Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.4.1-6.4.11

索斯特拉托斯等运动员与名人的雕像

第 229 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯描述了在莱桑德雕像附近奉献的诸位运动员(如索斯特拉托斯和莱昂蒂斯科斯)的雕像,并提及了亚里士多德和斯巴达国王阿基达马斯等人的纪念雕像。

§6.4.1ἔχεται δὲ τοῦ Λυσάνδρου τῆς εἰκόνος Ἐφέσιός τε πύκτης τοὺς ἐλθόντας κρατήσας τῶν παίδων—ὄνομα δέ οἱ ἦν Ἀθήναιος—καὶ Σικυώνιος Σώστρατος παγκρατιαστὴς ἀνήρ, ἐπίκλησις δὲ ἦν Ἀκροχερσίτης αὐτῷ·
在莱桑德的雕像旁边,紧接着是一位击败了来挑战的少年的以弗所拳击手——他的名字叫阿提奈奥斯——以及西基翁的男子潘克拉辛选手索斯特拉托斯,他有一个绰号叫阿克罗赫尔西特斯。
παραλαμβανόμενος γὰρ ἄκρων τοῦ ἀνταγωνιζομένου τῶν χειρῶν ἔκλα, καὶ οὐ πρότερον ἀνίει πρὶν ἢ αἴσθοιτο ἀπαγορεύσαντος.
因为他抓住了对手的手尖并折弯它们,直到他察觉到对方放弃投降,他才肯松手。
§6.4.2γεγόνασι δὲ αὐτῷ Νεμείων μὲν νῖκαι καὶ Ἰσθμίων ἀναμὶξ δυόδεκα, Ὀλυμπίασι δὲ καὶ Πυθοῖ, τῇ μὲν δύο, τρεῖς δὲ ἐν Ὀλυμπίᾳ.
他总共在涅墨亚和地峡获得了十二次胜利,在奥林匹亚和普托则分别获得了三次与两次胜利(在后者获得两次,在奥林匹亚获得三次)。
τὴν τετάρτην δὲ Ὀλυμπιάδα ἐπὶ ταῖς ἑκατόν—πρώτην γὰρ δὴ ἐνίκησεν ὁ Σώστρατος ταύτην—οὐκ ἀναγράφουσιν οἱ Ἠλεῖοι, διότι μὴ αὐτοὶ τὸν ἀγῶνα ἀλλὰ Πισαῖοι καὶ Ἀρκάδες ἔθεσαν ἀντʼ αὐτῶν.
至于第一百零四届奥林匹克运动会——因为这正是索斯特拉托斯首次获胜的那届——伊利斯人没有将其记录在册,因为那一届竞技会并非由他们自己,而是由皮萨人和阿卡迪亚人代替他们举办的。
§6.4.3παρὰ δὲ τὸν Σώστρατον παλαιστὴς ἀνὴρ πεποίηται Λεοντίσκος, ἐκ Σικελίας τε ὢν γένος καὶ ἀπὸ τῆς ἐν τῷ πορθμῷ Μεσσήνης·
在索斯特拉托斯旁边,塑造着男子摔跤手莱昂蒂斯科斯,他世系属于西西里,来自海峡旁的麦塞纳。
στεφανωθῆναι δὲ ὑπό τε Ἀμφικτυόνων καὶ δὶς ὑπὸ Ἠλείων, εἶναι δὲ αὐτῷ λέγεται τὴν πάλην καθὰ δὴ καὶ τὸ παγκράτιον τῷ Σικυωνίῳ Σωστράτῳ·
他曾受到近邻同盟的加冕,并两次受到伊利斯人的加冕;据说他的摔跤方式与西基翁人索斯特拉托斯的潘克拉辛极其相似。
καὶ γὰρ τὸν Λεοντίσκον καταβαλεῖν μὲν οὐκ ἐπίστασθαι τοὺς παλαίοντας, νικᾶν δὲ αὐτὸν κλῶντα τοὺς δακτύλους.
因为莱昂蒂斯科斯同样不知道如何摔倒与他摔跤的人,而是通过折断对手的手指来获胜。
§6.4.4τὸν δὲ ἀνδριάντα Πυθαγόρας ἐποίησεν ὁ Ῥηγῖνος, εἴπερ τις καὶ ἄλλος ἀγαθὸς τὰ ἐς πλαστικήν.
他的雕像是雷吉翁的皮达哥拉斯制作的,若论雕塑手艺,他绝不亚于任何人。
διδαχθῆναι δὲ παρὰ Κλεάρχῳ φασὶν αὐτόν, Ῥηγίνῳ μὲν καὶ αὐτῷ, μαθητῇ δὲ Εὐχείρου· τὸν δὲ Εὔχειρον εἶναι Κορίνθιον, φοιτῆσαι δὲ ὡς Συάδραν τε καὶ Χάρταν Σπαρτιάτας.
人们说他受教于同样是雷吉翁人的克莱阿尔科斯,而克莱阿尔科斯则是埃乌凯罗斯的学生;而埃乌凯罗斯是科林斯人,曾师从斯巴达人叙阿德拉斯和哈尔塔斯。
§6.4.5ὁ δὲ παῖς ὁ ἀναδούμενος ταινίᾳ τὴν κεφαλὴν ἐπεισήχθω μοι καὶ οὗτος ἐς τὸν λόγον Φειδίου τε ἕνεκα καὶ τῆς ἐς τὰ ἀγάλματα τοῦ Φειδίου σοφίας, ἐπεὶ ἄλλως γε οὐκ ἴσμεν ὅτου τὴν εἰκόνα ὁ Φειδίας ἐποίησε.
