱ λέοντες καὶ ἐς τὴν περὶ τὸν Ὄλυμπον πλανῶνται χώραν·
これらのライオンはしばしばオリンポス周辺の地方にも迷い込む。
τούτου δὲ τοῦ ὄρους ἡ μὲν ἐς Μακεδονίαν πλευρά, ἡ δὲ ἐπὶ Θεσσαλοὺς καὶ τὸν ποταμὸν τέτραπται τὸν Πηνειόν·
この山の、一方はマケドニア側に、もう一方はテッサリア人とペネイオス川の方を向いている。
ἐνταῦθα ὁ Πουλυδάμας λέοντα ἐν τῷ Ὀλύμπῳ, μέγα καὶ ἄλκιμον θηρίον, κατειργάσατο οὐδενὶ ἐσκευασμένος ὅπλῳ.
ここでプーリュダマスはオリンポス山において、巨大で獰猛な獣であるライオンを、いかなる武器も身につけずに退治した。
προήχθη δὲ ἐς τὸ τόλμημα φιλοτιμίᾳ πρὸς τὰ Ἡρακλέους ἔργα, ὅτι καὶ Ἡρακλέα ἔχει λόγος κρατῆσαι τοῦ ἐν Νεμέᾳ λέοντος.
彼がこの不敵な行為に駆り立てられたのは、ヘラクレスの事績に対する競争心からであった。 なぜなら、ヘラクレスもネメアのライオンを制圧したという話があるからである。
§6.5.6ἕτερον δὲ ἐπὶ τούτῳ θαῦμα ὑπελίπετο ὁ Πουλυδάμας ἐς μνήμην·
これに加えて、プーリュダマスは記憶に値するもう一つの驚異を残した。
ἐς ἀγέλην ἐσελθὼν βοῶν τὸν μέγιστον καὶ ἀγριώτατον ταῦρον λαβὼν τοῦ ἑτέρου τῶν ὄπισθεν ποδῶν τὰς χηλὰς κατεῖχεν ἄκρας, καὶ πηδῶντα καὶ ἐπειγόμενον οὐκ ἀνίει, πρίν γε δὴ ὁ ταῦρος ὀψέ ποτε καὶ ἐς ἅπαν ἀφικόμενος βίας ἀπέφυγεν ἀφεὶς ταύτῃ τῷ Πουλυδάμαντι τὰς χηλάς.
彼は牛の群れに入り、最も大きく最も凶暴な牡牛を捕らえると、後ろの足の一方の蹄の先端を掴んで引き留め、牛が飛び跳ねて逃げようとしても、ついに牡牛が力尽きて力一杯抵抗した挙句、その蹄をプーリュダマスに掴まれたまま残して逃げ去るまで、決して離さなかった。
λέγεται δὲ καὶ ὡς ἄνδρα ἡνίοχον ἐλαύνοντα σπουδῇ τὸ ἅρμα ἐπέσχε τοῦ πρόσω·
また、彼は馬車を急いで走らせていた御者を前方へ進ませないよう引き留めたとも言われている。
λαβόμενος γὰρ τῇ ἑτέρᾳ τῶν χειρῶν ὄπισθε τοῦ ἅρματος, ὁμοῦ καὶ τοὺς ἵππους πεδήσας καὶ τὸν ἡνίοχον εἶχε.
というのも、彼は片手で馬車の後部を掴み、同時に馬たちを立ち往生させ、御者をも引き留めたからである。
§6.5.7Δαρεῖος δὲ Ἀρταξέρξου παῖς νόθος, ὃς ὁμοῦ τῷ Περσῶν δήμῳ Σόγδιον καταπαύσας παῖδα Ἀρταξέρξου γνήσιον ἔσχεν ἀντʼ ἐκείνου τὴν ἀρχήν, οὗτος ὡς ἐβασίλευσεν ὁ Δαρεῖος—ἐπυνθάνετο γὰρ τοῦ Πουλυδάμαντος τὰ ἔργα—, πέμπων ἀγγέλους ὑπισχνούμενος δῶρα ἀνέπεισεν αὐτὸν ἐς Σοῦσά τε καὶ ἐς ὄψιν ἀφικέσθαι τὴν αὑτοῦ.
アルタクセルクセスの庶子で、ペルシアの民衆とともにソグディアノスを退けて、アルタクセルクセスの嫡子に代わって支配権を握ったダレイオスは、このダレイオスが王位についたとき(彼はプーリュダマスの事績を聞き知っていたので)、使者を送り贈り物を約束して、彼をスサに、そして自分に謁見させるよう説得した。
ἔνθα δὴ κατὰ πρόκλησιν Περσῶν ἄνδρας τῶν καλουμένων ἀθανάτων ἀριθμὸν τρεῖς ἀθρόους οἱ μονομαχήσαντας ἀπέκτεινεν.
