Humanitext Reader

パウサニアス · ギリシア案内記 §6.4.1-6.4.11

ソストラトスら競技者と著名人の像

229 / 465 箇所 · ギリシア語

要旨

パウサニアスは、リュサンドロス像の近隣に奉納されたソストラトスやレオンティスコスなどの各種アスリートの像を説明し、さらにアリストテレスやスパルタ王アルキダモスなどの記念像についても言及する。

§6.4.1ἔχεται δὲ τοῦ Λυσάνδρου τῆς εἰκόνος Ἐφέσιός τε πύκτης τοὺς ἐλθόντας κρατήσας τῶν παίδων—ὄνομα δέ οἱ ἦν Ἀθήναιος—καὶ Σικυώνιος Σώστρατος παγκρατιαστὴς ἀνήρ, ἐπίκλησις δὲ ἦν Ἀκροχερσίτης αὐτῷ·
リュサンドロスの像の隣には、やって来た少年の部(の選手たち)を破ったエフェソスの拳闘選手(その名はアテナイオスといった)と、シキュオンの成人のパンクラティオン選手ソストラトスが続いている。 彼にはアクロヘルシテスというあだ名があった。
παραλαμβανόμενος γὰρ ἄκρων τοῦ ἀνταγωνιζομένου τῶν χειρῶν ἔκλα, καὶ οὐ πρότερον ἀνίει πρὶν ἢ αἴσθοιτο ἀπαγορεύσαντος.
というのも、彼は対戦相手の手の先を掴んで折り、相手が降参するのを察するまで決して離さなかったからである。
§6.4.2γεγόνασι δὲ αὐτῷ Νεμείων μὲν νῖκαι καὶ Ἰσθμίων ἀναμὶξ δυόδεκα, Ὀλυμπίασι δὲ καὶ Πυθοῖ, τῇ μὲν δύο, τρεῖς δὲ ἐν Ὀλυμπίᾳ.
彼にはネメアとイストモスの勝利が合わせて12回あり、オリンピアとピュトでは、後者で2回、オリンピアで3回の勝利があった。
τὴν τετάρτην δὲ Ὀλυμπιάδα ἐπὶ ταῖς ἑκατόν—πρώτην γὰρ δὴ ἐνίκησεν ὁ Σώστρατος ταύτην—οὐκ ἀναγράφουσιν οἱ Ἠλεῖοι, διότι μὴ αὐτοὶ τὸν ἀγῶνα ἀλλὰ Πισαῖοι καὶ Ἀρκάδες ἔθεσαν ἀντʼ αὐτῶν.
第104回オリンピアード(ソストラトスが最初に勝った大会である)を、エリス人たちは記録に登録していない。 なぜなら、彼ら自身ではなく、ピサ人とアルカディア人が彼らに代わって競技会を主催したからである。
§6.4.3παρὰ δὲ τὸν Σώστρατον παλαιστὴς ἀνὴρ πεποίηται Λεοντίσκος, ἐκ Σικελίας τε ὢν γένος καὶ ἀπὸ τῆς ἐν τῷ πορθμῷ Μεσσήνης·
ソストラトスの隣には、シケリアの血統で海峡にあるメッセネの出身であるレスリングの成人選手レオンティスコスが作られている。
στεφανωθῆναι δὲ ὑπό τε Ἀμφικτυόνων καὶ δὶς ὑπὸ Ἠλείων, εἶναι δὲ αὐτῷ λέγεται τὴν πάλην καθὰ δὴ καὶ τὸ παγκράτιον τῷ Σικυωνίῳ Σωστράτῳ·
彼はアンピクテュオンによって、またエリス人によって2回戴冠された。 彼のレスリングは、まさにシキュオンのソストラトスのパンクラティオンと同じようであったと言われている。
καὶ γὰρ τὸν Λεοντίσκον καταβαλεῖν μὲν οὐκ ἐπίστασθαι τοὺς παλαίοντας, νικᾶν δὲ αὐτὸν κλῶντα τοὺς δακτύλους.
なぜなら、レオンティスコスもレスリングの相手を投げ倒すことは知らなかったが、指を折ることで勝利したからである。
§6.4.4τὸν δὲ ἀνδριάντα Πυθαγόρας ἐποίησεν ὁ Ῥηγῖνος, εἴπερ τις καὶ ἄλλος ἀγαθὸς τὰ ἐς πλαστικήν.
その像は、彫刻に関して誰よりも優れていたレギオンのピュタゴラスが制作した。
διδαχθῆναι δὲ παρὰ Κλεάρχῳ φασὶν αὐτόν, Ῥηγίνῳ μὲν καὶ αὐτῷ, μαθητῇ δὲ Εὐχείρου·
彼らは、彼が同じくレギオン出身のクレアルコス(エウケイロスの弟子)のもとで学んだと言っている。
τὸν δὲ Εὔχειρον εἶναι Κορίνθιον, φοιτῆσαι δὲ ὡς Συάδραν τε καὶ Χάρταν Σπαρτιάτας.
エウケイロスはコリントス人であり、スパルタ人のシュアトラスとカルタスに師事したということである。
§6.4.5ὁ δὲ παῖς ὁ ἀναδούμενος ταινίᾳ τὴν κεφαλὴν ἐπεισήχθω μοι καὶ οὗτος ἐς τὸν λόγον Φειδίου τε ἕνεκα καὶ τῆς ἐς τὰ ἀγάλματα τοῦ Φειδίου σοφίας, ἐπεὶ ἄλλως γε οὐκ ἴσμεν ὅτου τὴν εἰκόνα ὁ Φειδίας ἐποίησε.