至于那位用发带束发之少年的像,为了斐迪亚斯以及斐迪亚斯在雕像中所展现的卓越技艺,也应当被引入我的叙述中,因为在其他方面,我们并不知道斐迪亚斯制作的是谁的肖像。
Σάτυρος δὲ Ἠλεῖος Λυσιάνακτος πατρός, γένους δὲ τοῦ Ἰαμιδῶν, ἐν Νεμέᾳ πεντάκις ἐνίκησε πυκτεύων καὶ Πυθοῖ τε δὶς καὶ δὶς ἐν Ὀλυμπίᾳ· τέχνη δὲ Ἀθηναίου Σιλανίωνος ὁ ἀνδριάς ἐστι.
伊利斯人萨蒂罗斯,其父为里西亚纳克斯,世系属于伊阿米德家族,他作为拳击手在涅墨亚获胜五次,在普托两次,在奥林匹亚两次;其雕像是雅典人西拉尼翁的作品。
πλάστης δὲ ἄλλος τῶν Ἀττικῶν Πολυκλῆς, Σταδιέως μαθητὴς Ἀθηναίου, πεποίηκε παῖδα Ἐφέσιον παγκρατιαστήν, Ἀμύνταν Ἑλλανίκου.
另一位阿提卡的雕刻家波吕克莱斯(雅典人スタディエウス的学生),制作了一位以弗所的少年潘克拉辛选手,赫拉尼科斯之子阿米恩塔斯。
§6.4.6Χίλωνι δὲ Ἀχαιῷ Πατρεῖ δύο μὲν Ὀλυμπικαὶ νῖκαι πάλης ἀνδρῶν, μία δὲ ἐγένετο ἐν Δελφοῖς, τέσσαρες δὲ ἐν Ἰσθμῷ καὶ Νεμείων τρεῖς·
帕特雷的阿开亚人希隆曾获得两次男子摔跤奥林匹克胜利,一次在德尔斐胜利,四次在地峡胜利,以及三次在涅墨亚胜利。
ἐτάφη δὲ ὑπὸ τοῦ κοινοῦ τῶν Ἀχαιῶν, καί οἱ καὶ τοῦ βίου συνέπεσεν ἐν πολέμῳ τὴν τελευτὴν γενέσθαι.
他由阿开亚联盟予以公葬,而他的生命终结恰好发生在一场战争之中。
μαρτυρεῖ δέ μοι καὶ τὸ ἐπίγραμμα τὸ ἐν Ὀλυμπίᾳ· " μουνοπάλης νικῶ δὶς Ὀλύμπια Πύθιά τʼ ἄνδρας, τρὶς Νεμέᾳ, τετράκις δʼ Ἰσθμῷ ἐν ἀγχιάλῳ, Χίλων Χίλωνος Πατρεύς, ὃν λαὸς Ἀχαιῶν ἐν πολέμῳ φθίμενον θάψʼ ἀρετῆς ἕνεκεν.
在奥林匹亚的铭文也为我作证: "我作为单项摔跤手,两次在奥林匹亚获胜,并在普托夺得男子组胜利,在涅墨亚三次,在临海的地峡四次——希隆,帕特雷的希隆之子,阿开亚的民众因其美德,安葬了在战争中牺牲的他。
" τὸ μὲν δὴ ἐπίγραμμα ἐπὶ τοσοῦτο ἐδήλωσεν·
"这首铭文确实表明了这些内容。
§6.4.7εἰ δὲ Λυσίππου τοῦ ποιήσαντος τὴν εἰκόνα τεκμαιρόμενον τῇ ἡλικίᾳ συμβαλέσθαι δεῖ με τὸν πόλεμον ἔνθα ὁ Χίλων ἔπεσεν, ἤτοι ἐς Χαιρώνειαν Ἀχαιοῖς τοῖς πᾶσιν ὁμοῦ στρατεύσασθαι ἢ ἰδίᾳ κατʼ ἀρετήν τε καὶ τόλμαν Ἀχαιῶν μόνος Ἀντιπάτρου μοι καὶ Μακεδόνων ἐναντία ἀγωνίσασθαι περὶ Λάμιαν φαίνεται τὴν ἐν Θεσσαλίᾳ.
如果我必须根据制作该雕像的利西波斯所处的时代,来推测希隆战死的战争,那么在我看来,要么是在喀罗尼亚之役,当时全体阿开亚人共同出征;要么就是,凭借他个人的美德与勇气,他作为阿开亚人中唯一的一员,在帖撒利亚的拉米亚附近对抗安提帕特和马其顿人时独自战斗而牺牲。
§6.4.8ἐφεξῆς δὲ τοῦ Χίλωνος δύο ἀνάκεινται· τῷ μὲν Μολπίων ἐστὶν ὄνομα, στεφανωθῆναι δὲ τὸ ἐπίγραμμά φησιν αὐτὸν ὑπὸ Ἠλείων· τὸν δὲ ἕτερον, ὅτῳ μηδέν ἐστιν ἐπίγραμμα, μνημονεύουσιν ὡς Ἀριστοτέλης ἐστὶν ὁ ἐκ τῶν Θρᾳκίων Σταγείρων, καὶ αὐτὸν ἤτοι μαθητὴς ἢ καὶ στρατιωτικὸς ἀνέθηκεν ἀνὴρ ἅτε παρὰ Ἀντιπάτρῳ καὶ πρότερον ἰσχύσαντα παρὰ Ἀλεξάνδρῳ.
