Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.5.1-6.5.9

巨汉普鲁达马斯的雕像及其神力与结局

第 230 段,共 465 段 · 希腊语

内容简介

叙述了由利西波斯制作的巨汉普鲁达马斯的雕像,讲述了其祖国斯科图萨毁灭的历史,以及他赤手空拳制服狮子、单手制服公牛、在波斯国王面前决斗等传奇神力,并记述了他因过分笃信自身力量而在洞穴塌方中被压死的结局。

§6.5.1ὁ δὲ ἐπὶ τῷ βάθρῳ τῷ ὑψηλᾷ Λυσίππου μέν ἐστιν ἔργον, μέγιστος δὲ ἁπάντων ἐγένετο ἀνθρώπων πλὴν τῶν ἡρώων καλουμένων καὶ εἰ δή τι ἄλλο ἦν πρὸ τῶν ἡρώων θνητὸν γένος·
在那高大基座上的雕像是利西波斯的作品,除了那些被称为英雄的人,以及在英雄之前若确实存在过其他某种凡人种族之外,他是所有人中最为高大魁梧的。
ἀνθρώπων δὲ τῶν καθʼ ἡμᾶς οὗτός ἐστιν ὁ μέγιστος Πουλυδάμας Νικίου.
在我们这个时代的凡人中,这位尼基阿斯之子普鲁达马斯是最大的一位。
§6.5.2Σκοτοῦσσα δὲ ἡ τοῦ Πουλυδάμαντας πατρὶς οὐκ ᾠκεῖτο ἔτι ἐφʼ ἡμῶν·
普鲁达马斯的祖国斯科图萨在我们这个时代已不再有人居住。
Ἀλέξανδρος γὰρ τὴν πόλιν ὁ Φεραίων τυραννήσας κατέλαβεν ἐν σπονδαῖς, καὶ Σκοτουσσαίων τούς τε ἐς τὸ θέατρον συνειλεγμένους—ἔτυχε γάρ σφισι καὶ ἐκκλησία τηνικαῦτα οὖσα—τούτους τε ἅπαντας κατηκόντισε, πελτασταῖς ἐν κύκλῳ περισχὼν καὶ τοξόταις, καὶ τὸ ἄλλο ὅσον ἐν ἡλικίᾳ κατεφόνευσε, γυναῖκας δὲ ἀπέδοτο καὶ παῖδας, μισθὸν εἶναι τὰ χρήματα τοῖς ξένοις.
因为费莱的僭主亚历山大在休战期间占领了这座城市,在斯科图萨人中,对于那些聚集在剧场里的人(当时恰逢他们正在举行公民大会)——他用轻盾兵和弓箭手将他们合围,并用标枪将他们全部射死,其余所有成年男子也均遭屠杀,他将妇女和儿童贩卖,用所得的钱作为雇佣兵的军饷。
§6.5.3αὕτη Σκοτουσσαίοις ἡ συμφορὰ Φρασικλείδου μὲν Ἀθήνῃσιν ἐγένετο ἄρχοντος, δευτέρᾳ δὲ Ὀλυμπιάδι ἐπὶ ταῖς ἑκατόν, ἣν Δάμων Θούριος ἐνίκα τὸ δεύτερον, ταύτης ἔτει δευτέρῳ τῆς Ὀλυμπιάδος.
斯科图萨人的这一灾难发生在弗拉西克莱德斯在雅典担任执政官期间,即第一百零二届奥林匹克运动会(图里伊的达蒙第二次获胜的那届)的第二年。
καὶ ὀλίγον τε ἔμενε τὸ διαφυγὸν τῶν Σκοτουσσαίων καὶ αὖθις ὑπὸ ἀσθενείας ἐξέλιπον καὶ οὗτοι τὴν πόλιν, ὅτε καὶ τοῖς πᾶσιν Ἕλλησι προσπταῖσαι δεύτερα ἐν τῷ πρὸς Μακεδόνας πολέμῳ παρεσκεύασεν ὁ δαίμων.
斯科图萨人幸免于难的余部极少,后来他们也因衰微而放弃了这座城市,当时神明也准备让全体希腊人在对抗马其顿人的战争中遭受第二次挫折。
§6.5.4παγκρατίου μὲν δὴ καὶ ἄλλοις ἤδη γεγόνασιν ἐπιφανεῖς νῖκαι· Πουλυδάμαντι δὲ τάδε ἀλλοῖα παρὰ τοὺς ἐπὶ τῷ παγκρατίῳ στεφάνους ὑπάρχοντά ἐστιν.
固然,在潘克拉辛竞技中,此前也有其他人获得过显赫的胜利;但对普鲁达马斯而言,除了在潘克拉辛中获得的桂冠外,他还拥有以下与众不同的事迹。
ἡ ὀρεινὴ τῆς Θρᾴκης, ἡ ἔνδον Νέστου ποταμοῦ τοῦ ῥέοντος διὰ τῆς Ἀβδηριτῶν, καὶ ἄλλα θηρία, ἐν δὲ αὐτοῖς παρέχεται καὶ λέοντας, οἳ καὶ τῷ στρατῷ ποτε ἐπιθέμενοι τῷ Ξέρξου τὰς ἀγούσας καμήλους τὰ σιτία ἐλυμήναντο.
流经阿德拉人土地的内斯托斯河内侧的色雷斯山区,不仅繁衍着其他野兽,其中也产狮子,这些狮子甚至曾袭击过薛西斯的军队,毁坏了运送粮食的骆驼。
§6.5.5οὗτοι πολλάκις οἱ λέοντες καὶ ἐς τὴν περὶ τὸν Ὄλυμπον πλανῶνται χώραν· τούτου δὲ τοῦ ὄρους ἡ μὲν ἐς Μακεδονίαν πλευρά, ἡ δὲ ἐπὶ Θεσσαλοὺς καὶ τὸν ποταμὸν τέτραπται τὸν Πηνειόν·
这些狮子经常也会游荡到奥林波斯山周围的地区;这座山的一侧朝向马其顿,另一侧朝向帖撒利人和佩内乌斯河。
ἐνταῦθα ὁ Πουλυδάμας λέοντα ἐν τῷ Ὀλύμπῳ, μέγα καὶ ἄλκιμον θηρίον, κατειργάσατο οὐδενὶ ἐσκευασμένος ὅπλῳ.
