Humanitext Reader

パウサニアス · ギリシア案内記 §6.3.9-6.3.16

競技勝者の像とイオニア諸都市の奉納

228 / 465 箇所 · ギリシア語

要旨

アンティオコスやヒュスモン、ニコストラトス、ディコン、クセノフォン、ピュリランペスなどの競技勝者たちの像の背景や、ディコンの出身地カウロニアの衰退が語られる。さらに、サモス人や他のイオニア人たちが政情の変化に伴い、リュサンドロスやコノンなどの有力者にへつらって次々に像を奉納した政治的日和見主義が批判される。

§6.3.9Ἀντιόχου δὲ ἀνδριάντα ἐποίησε μὲν Νικόδαμος, γένος δὲ ὁ Ἀντίοχος ἦν ἐκ Λεπρέου·
\nアンティオコスの像はニコダモスが制作した。 アンティオコスは血統としてはレプレオンの出身であった。
παγκρατίῳ δὲ ἄνδρας ἐν Ὀλυμπίᾳ μὲν ἐκράτησεν ἅπαξ, ἐν Ἰσθμῷ δὲ καὶ Νεμέᾳ δὶς πεντάθλῳ ἐν ἑκατέρῳ τῷ ἀγῶνι.
彼は、オリンピアでは成人のパンクラティオンで1回勝利し、イストモスとネメアでは、それぞれの競技会で五種競技において2回勝利した。
οὐ γάρ τι Ἰσθμίων Λεπρεάταις δεῖμα ὥσπερ γε αὐτοῖς ἐστιν Ἠλείοις, ἐπεὶ Ὕσμωνί γε τῷ Ἠλείῳ—πλησίον δὲ τοῦ Ἀντιόχου καὶ Ὕσμων οὗτος ἕστηκε—τούτῳ τῷ ἀνδρὶ ἀθλήσαντι πένταθλον ἥ τε Ὀλυμπικὴ νίκη καὶ Νεμείων γέγονεν ἡ ἑτέρα, Ἰσθμίων δὲ δῆλα ὡς καὶ οὗτος κατὰ ταὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο.
なぜなら、レプレオン人には、まさにエリス人自身にあるような、イストモス競技に対するいかなる恐れもなかったからである。 というのも、エリス人ヒュスモンについては――このヒュスモンもアンティオコスの近くに立っているが――、五種競技を戦ったこの男にとって、オリンピアでの勝利とネメアでのもう1つの勝利は得られたものの、イストモス競技からは、彼もまた他のエリス人たちと同様に排除されていたことが明らかだからである。
§6.3.10λέγεται δὲ παιδὶ ἔτι ὄντι τῷ Ὕσμωνι κατασκῆψαι ῥεῦμα ἐς τὰ νεῦρα, καὶ αὐτὸν ἐπὶ τούτῳ μελετῆσαι πένταθλον, ἵνα δὴ ἐκ τῶν πόνων ὑγιής τε καὶ ἄνοσος ἀνὴρ εἴη·
\n\nヒュスモンがまだ少年であったとき、神経に流動が襲い、そのために彼は五種競技の練習に励んだと言われている。 それは、その労苦によって健康で病気のない体になるためであった。
τῷ δὲ ἄρα τὸ μάθημα καὶ νίκας ἔμελλεν ἐπιφανεῖς οὕτω παρασκευάσειν.
しかし案の定、この訓練は彼にこれほど輝かしい勝利をもたらすことになったのである。
ὁ δὲ ἀνδριὰς αὐτῷ Κλέωνος μέν ἐστιν ἔργον, ἔχει δὲ ἁλτῆρας ἀρχαίους.
彼の像はクレオンの作品であり、古代の跳躍用おもりを手にしている。
§6.3.11μετὰ δὲ Ὕσμωνα παλαιστὴς παῖς ἐξ Ἡραίας ἀνάκειται τῆς Ἀρκάδων, Νικόστρατος Ξενοκλείδου·
\n\nヒュスモンののちには、アルカディアのヘライア出身の少年レスリング選手、クセノクレイデスの子ニコストラトスが奉納されている。
Παντίας δὲ αὐτῷ τὴν εἰκόνα ἐποίησεν, ὃς ἀπὸ Ἀριστοκλέους τοῦ Σικυωνίου καταριθμουμένῳ τοὺς διδαχθέντας ἕβδομος ἀπὸ τούτου ἦν μαθητής.
パンティアスが彼の像を制作した。 このパンティアスは、シキュオン人アリストクレスから師事された人々を数えると、彼から7代目の弟子にあたる。
Δίκων δὲ ὁ Καλλιβρότου πέντε μὲν Πυθοῖ δρόμου νίκας, τρεῖς δὲ ἀνείλετο Ἰσθμίων, τέσσαρας δὲ ἐν Νεμέᾳ, καὶ Ὀλυμπικὰς μίαν μὲν ἐν παισί, δύο δὲ ἄλλας ἀνδρῶν·
カリブロトスの子ディコンは、プュトで5つの短距離走の勝利を収め、イストモスで3つ、ネメアで4つ、そしてオリンピアでは少年で1つ、大人の部でさらに2つの勝利を収めた。
καί οἱ καὶ ἀνδριάντες ἴσοι ταῖς νίκαις εἰσὶν ἐν Ὀλυμπίᾳ.
彼にはオリンピアに勝利と同じ数の像が立っている。
παιδὶ μὲν δὴ ὄντι αὐτῷ Καυλωνιάτῃ, καθάπερ γε καὶ ἦν, ὑπῆρξεν ἀναγορευθῆναι·
彼が少年であったときには、実際そうであったように、カウロニア人として宣言されることが与えられた。
τὸ δὲ ἀπὸ τούτου Συρακούσιον αὑτὸν ἀνηγόρευσεν ἐπὶ χρήμασι.
しかし、それ以後は、金銭のために自分をシラクサ人と宣言させた。
§6.3.12Καυλωνία δὲ ἀπῳκίσθη μὲν ἐς Ἰταλίαν ὑπὸ Ἀχαιῶν, οἰκιστὴς δὲ ἐγένετο αὐτῆς Τύφων Αἰγιεύς·
\n\nカウロニアはアカイア人によってイタリアに入植され、その創建者はアイギオンのテュフォンであった。
Πύρρου δὲ τοῦ Αἰακίδου καὶ Ταραντίνων ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον καταστάντων ἄλλαι τε τῶν ἐν Ἰταλίᾳ πόλεων ἐγένοντο αἱ μὲν ὑπὸ Ῥωμαίων, αἱ δὲ ὑπὸ τῶν Ἠπειρωτῶν ἀνάστατοι, κατέλαβε δὲ ἐς ἅπαν ἐρημωθῆναι καὶ τὴν Καυλωνίαν ἁλοῦσαν ὑπὸ Καμπανῶν, οἳ Ῥωμαίοις μεγίστη τοῦ συμμαχικοῦ μοῖρα ἦσαν.