頭に鉢巻きを締めている少年は、ペイディアスのため、またペイディアスの彫像における技能のために、これも私の記述に導入されるべきである。 というのも、それ以外の点では、ペイディアスが誰の像を制作したのか我々は知らないからである。
Σάτυρος δὲ Ἠλεῖος Λυσιάνακτος πατρός, γένους δὲ τοῦ Ἰαμιδῶν, ἐν Νεμέᾳ πεντάκις ἐνίκησε πυκτεύων καὶ Πυθοῖ τε δὶς καὶ δὶς ἐν Ὀλυμπίᾳ·
エリス人のサテュロスは、父がリュシアナクスで、イアミダイの一族であり、ネメアで拳闘で5回、ピュトで2回、オリンピアで2回勝利した。
τέχνη δὲ Ἀθηναίου Σιλανίωνος ὁ ἀνδριάς ἐστι.
その像はアテナイのシラニオンの作である。
πλάστης δὲ ἄλλος τῶν Ἀττικῶν Πολυκλῆς, Σταδιέως μαθητὴς Ἀθηναίου, πεποίηκε παῖδα Ἐφέσιον παγκρατιαστήν, Ἀμύνταν Ἑλλανίκου.
別のアッティカの彫刻家であるポリュクレス(アテナイ人スタディエウスの弟子)は、エフェソスの少年のパンクラティオン選手アミュンタス(ヘラニコスの息子)を制作した。
§6.4.6Χίλωνι δὲ Ἀχαιῷ Πατρεῖ δύο μὲν Ὀλυμπικαὶ νῖκαι πάλης ἀνδρῶν, μία δὲ ἐγένετο ἐν Δελφοῖς, τέσσαρες δὲ ἐν Ἰσθμῷ καὶ Νεμείων τρεῖς·
パトライのアカイア人ヒロンには、成人のレスリングでオリンピアで2回の勝利、デルポイで1回の勝利があり、イストモスで4回、ネメアで3回の勝利があった。
ἐτάφη δὲ ὑπὸ τοῦ κοινοῦ τῶν Ἀχαιῶν, καί οἱ καὶ τοῦ βίου συνέπεσεν ἐν πολέμῳ τὴν τελευτὴν γενέσθαι.
彼はアカイアの共同体によって葬られ、彼の人生の終わりは戦争において訪れることになった。
μαρτυρεῖ δέ μοι καὶ τὸ ἐπίγραμμα τὸ ἐν Ὀλυμπίᾳ·
オリンピアにある碑文も私に証言している。
" μουνοπάλης νικῶ δὶς Ὀλύμπια Πύθιά τʼ ἄνδρας, τρὶς Νεμέᾳ, τετράκις δʼ Ἰσθμῷ ἐν ἀγχιάλῳ, Χίλων Χίλωνος Πατρεύς, ὃν λαὸς Ἀχαιῶν ἐν πολέμῳ φθίμενον θάψʼ ἀρετῆς ἕνεκεν.
"私はただ一人のレスリング選手として、オリンピアで2回、ピュトで成人の部で勝ち、ネメアで3回、海の近くのイストモスで4回勝った。 ヒロン、パトライのヒロンの子。 アカイアの民が、戦争で死んだ彼をその徳のゆえに葬った。
" τὸ μὲν δὴ ἐπίγραμμα ἐπὶ τοσοῦτο ἐδήλωσεν·
"碑文は実にこれだけのことを示している。
§6.4.7εἰ δὲ Λυσίππου τοῦ ποιήσαντος τὴν εἰκόνα τεκμαιρόμενον τῇ ἡλικίᾳ συμβαλέσθαι δεῖ με τὸν πόλεμον ἔνθα ὁ Χίλων ἔπεσεν, ἤτοι ἐς Χαιρώνειαν Ἀχαιοῖς τοῖς πᾶσιν ὁμοῦ στρατεύσασθαι ἢ ἰδίᾳ κατʼ ἀρετήν τε καὶ τόλμαν Ἀχαιῶν μόνος Ἀντιπάτρου μοι καὶ Μακεδόνων ἐναντία ἀγωνίσασθαι περὶ Λάμιαν φαίνεται τὴν ἐν Θεσσαλίᾳ.
もし私が、この像を制作したリュシッポスの年代から推測して、ヒロンが斃れた戦争を推定しなければならないとするなら、アカイア人全員がともに従軍したカイロネイアか、あるいは、アンティパトロスとマケドニア人に対抗してテッサリアのラミア周辺で戦った戦いにおいて、彼が個人の徳と勇気によってアカイア人で唯一、自ら志願して戦ったときのどちらかであると思われる。
§6.4.8ἐφεξῆς δὲ τοῦ Χίλωνος δύο ἀνάκεινται·
ヒロンの次には2つの像が奉納されている。
τῷ μὲν Μολπίων ἐστὶν ὄνομα, στεφανωθῆναι δὲ τὸ ἐπίγραμμά φησιν αὐτὸν ὑπὸ Ἠλείων·
一方にはモルピオンという名前があり、碑文は彼がエリス人によって戴冠されたと言っている。
τὸν δὲ ἕτερον, ὅτῳ μηδέν ἐστιν ἐπίγραμμα, μνημονεύουσιν ὡς Ἀριστοτέλης ἐστὶν ὁ ἐκ τῶν Θρᾳκίων Σταγείρων, καὶ αὐτὸν ἤτοι μαθητὴς ἢ καὶ στρατιωτικὸς ἀνέθηκεν ἀνὴρ ἅτε παρὰ Ἀντιπάτρῳ καὶ πρότερον ἰσχύσαντα παρὰ Ἀλεξάνδρῳ.
