Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.3.9-6.3.16

优胜者雕像与伊奥尼亚城邦的奉纳

第 228 段,共 465 段 · 希腊语

内容简介

本节记叙了包括安提奥克斯、希波斯、尼科斯特拉托斯、迪康、克塞诺丰和皮里兰佩斯在内的体育获胜者的雕像背景,以及迪康故乡卡乌洛尼亚的衰落历史。此外,还批评了萨摩斯人和其他伊奥尼亚人的政治投机主义,他们随着政局变化,先后为莱桑德、阿尔西比亚德斯和科农等权臣奉献雕像。

§6.3.9Ἀντιόχου δὲ ἀνδριάντα ἐποίησε μὲν Νικόδαμος, γένος δὲ ὁ Ἀντίοχος ἦν ἐκ Λεπρέου·
\n安提奥克斯的雕像是尼科达莫斯制作的,安提奥克斯世系属于莱普雷翁。
παγκρατίῳ δὲ ἄνδρας ἐν Ὀλυμπίᾳ μὲν ἐκράτησεν ἅπαξ, ἐν Ἰσθμῷ δὲ καὶ Νεμέᾳ δὶς πεντάθλῳ ἐν ἑκατέρῳ τῷ ἀγῶνι.
他曾在奥林匹亚获得过一次男子潘克拉辛胜利,并在地峡和涅墨亚的每次竞技中两次获得五项全能胜利。
οὐ γάρ τι Ἰσθμίων Λεπρεάταις δεῖμα ὥσπερ γε αὐτοῖς ἐστιν Ἠλείοις, ἐπεὶ Ὕσμωνί γε τῷ Ἠλείῳ—πλησίον δὲ τοῦ Ἀντιόχου καὶ Ὕσμων οὗτος ἕστηκε—τούτῳ τῷ ἀνδρὶ ἀθλήσαντι πένταθλον ἥ τε Ὀλυμπικὴ νίκη καὶ Νεμείων γέγονεν ἡ ἑτέρα, Ἰσθμίων δὲ δῆλα ὡς καὶ οὗτος κατὰ ταὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο.
因为莱普雷翁人对地峡竞技会毫无畏惧,而不像伊利斯人自己那样;因为对于伊利斯人希波斯——他也站在安提奥克斯的附近——这位练习五项全能的男子,虽然获得了奥林匹克胜利和另一次涅墨亚胜利,但显然他也与其他伊利斯人一样被排除在地峡竞技会之外。
§6.3.10λέγεται δὲ παιδὶ ἔτι ὄντι τῷ Ὕσμωνι κατασκῆψαι ῥεῦμα ἐς τὰ νεῦρα, καὶ αὐτὸν ἐπὶ τούτῳ μελετῆσαι πένταθλον, ἵνα δὴ ἐκ τῶν πόνων ὑγιής τε καὶ ἄνοσος ἀνὴρ εἴη· τῷ δὲ ἄρα τὸ μάθημα καὶ νίκας ἔμελλεν ἐπιφανεῖς οὕτω παρασκευάσειν.
\n\n据说在希波斯还是个孩子的时候,他的神经系统患上了流注病,因此他练习五项全能,以便通过这些辛劳使自己成为一个健康无病的人;而这门功课也确实注定要为他带来如此辉煌的胜利。
ὁ δὲ ἀνδριὰς αὐτῷ Κλέωνος μέν ἐστιν ἔργον, ἔχει δὲ ἁλτῆρας ἀρχαίους.
他的雕像是克莱翁的作品,手里拿着古式的跳跃哑铃。
§6.3.11μετὰ δὲ Ὕσμωνα παλαιστὴς παῖς ἐξ Ἡραίας ἀνάκειται τῆς Ἀρκάδων, Νικόστρατος Ξενοκλείδου·
\n\n在希波斯之后,奉献着一位来自阿卡迪亚赫赖阿的少年摔跤手,克塞诺克莱斯之子尼科斯特拉托斯。
Παντίας δὲ αὐτῷ τὴν εἰκόνα ἐποίησεν, ὃς ἀπὸ Ἀριστοκλέους τοῦ Σικυωνίου καταριθμουμένῳ τοὺς διδαχθέντας ἕβδομος ἀπὸ τούτου ἦν μαθητής.
潘蒂亚斯制作了他的雕像;这位潘蒂亚斯,如果从西基翁人阿里斯托克莱斯开始算起受教者,他是其第七代弟子。