在希隆之后奉献着两尊雕像:其中一尊名为莫尔皮翁,铭文称他受到了伊利斯人的加冕;至于另一尊没有任何铭文的雕像,人们记忆中那是来自色雷斯斯塔基拉的亚里士多德,也许是他的弟子,或者是某个军人奉献了它,因为亚里士多德曾在安提帕特那里,以及此前在亚历山大那里拥有极大的影响力。
§6.4.9Σωδάμας δὲ ἐξ Ἀσσοῦ τῆς ἐν τῇ Τρῳάδι, κειμένης δὲ ὑπὸ τῇ Ἴδῃ, πρῶτος Αἰολέων τῶν ταύτῃ στάδιον Ὀλυμπίασιν ἐνίκησεν ἐν παισίν.
来自伊达山下的特罗亚阿索斯的索达马斯,是该地区艾奥利斯人中第一个在奥林匹亚获得少年短跑胜利的人。
παρὰ δὲ Σωδάμαν Ἀρχίδαμος ἕστηκεν ὁ Ἀγησιλάου, Λακεδαιμονίων βασιλεύς.
在索达马斯旁边立着阿格西劳斯之子、拉刻代蒙人的国王阿基达马斯。
πρὸ δὲ τοῦ Ἀρχιδάμου τούτου βασιλέως εἰκόνα οὐδενὸς ἔν γε τῇ ὑπερορίᾳ Λακεδαιμονίους ἀναθέντας εὕρισκον· Ἀρχιδάμου δὲ ἄλλων τε καὶ τῆς τελευτῆς ἐμοὶ δοκεῖν ἕνεκα ἀνδριάντα ἐς Ὀλυμπίαν ἀπέστειλαν, ὅτι ἐν βαρβάρῳ τε ἐπέλαβεν αὐτὸν τὸ χρεὼν καὶ βασιλέων μόνος τῶν ἐν Σπάρτῃ δῆλός ἐστιν ἁμαρτὼν τάφου.
在这位国王阿基达马斯之前,我没有发现拉刻代蒙人在境外为任何人奉献过雕像;但在我看来,拉刻代蒙人向奥林匹亚送去阿基达马斯的雕像,是因为他其他的功绩,尤其是因为他的死,因为他在异国他乡迎来了生命的终结,而且在斯巴达的诸王中,显然只有他没有坟墓。
§6.4.10ταῦτα μὲν δὴ καὶ ἐν τοῖς Σπαρτιατικοῖς λόγοις ἐς πλέον ἡμῖν δεδήλωται·
这些事情在我们的《斯巴达史》中已有更详尽的说明。
Εὐάνθει δὲ Κυζικηνῷ γεγόνασι πυγμῆς νῖκαι, μία μὲν ἐν ἀνδράσιν Ὀλυμπική, Νεμείων δὲ ἐν παισὶ καὶ Ἰσθμίων.
基济科斯人埃乌安特斯曾获得拳击胜利:一次是男子组奥林匹克胜利,以及在涅墨亚和地峡的少年组胜利。
πεποίηται δὲ παρὰ τὸν Εὐάνθην ἀνήρ τε ἱπποτρόφος καὶ τὸ ἅρμα, ἀναβεβηκυῖα δὲ ἐπὶ τὸ ἅρμα παῖς παρθένος· ὄνομα μὲν Λάμπος τῷ ἀνδρί, πατρὶς δὲ ἦν αὐτῷ νεωτάτη τῶν ἐν Μακεδονίᾳ πόλεων, καλουμένη δὲ ἀπὸ τοῦ οἰκιστοῦ Φιλίππου τοῦ Ἀμύντου.
在埃乌安特斯旁边,塑造着一位养马人及其战车,还有一位登上战车的年轻处女;这男子的名字叫兰波斯,他的祖国是马其顿诸城市中最年轻的一座,因其创建者阿米恩塔斯之子腓力而得名。
§6.4.11Κυνίσκῳ δὲ τῷ ἐκ Μαντινείας πύκτῃ παιδὶ ἐποίησε Πολύκλειτος τὴν εἰκόνα.
对于来自曼提尼亚的少年拳击手克尼斯科斯,波吕克莱托斯制作了他的雕像。
Ἐργοτέλης δὲ ὁ Φιλάνορος δολίχου δύο ἐν Ὀλυμπίᾳ νίκας, τοσαύτας δὲ ἄλλας Πυθοῖ καὶ ἐν Ἰσθμῷ τε καὶ Νεμείων ἀνῃρημένος, οὐχ Ἱμεραῖος εἶναι τὸ ἐξ ἀρχῆς, καθάπερ γε τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησι, Κρὴς δὲ εἶναι λέγεται Κνώσσιος· ἐκπεσὼν δὲ ὑπὸ στασιωτῶν ἐκ Κνωσσοῦ καὶ ἐς Ἱμέραν ἀφικόμενος πολιτείας τʼ ἔτυχε καὶ πολλὰ εὕρετο ἄλλα ἐς τιμήν.
菲拉诺尔之子埃尔戈特莱斯曾在奥林匹亚获得两次长跑胜利,并在普托、地峡和涅墨亚分别获得相同数量的胜利,但他起初并非如他雕像上的铭文所说的那样是希梅拉人,据说他是来自克诺索斯的克里特人;他因党争被党人逐出克诺索斯,来到希梅拉后获得了公民权,并得到了许多其他荣誉。
ἔμελλεν οὖν ὡς τὸ εἰκὸς Ἱμεραῖος ἐν τοῖς ἀγῶσιν ἀναγορευθήσεσθαι.
因此,理所当然地,他在竞技会中被宣布为希梅拉人。