就在那里,普鲁达马斯在奥林波斯山上,在没有装备任何武器的情况下,制服了一只巨大的、强悍的野兽——狮子。
προήχθη δὲ ἐς τὸ τόλμημα φιλοτιμίᾳ πρὸς τὰ Ἡρακλέους ἔργα, ὅτι καὶ Ἡρακλέα ἔχει λόγος κρατῆσαι τοῦ ἐν Νεμέᾳ λέοντος.
他之所以被激发起这一冒险的举动,是由于对赫拉克勒斯功绩的竞争心,因为传说赫拉克勒斯也曾制服过涅墨亚的狮子。
§6.5.6ἕτερον δὲ ἐπὶ τούτῳ θαῦμα ὑπελίπετο ὁ Πουλυδάμας ἐς μνήμην· ἐς ἀγέλην ἐσελθὼν βοῶν τὸν μέγιστον καὶ ἀγριώτατον ταῦρον λαβὼν τοῦ ἑτέρου τῶν ὄπισθεν ποδῶν τὰς χηλὰς κατεῖχεν ἄκρας, καὶ πηδῶντα καὶ ἐπειγόμενον οὐκ ἀνίει, πρίν γε δὴ ὁ ταῦρος ὀψέ ποτε καὶ ἐς ἅπαν ἀφικόμενος βίας ἀπέφυγεν ἀφεὶς ταύτῃ τῷ Πουλυδάμαντι τὰς χηλάς.
除此之外,普鲁达马斯还留下了另一个令人惊叹的事迹以供纪念:他走进牛群,抓住了最大最凶猛的一头公牛一只后蹄的尖端,任凭公牛蹦跳挣扎着想要逃跑,他也不肯松手,直到最后那头公牛竭尽全力挣脱逃走,却将蹄壳留在了普鲁达马斯手里。
λέγεται δὲ καὶ ὡς ἄνδρα ἡνίοχον ἐλαύνοντα σπουδῇ τὸ ἅρμα ἐπέσχε τοῦ πρόσω· λαβόμενος γὰρ τῇ ἑτέρᾳ τῶν χειρῶν ὄπισθε τοῦ ἅρματος, ὁμοῦ καὶ τοὺς ἵππους πεδήσας καὶ τὸν ἡνίοχον εἶχε.
据说,他还曾阻止过一位正急匆匆驾车前行的御者;因为他用一只手抓住了战车的后部,便同时勒住了马匹,也扣留住了御者。
§6.5.7Δαρεῖος δὲ Ἀρταξέρξου παῖς νόθος, ὃς ὁμοῦ τῷ Περσῶν δήμῳ Σόγδιον καταπαύσας παῖδα Ἀρταξέρξου γνήσιον ἔσχεν ἀντʼ ἐκείνου τὴν ἀρχήν, οὗτος ὡς ἐβασίλευσεν ὁ Δαρεῖος—ἐπυνθάνετο γὰρ τοῦ Πουλυδάμαντος τὰ ἔργα—, πέμπων ἀγγέλους ὑπισχνούμενος δῶρα ἀνέπεισεν αὐτὸν ἐς Σοῦσά τε καὶ ἐς ὄψιν ἀφικέσθαι τὴν αὑτοῦ.
阿尔塔薛西斯的庶子大流士,他与波斯民众一起废黜了阿尔塔薛西斯的嫡子塞基狄亚努斯,并取代他掌握了统治权。 这位大流士当上国王后——因为他听闻了普鲁达马斯的事迹——派遣使者并许诺赠予礼物,说服他前往苏萨并来觐见自己。
ἔνθα δὴ κατὰ πρόκλησιν Περσῶν ἄνδρας τῶν καλουμένων ἀθανάτων ἀριθμὸν τρεῖς ἀθρόους οἱ μονομαχήσαντας ἀπέκτεινεν.
就在那里,为了回应波斯人的挑战,他同时与三个被称为“不死军”的男子进行决斗并杀死了他们。
ἔργων δὲ τῶν κατειλεγμένων οἱ τὰ μὲν ἐπὶ τῷ βάθρῳ τοῦ ἀνδριάντος ἐν Ὀλυμπίᾳ, τὰ δὲ καὶ δηλούμενά ἐστιν ὑπὸ τοῦ ἐπιγράμματος.
在他被列举的事迹中,有些被雕刻在奥林匹亚他雕像的基座上,有些也通过铭文予以表明。
§6.5.8ἔμελλε δὲ ἄρα τὸ ὑπὸ Ὁμήρου προθεσπισθὲν ἄλλους τε τῶν φρονησάντων ἐπὶ ἰσχύι καὶ Πουλυδάμαντα ἐπιλήψεσθαι, καὶ ὑπὸ τῆς αὑτοῦ ῥώμης ἔμελλεν ἀπολεῖσθαι καὶ οὗτος.
然而,荷马所预言的那种命运,注定不仅会降临在其他那些凭恃气力而自傲的人身上,也会降临在普鲁达马斯身上,他也注定要因自己的力量而灭亡。
ἐς σπήλαιον γὰρ οἵ τε ἄλλοι τῶν συμποτῶν καὶ ὁ Πουλυδάμας ἐσῆλθεν ὥρᾳ θέρους, καί πως οὐ κατά τινα ἀγαθὸν δαίμονα ἡ κορυφὴ τηνικαῦτα τοῦ σπηλαίου κατερρήγνυτο, καὶ δῆλα ἦν ὡς αὐτίκα ἐμπεσεῖσθαι καὶ χρόνον οὐκ ἐπὶ πολὺν ἔμελλεν ἀνθέξειν·
因为在夏季,他和其他同饮者一起进了一个洞穴,由于某种厄运,洞穴的顶部在那个时候开始崩塌,显然它马上就要塌落下来,支撑不了多久了。
§6.5.9γενομένης δὲ αἰσθήσεως τοῦ ἐπιόντος κακοῦ καὶ τρεπομένων ἐς φυγὴν τῶν λοιπῶν παρέστη καταμεῖναι τῷ Πουλυδάμαντι, καὶ ἀνέσχε τὰς χεῖρας ὡς ἐπιπίπτοντι ἀνθέξων τῷ σπηλαίῳ καὶ οὐ βιασθησόμενος ὑπὸ τοῦ ὄρους.
当人们察觉到即将来临的灾难并纷纷逃跑时,普鲁达马斯却决定留下来,他举起双手,企图顶住塌落的洞穴,不让自己被大山压倒。