Δίκων δὲ ὁ Καλλιβρότου πέντε μὲν Πυθοῖ δρόμου νίκας, τρεῖς δὲ ἀνείλετο Ἰσθμίων, τέσσαρας δὲ ἐν Νεμέᾳ, καὶ Ὀλυμπικὰς μίαν μὲν ἐν παισί, δύο δὲ ἄλλας ἀνδρῶν· καί οἱ καὶ ἀνδριάντες ἴσοι ταῖς νίκαις εἰσὶν ἐν Ὀλυμπίᾳ.
卡利布罗托斯之子迪康曾在普托获得过五次短跑胜利,三次地峡胜利,四次涅墨亚胜利,而在奥林匹亚则获得过一次少年组胜利和两次男子组胜利;他在奥林匹亚的雕像数量与他的胜利次数相同。
παιδὶ μὲν δὴ ὄντι αὐτῷ Καυλωνιάτῃ, καθάπερ γε καὶ ἦν, ὑπῆρξεν ἀναγορευθῆναι· τὸ δὲ ἀπὸ τούτου Συρακούσιον αὑτὸν ἀνηγόρευσεν ἐπὶ χρήμασι.
当他还是孩子时,他得以被宣布为卡乌洛尼亚人,而他确实也是;但在此之后,他为了金钱而宣布自己为叙拉古人。
§6.3.12Καυλωνία δὲ ἀπῳκίσθη μὲν ἐς Ἰταλίαν ὑπὸ Ἀχαιῶν, οἰκιστὴς δὲ ἐγένετο αὐτῆς Τύφων Αἰγιεύς·
\n\n卡乌洛尼亚是由阿开亚人在意大利建立的殖民地,其创建者是艾吉翁的テュフォン。
Πύρρου δὲ τοῦ Αἰακίδου καὶ Ταραντίνων ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον καταστάντων ἄλλαι τε τῶν ἐν Ἰταλίᾳ πόλεων ἐγένοντο αἱ μὲν ὑπὸ Ῥωμαίων, αἱ δὲ ὑπὸ τῶν Ἠπειρωτῶν ἀνάστατοι, κατέλαβε δὲ ἐς ἅπαν ἐρημωθῆναι καὶ τὴν Καυλωνίαν ἁλοῦσαν ὑπὸ Καμπανῶν, οἳ Ῥωμαίοις μεγίστη τοῦ συμμαχικοῦ μοῖρα ἦσαν.
当埃阿基德斯之子皮洛斯和塔兰托人与罗马人交战时,意大利的其他城市有些被罗马人摧毁,有些被伊庇鲁斯人摧毁,而卡乌洛尼亚也因被坎帕尼亚人攻陷而完全荒废,坎帕尼亚人曾是罗马盟军中最大的一支力量。
§6.3.13ἐπὶ δὲ τῷ Δίκωνι ἀνάκειται μὲν Ξενοφῶν Μενεφύλου παγκρατιαστὴς ἀνὴρ ἐξ Αἰγίου τῆς Ἀχαιῶν, ἀνάκειται δὲ Πυριλάμπης Ἐφέσιος λαβὼν δολίχου νίκην.
\n\n在迪康之后,奉献着来自阿开亚艾吉翁的男子潘克拉辛选手,梅内菲洛斯之子克塞诺丰,还奉献着在长跑中获胜的以弗所人皮里兰佩斯。
τοῦ μὲν δὴ τὴν εἰκόνα ἐποίησεν Ὄλυμπος, Πυριλάμπει δὲ ὁμώνυμος καὶ ὁ πλάστης, γένος δὲ οὐ Σικυώνιος, ἀλλὰ ἐκ Μεσσήνης τῆς ὑπὸ τῇ Ἰθώμῃ.
前者的雕像是奥林波斯制作的,而对于皮里兰佩斯,雕刻家与他同名,但世系并非西基翁人,而是来自伊索梅山下的麦塞尼亚。
§6.3.14Λύσανδρον δὲ τὸν Ἀριστοκρίτου Σπαρτιάτην ἀνέθεσαν ἐν Ὀλυμπίᾳ Σάμιοι, καὶ αὐτοῖς τὸ μὲν πρότερον τῶν ἐπιγραμμάτων ἐστὶν " ἐν πολυθαήτῳ τεμένει Διὸς ὑψιμέδοντος ἕστηκʼ ἀνθέντων δημοσίᾳ Σαμίων·
\n\n阿里斯托克里托斯之子、斯巴达人莱桑德由萨摩斯人奉献于奥林匹亚,他们的第一首铭文是:\n“在备受瞩目的至高统治者宙斯的圣域中,我站立着,这是萨摩斯人公奉的。