もう一方の、碑文が何もない像については、トラキアのスタゲイラ出身のアリストテレスであると人々は記憶している。 そして、彼がかつてアンティパトロスの元で、またその前にはアレクサンドロスの元で権勢を誇っていたことから、彼の弟子かあるいは軍人の誰かが奉納したのである。
§6.4.9Σωδάμας δὲ ἐξ Ἀσσοῦ τῆς ἐν τῇ Τρῳάδι, κειμένης δὲ ὑπὸ τῇ Ἴδῃ, πρῶτος Αἰολέων τῶν ταύτῃ στάδιον Ὀλυμπίασιν ἐνίκησεν ἐν παισίν.
イデ山の麓にあるトロアスのなかの都市アッソス出身のソダマスは、この地方のアイオリス人として初めてオリンピアの少年の部で短距離走で勝利した。
παρὰ δὲ Σωδάμαν Ἀρχίδαμος ἕστηκεν ὁ Ἀγησιλάου, Λακεδαιμονίων βασιλεύς.
ソダマスの隣にはアゲシラオスの子アルキダモス(ラケダイモン人の王)が立っている。
πρὸ δὲ τοῦ Ἀρχιδάμου τούτου βασιλέως εἰκόνα οὐδενὸς ἔν γε τῇ ὑπερορίᾳ Λακεδαιμονίους ἀναθέντας εὕρισκον·
このアルキダモス王以前には、ラケダイモン人が他国の地に誰の像をも奉納したのを私は見出せなかった。
Ἀρχιδάμου δὲ ἄλλων τε καὶ τῆς τελευτῆς ἐμοὶ δοκεῖν ἕνεκα ἀνδριάντα ἐς Ὀλυμπίαν ἀπέστειλαν, ὅτι ἐν βαρβάρῳ τε ἐπέλαβεν αὐτὸν τὸ χρεὼν καὶ βασιλέων μόνος τῶν ἐν Σπάρτῃ δῆλός ἐστιν ἁμαρτὼν τάφου.
私の考えでは、アルキダモスの他の事績や、特にその最期のために、彼らはオリンピアに像を送ったのである。 なぜなら、異邦の地で彼に死が訪れ、スパルタの王たちのうちで、彼が墓を持たないことが明らかだからである。
§6.4.10ταῦτα μὲν δὴ καὶ ἐν τοῖς Σπαρτιατικοῖς λόγοις ἐς πλέον ἡμῖν δεδήλωται·
これらについては、スパルタの歴史に関する記述において、我々によってより詳しく示されている。
Εὐάνθει δὲ Κυζικηνῷ γεγόνασι πυγμῆς νῖκαι, μία μὲν ἐν ἀνδράσιν Ὀλυμπική, Νεμείων δὲ ἐν παισὶ καὶ Ἰσθμίων.
キジコス人のエウアンテスには拳闘の勝利があり、成人の部で1回のオリンピアでの勝利、少年の部でネメアとイストモスでの勝利があった。
πεποίηται δὲ παρὰ τὸν Εὐάνθην ἀνήρ τε ἱπποτρόφος καὶ τὸ ἅρμα, ἀναβεβηκυῖα δὲ ἐπὶ τὸ ἅρμα παῖς παρθένος·
エウアンテスの隣には、馬を飼育する男とその戦車、そして戦車に乗り込んでいる処女の少女が作られている。
ὄνομα μὲν Λάμπος τῷ ἀνδρί, πατρὶς δὲ ἦν αὐτῷ νεωτάτη τῶν ἐν Μακεδονίᾳ πόλεων, καλουμένη δὲ ἀπὸ τοῦ οἰκιστοῦ Φιλίππου τοῦ Ἀμύντου.
男の名前はラムポス、彼の祖国はマケドニアの都市の中で最も新しい都市であり、創建者であるアミュンタスの子フィリッポスにちなんで名付けられたところである。
§6.4.11Κυνίσκῳ δὲ τῷ ἐκ Μαντινείας πύκτῃ παιδὶ ἐποίησε Πολύκλειτος τὴν εἰκόνα.
マンティネイア出身の少年の拳闘選手クニスコスについては、ポリュクレイトスがその像を制作した。
Ἐργοτέλης δὲ ὁ Φιλάνορος δολίχου δύο ἐν Ὀλυμπίᾳ νίκας, τοσαύτας δὲ ἄλλας Πυθοῖ καὶ ἐν Ἰσθμῷ τε καὶ Νεμείων ἀνῃρημένος, οὐχ Ἱμεραῖος εἶναι τὸ ἐξ ἀρχῆς, καθάπερ γε τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησι, Κρὴς δὲ εἶναι λέγεται Κνώσσιος·
フィラノルのエルゴテレスは、オリンピアで長距離走で2回の勝利を、同数をピュト、イストモス、ネメアでも獲得したが、彼の上の碑文が言っているように、本来ヒメラ人なのではなく、クノッソスのクレタ人であると言われている。
ἐκπεσὼν δὲ ὑπὸ στασιωτῶν ἐκ Κνωσσοῦ καὶ ἐς Ἱμέραν ἀφικόμενος πολιτείας τʼ ἔτυχε καὶ πολλὰ εὕρετο ἄλλα ἐς τιμήν.
彼はクノッソスの党争派によって追放され、ヒメラに到着して、市民権と、さらに名誉のために多くの他のものを得た。
ἔμελλεν οὖν ὡς τὸ εἰκὸς Ἱμεραῖος ἐν τοῖς ἀγῶσιν ἀναγορευθήσεσθαι.
それゆえ、当然のごとく、競技会においてはヒメラ人として宣言されることになったのである。