そこで彼はペルシア人の挑戦に応じて、いわゆる不死の隊員と呼ばれる男たちのうち3人を同時に、一騎打ちで殺害した。
ἔργων δὲ τῶν κατειλεγμένων οἱ τὰ μὲν ἐπὶ τῷ βάθρῳ τοῦ ἀνδριάντος ἐν Ὀλυμπίᾳ, τὰ δὲ καὶ δηλούμενά ἐστιν ὑπὸ τοῦ ἐπιγράμματος.
これら列挙された事績のうち、あるものはオリンピアにある彼の銅像の台座に、あるものは碑文によっても示されている。
§6.5.8ἔμελλε δὲ ἄρα τὸ ὑπὸ Ὁμήρου προθεσπισθὲν ἄλλους τε τῶν φρονησάντων ἐπὶ ἰσχύι καὶ Πουλυδάμαντα ἐπιλήψεσθαι, καὶ ὑπὸ τῆς αὑτοῦ ῥώμης ἔμελλεν ἀπολεῖσθαι καὶ οὗτος.
だが、ホメロスによって予言されていたこと、すなわち力に傲る他の人々を襲った運命が、プーリュダマスをも襲うことになり、彼もまた自身の力ゆえに滅びる運命にあった。
ἐς σπήλαιον γὰρ οἵ τε ἄλλοι τῶν συμποτῶν καὶ ὁ Πουλυδάμας ἐσῆλθεν ὥρᾳ θέρους, καί πως οὐ κατά τινα ἀγαθὸν δαίμονα ἡ κορυφὴ τηνικαῦτα τοῦ σπηλαίου κατερρήγνυτο, καὶ δῆλα ἦν ὡς αὐτίκα ἐμπεσεῖσθαι καὶ χρόνον οὐκ ἐπὶ πολὺν ἔμελλεν ἀνθέξειν·
夏の時期に、他の宴会の仲間たちとプーリュダマスはある洞窟に入ったが、どういうわけか悪しき霊によって、その時、洞窟の天井が崩れ始め、すぐに崩落して持ちこたえるのはほんの短い時間にすぎないことが明らかになった。
§6.5.9γενομένης δὲ αἰσθήσεως τοῦ ἐπιόντος κακοῦ καὶ τρεπομένων ἐς φυγὴν τῶν λοιπῶν παρέστη καταμεῖναι τῷ Πουλυδάμαντι, καὶ ἀνέσχε τὰς χεῖρας ὡς ἐπιπίπτοντι ἀνθέξων τῷ σπηλαίῳ καὶ οὐ βιασθησόμενος ὑπὸ τοῦ ὄρους.
差し迫る災難を察知し、他の人々が逃げ出そうとしたとき、プーリュダマスはその場に踏みとどまる決意をし、崩れ落ちる洞窟を支え、山に圧倒されないつもりで、両手を差し上げた。

語釈・文法注

  1. 6.5.1εἰ δή τι ἄλλο ἦν πρὸ τῶν ἡρώων θνητὸν γένος — εἰ + 直説法過去形は、過去の事実に対する仮定、あるいは「もし実際に〜であったなら」という留保を表す。ここでは、歴史以前に英雄たちよりもさらに巨大な死すべき種族がいたかもしれないという可能性を、半ば懐疑的に含み持たせる表現である。
  2. 6.5.2μισθὸν εἶναι τὰ χρήματα τοῖς ξένοις — εἶναι は目的または結果を表す並格的不定詞であり、「その金が傭兵たちの給与となるように」という意味になる。主格の τὰ χρήματα は不定詞の意味上の主語、μισθόν は補語である。
  3. 6.5.4τάδε ἀλλοῖα παρὰ τοὺς ἐπὶ τῷ παγκρατίῳ στεφάνους ὑπάρχοντά ἐστιν — παρά + 対格は、ここでは比較・除外(「〜を超えて」「〜とは異なって」)を表す。ὑπάρχοντά ἐστιν は迂言法で、プーリュダマスにはパンクラティオンの勝利冠以外に「以下のような特異な事績が備わっている」ことを強調している。
  4. 6.5.8ἔμελλε δὲ ἄρα τὸ ὑπὸ Ὁμήρου προθεσπισθὲν ἄλλους τε τῶν φρονησάντων ἐπὶ ἰσχύι καὶ Πουλυδάμαντα ἐπιλήψεσθαι — ἔμελλε ... ἐπιλήψεσθαι(未来不定詞)は、運命的な未来(「〜することになっていた」)を表す。主語である τὸ ὑπὸ Ὁμήρου προθεσπισθέν(ホメロスによって予言されたこと)と動詞が離れており、間に目的語(他の力自慢たちとプーリュダマス)が挟まれている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §6.5.1-6.5.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.5.1-6.5.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。