词汇与语法注释

  1. 6.5.1εἰ δή τι ἄλλο ἦν πρὸ τῶν ἡρώων θνητὸν γένος — 使用 εἰ 搭配直说过去式(ἦν)表示对过去事实的某种假设或保留态度(“如果确实存在过……”)。这传达了一种半怀疑的态度,即在英雄时代之前,可能存在过某种比英雄还要高大的凡人种族。
  2. 6.5.2μισθὸν εἶναι τὰ χρήματα τοῖς ξένοις — 不定式 εἶναι 在此充当目的或结果不定式(“以便让这些钱成为……的军饷”)。中性复数名词 τὰ χρήματα 作不定式的逻辑主语,μισθόν 作其表语。
  3. 6.5.4τάδε ἀλλοῖα παρὰ τοὺς ἐπὶ τῷ παγκρατίῳ στεφάνους ὑπάρχοντά ἐστιν — 前置词 παρά 搭配宾格在此表示比较或排除(“除了……”或“与……不同”)。ὑπάρχοντά ἐστιν 是现在时迂言结构,强调除了体育桂冠之外,他身上还具备以下这些独特的事迹。
  4. 6.5.8ἔμελλε δὲ ἄρα τὸ ὑπὸ Ὁμήρου προθεσπισθὲν ἄλλους τε τῶν φρονησάντων ἐπὶ ἰσχύι καὶ Πουλυδάμαντα ἐπιλήψεσθαι — 结构 ἔμελλε ... ἐπιλήψεσθαι(将来时不定式)表示注定的未来(“注定要降临”)。主语 τὸ ὑπὸ Ὁμήρου προθεσπισθέν(“荷马所预言的事”)与不定式之间因倒置而被宾语 ἄλλους τε... καὶ Πουλυδάμαντα 隔开。

引用这一段

保萨尼亚斯, 希腊志 §6.5.1-6.5.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.5.1-6.5.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。