アイアキデスの子ピュロスとタラスの人々がローマ人との戦争に突入したとき、イタリアの他の都市たちも、あるものはローマ人によって、あるものはエペイロス人によって破壊され、カウロニアもまた、ローマ人の同盟軍の最大の部分を占めていたカンパニア人によって攻略されて、完全に荒廃するに至った。
§6.3.13ἐπὶ δὲ τῷ Δίκωνι ἀνάκειται μὲν Ξενοφῶν Μενεφύλου παγκρατιαστὴς ἀνὴρ ἐξ Αἰγίου τῆς Ἀχαιῶν, ἀνάκειται δὲ Πυριλάμπης Ἐφέσιος λαβὼν δολίχου νίκην.
\n\nディコンののちには、アカイアのアイギオン出身の成人パンクラティオン選手、メネフュロスの子クセノフォンが奉納されており、また長距離走で勝利を収めたエフェソス人ピュリランペスが奉納されている。
τοῦ μὲν δὴ τὴν εἰκόνα ἐποίησεν Ὄλυμπος, Πυριλάμπει δὲ ὁμώνυμος καὶ ὁ πλάστης, γένος δὲ οὐ Σικυώνιος, ἀλλὰ ἐκ Μεσσήνης τῆς ὑπὸ τῇ Ἰθώμῃ.
前者(クセノフォン)の像はオリンポスが制作した。 一方、ピュリランペスについては、彫刻家も同名であったが、その血統はシキュオンではなく、イトメ山の麓にあるメッセネの出身であった。
§6.3.14Λύσανδρον δὲ τὸν Ἀριστοκρίτου Σπαρτιάτην ἀνέθεσαν ἐν Ὀλυμπίᾳ Σάμιοι, καὶ αὐτοῖς τὸ μὲν πρότερον τῶν ἐπιγραμμάτων ἐστὶν " ἐν πολυθαήτῳ τεμένει Διὸς ὑψιμέδοντος ἕστηκʼ ἀνθέντων δημοσίᾳ Σαμίων·
\n\nアリストクリトスの子であるスパルタ人リュサンドロスを、サモス人たちがオリンピアに奉納した。 彼らの碑文の最初のものは、次の通りである。 \n「高く支配するゼウスの、多くの人に仰ぎ見られる神域に、サモス人が公に奉納して立っている。
" τοῦτο μὲν δὴ τοὺς τὸ ἀνάθημα ἀναθέντας μηνύει, τὸ δʼ ἐφεξῆς ἐς αὐτὸν ἔπαινός ἐστι Λύσανδρον·
」\nこれは奉納を捧げた人々を示しており、それに続くものはリュサンドロス自身への称賛である。
" ἀθάνατον πάτρᾳ καὶ Ἀριστοκρίτῳ κλέος ἔργων, Λύσανδρʼ, ἐκτελέσας δόξαν ἔχεις ἀρετᾶς.
\n「リュサンドロスよ、祖国とアリストクリトスにその偉業の不滅の名声をもたらし、君は徳の誉れを手にしている。
" δῆλοι οὖν εἰσιν οἵ τε Σάμιοι καὶ οἱ ἄλλοι Ἴωνες,
」\nしたがって、サモス人および他のイオニア人たちが以下のようであったことは明らかである。
§6.3.15κατὰ τὸ λεγόμενον ὑπʼ αὐτῶν Ἰώνων, τοὺς τοίχους τοὺς δύο ἐπαλείφοντες.
\n\n彼らイオニア人自身の言葉で言われるところの、「両方の壁を塗り替える」ことをしていた。
Ἀλκιβιάδου μέν γε τριήρεσιν Ἀθηναίων περὶ Ἰωνίαν ἰσχύοντος ἐθεράπευον αὐτὸν Ἰώνων οἱ πολλοί, καὶ εἰκὼν Ἀλκιβιάδου χαλκῆ παρὰ τῇ Ἥρᾳ Σαμίων ἐστὶν ἀνάθημα·
実際、アテナイ人の三段櫂船がイオニア周辺で勢力を持っていたときには、イオニア人の多くはアルキビアデスにへつらい、サモス人の奉納したアルキビアデスの青銅像がヘラ神殿にある。
ὡς δὲ ἐν Αἰγὸς ποταμοῖς ἑάλωσαν αἱ ναῦς αἱ Ἀττικαί, Σάμιοι μὲν ἐς Ὀλυμπίαν τὸν Λύσανδρον, Ἐφέσιοι δὲ ἐς τὸ ἱερὸν ἀνετίθεσαν τῆς Ἀρτέμιδος Λύσανδρόν τε αὐτὸν καὶ Ἐτεόνικον καὶ Φάρακα καὶ ἄλλους Σπαρτιατῶν ἥκιστα ἔς γε τὸ Ἑλληνικὸν γνωρίμους.
しかし、アイゴス・ポタモイでアテナイの船が捕らえられると、サモス人はオリンピアにリュサンドロスを奉納し、エフェソス人はアルテミスの神殿に、リュサンドロス自身やエテオニコス、ファラクス、およびギリシア世界において極めて知名度の低い他のスパルタ人たちの像を奉納した。
§6.3.16μεταπεσόντων δὲ αὖθις τῶν πραγμάτων καὶ Κόνωνος κεκρατηκότος τῇ ναυμαχίᾳ περὶ Κνίδον καὶ ὄρος τὸ Δώριον ὀνομαζόμενον, οὕτω μετεβάλλοντο οἱ Ἴωνες, καὶ Κόνωνα ἀνακείμενον χαλκοῦν καὶ Τιμόθεον ἐν Σάμῳ τε ἔστιν ἰδεῖν παρὰ τῇ Ἥρᾳ καὶ ὡσαύτως ἐν Ἐφέσῳ παρὰ τῇ Ἐφεσίᾳ θεῷ.
\n\nだが、再び情勢が一転し、コノンがクニドスとドリオ派と呼ばれる山の近くの海戦で勝利を収めると、イオニア人はそのように態度を変え、サモスではヘラ神殿の傍らに、また同様にエフェソスではエフェソスの女神の傍らに、コノンとティモテオスの青銅像が奉納されているのを見ることができる。
ταῦτα μέν ἐστιν ἔχοντα οὕτω τὸν ἀεὶ χρόνον, καὶ Ἴωσιν ὡσαύτως οἱ πάντες ἄνθρωποι θεραπεύουσι τὰ ὑπερέχοντα τῇ ἰσχύι.
これらはいつの時代もこのようにあるのであり、イオニア人と同様に、すべての人間は力において勝る者にへつらうのである。