語釈・文法注

  1. 6.4.1ἔχεται δὲ τοῦ Λυσάνδρου τῆς εἰκόνος — 中間態動詞 ἔχομαι が属格(τοῦ Λυσάνδρου τῆς εἰκόνος)を支配して「〜に隣接する」「〜の次に続く」という意味を表す構文であり、受動の解釈ではない。
  2. 6.4.3εἶναι δὲ αὐτῷ λέγεται τὴν πάλην καθὰ δὴ καὶ τὸ παγκράτιον — 非人称動詞 λέγεται にかかる対格不定詞構文。不定詞 εἶναι の意味上の主語は対格の τὴν πάλην で、与格 αὐτῷ(レオンティスコス)は所有の与格。後半の比較節(καθὰ...)でも同様の動詞構文 [εἶναι λέγεται] が省略されており、τῷ Σωστράτῳ は所有の与格である。
  3. 6.4.6συνέπεσεν ἐν πολέμῳ τὴν τελευτὴν γενέσθαι — 非人称的に機能する動詞 συνέπεσεν(「〜という事態が生じた」)に、対格の主語 τὴν τελευτὴν を伴う不定詞 γενέσθαι の節が繋がっている構文。属格 τοῦ βίου は τὴν τελευτὴν にかかる。
  4. 6.4.7τεκμαιρόμενον τῇ ἡλικίᾳ συμβαλέσθαι δεῖ με — 非人称動詞 δεῖ(「〜せねばならない」)に、対格主語 με と不定詞 συμβαλέσθαι(「推測する」)が続く構文。対格の分詞 τεκμαιρόμενον は με と性・数・格が一致し、与格 τῇ ἡλικίᾳ を伴って「年代から推測して」という手段ないし付帯状況を表す。
  5. 6.4.8ἅτε παρὰ Ἀντιπάτρῳ καὶ πρότερον ἰσχύσαντα — 客観的な事実としての理由を示す小辞 ἅτε(「〜であるからこそ」)に、対格分詞 ἰσχύσαντα が結合している。前句で主格 ὡς Ἀριστοτέλης... と間接的に提示されたアリストテレスを、全体の文脈(彼を奉納したという関係)から対格として修飾している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §6.4.1-6.4.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.4.1-6.4.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。