词汇与语法注释

  1. 6.4.1ἔχεται δὲ τοῦ Λυσάνδρου τῆς εἰκόνος — 中间态动词 ἔχομαι 支配属格(τοῦ Λυσάνδρου τῆς εἰκόνος),表示“紧接于……”或“与……相邻”的意思,而非被动含义。
  2. 6.4.3εἶναι δὲ αὐτῷ λέγεται τὴν πάλην καθὰ δὴ καὶ τὸ παγκράτιον — 这是一个依赖于非人称动词 λέγεται(据说)的“对格+不定式”结构,其中 τὴν πάλην 是不定式 εἶναι 的主语,而 αὐτῷ(指莱昂蒂斯科斯)是所有格与格。在以 καθὰ 开始的比较从句中,同样省略了 [εἶναι λέγεται] 结构,其中 τῷ Σωστράτῳ 作为所有格与格。
  3. 6.4.6συνέπεσεν ἐν πολέμῳ τὴν τελευτὴν γενέσθαι — 这是非人称动词 συνέπεσεν(恰逢、发生)的用法,其后接不定式 γενέσθαι 及其对格主语 τὴν τελευτὴν。属格 τοῦ βίου 修饰 τὴν τελευτὴν。
  4. 6.4.7τεκμαιρόμενον τῇ ἡλικίᾳ συμβαλέσθαι δεῖ με — 非人称动词 δεῖ(必须)后接对格主语 με 和不定式 συμβαλέσθαι(推测)。对格分词 被修饰语性数格一致的 τεκμαιρόμενον 在性、数、格上与主语 με 一致,并与与格 τῇ ἡλικίᾳ 结合,表示“根据年代来推测”这一伴随状况或手段。
  5. 6.4.8ἅτε παρὰ Ἀντιπάτρῳ καὶ πρότερον ἰσχύσαντα — 表示客观原因的语气词 ἅτε(因为、由于)与对格分词 ἰσχύσαντα 结合。尽管前句在间接陈述中以主格形式提到了亚里士多德(ὡς Ἀριστοτέλης...),但由于该分词在句法上修饰作为奉献(ἀνέθηκεν)之实际对象的亚里士多德,因而采用了对格形式。

引用这一段

保萨尼亚斯, 希腊志 §6.4.1-6.4.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.4.1-6.4.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。