語釈・文法注

  1. 6.3.9οὐ γάρ τι Ἰσθμίων Λεπρεάταις δεῖμα — 属格の Ἰσθμίων は δεῖμα にかかる目的格的属格で、イストモス競技会に対する恐れを意味する。与格の Λεπρεάταις は所有・保持を表す与格である。エリス人が隣国との政治的・宗教的対立(神聖戦争に関連する不参加)によりイストモス競技会から排除されていたのとは対照的に、同盟国であったレプレオン人にはそのような排除や恐れがなかったことを示している。
  2. 6.3.11ὃς ἀπὸ Ἀριστοκλέους τοῦ Σικυωνίου καταριθμουμένῳ τοὺς διδαχθέντας ἕβδομος ἀπὸ τούτου ἦν μαθητής — 現在分詞与格 καταριθμουμένῳ は「数える人にとって」という判断の与格(基準の与格)として機能している。アリストクレスから数え始めてその弟子たちを順番に辿る者から見れば、パンティアスは7代目の系譜に位置する弟子であったことを表現する、古典ギリシア語における系譜記述の慣用的な表現構造である。
  3. 6.3.15τοὺς τοίχους τοὺς δύο ἐπαλείφοντες — 「両方の壁を塗る」という表現は、ギリシア語の慣用句で、都合に合わせて両方の側に味方すること、すなわち政治的な日和見主義(二股をかけること)を比喩的に指す。ここではイオニア人たちがアテナイとスパルタの勢力争いに応じて、勝者側に次々とへつらった様子を痛烈に描写している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §6.3.9-6.3.16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.3.9-6.3.16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。