" τοῦτο μὲν δὴ τοὺς τὸ ἀνάθημα ἀναθέντας μηνύει, τὸ δʼ ἐφεξῆς ἐς αὐτὸν ἔπαινός ἐστι Λύσανδρον· " ἀθάνατον πάτρᾳ καὶ Ἀριστοκρίτῳ κλέος ἔργων, Λύσανδρʼ, ἐκτελέσας δόξαν ἔχεις ἀρετᾶς.
”\n这确实表明了奉献者是谁,而接下来的内容是对莱桑德本人的赞美:\n“莱桑德啊,你用你的功绩为祖国和阿里斯托克里托斯赢得了不朽的荣耀,你拥有美德的名望。
" δῆλοι οὖν εἰσιν οἵ τε Σάμιοι καὶ οἱ ἄλλοι Ἴωνες, §6.3.15κατὰ τὸ λεγόμενον ὑπʼ αὐτῶν Ἰώνων, τοὺς τοίχους τοὺς δύο ἐπαλείφοντες.
”\n因此,显而易见,萨摩斯人和其他的伊奥尼亚人,\n\n正如伊奥尼亚人自己所说的那样,是在“粉刷两面墙壁”(两面讨好)。
Ἀλκιβιάδου μέν γε τριήρεσιν Ἀθηναίων περὶ Ἰωνίαν ἰσχύοντος ἐθεράπευον αὐτὸν Ἰώνων οἱ πολλοί, καὶ εἰκὼν Ἀλκιβιάδου χαλκῆ παρὰ τῇ Ἥρᾳ Σαμίων ἐστὶν ἀνάθημα·
因为当阿尔西比亚德斯率领雅典的三段漕船在伊奥尼亚一带强盛时,大多数伊奥尼亚人都在巴结他,萨摩斯人奉献的阿尔西比亚德斯铜像就在赫拉神庙中。
ὡς δὲ ἐν Αἰγὸς ποταμοῖς ἑάλωσαν αἱ ναῦς αἱ Ἀττικαί, Σάμιοι μὲν ἐς Ὀλυμπίαν τὸν Λύσανδρον, Ἐφέσιοι δὲ ἐς τὸ ἱερὸν ἀνετίθεσαν τῆς Ἀρτέμιδος Λύσανδρόν τε αὐτὸν καὶ Ἐτεόνικον καὶ Φάρακα καὶ ἄλλους Σπαρτιατῶν ἥκιστα ἔς γε τὸ Ἑλληνικὸν γνωρίμους.
但当雅典的船只在羊角河战役中被俘时,萨摩斯人便在奥林匹亚奉献了莱桑德的雕像,而以弗所人则在阿尔忒弥斯的神庙中奉献了莱桑德本人、埃特奥尼科斯、法拉克斯以及其他在希腊世界中几乎不为人知的斯巴达人的雕像。
§6.3.16μεταπεσόντων δὲ αὖθις τῶν πραγμάτων καὶ Κόνωνος κεκρατηκότος τῇ ναυμαχίᾳ περὶ Κνίδον καὶ ὄρος τὸ Δώριον ὀνομαζόμενον, οὕτω μετεβάλλοντο οἱ Ἴωνες, καὶ Κόνωνα ἀνακείμενον χαλκοῦν καὶ Τιμόθεον ἐν Σάμῳ τε ἔστιν ἰδεῖν παρὰ τῇ Ἥρᾳ καὶ ὡσαύτως ἐν Ἐφέσῳ παρὰ τῇ Ἐφεσίᾳ θεῷ.
\n\n然而当局势再度逆转,科农在克尼多斯和被称为多里翁的山附近的航海战中获胜时,伊奥尼亚人也随之改变,在萨摩斯的赫拉神庙旁和以弗所的以弗所女神庙旁,都可以看到科农和提摩太的青铜像。
ταῦτα μέν ἐστιν ἔχοντα οὕτω τὸν ἀεὶ χρόνον, καὶ Ἴωσιν ὡσαύτως οἱ πάντες ἄνθρωποι θεραπεύουσι τὰ ὑπερέχοντα τῇ ἰσχύι.
这些事情自古以来皆是如此,所有人类都和伊奥尼亚人一样,在巴结那些实力占优的人。

词汇与语法注释

  1. 6.3.9οὐ γάρ τι Ἰσθμίων Λεπρεάταις δεῖμα — 属格 Ἰσθμίων 是依附于 δεῖμα 的宾格性属格,意为对地峡竞技会的畏惧。与格 Λεπρεάταις 是物主与格。这表明,与因政治和宗教纠纷而被排除在地峡竞技会之外的伊利斯人不同,作为盟友的莱普雷翁人没有受到这种排除或畏惧的影响。
  2. 6.3.11ὃς ἀπὸ Ἀριστοκλέους τοῦ Σικυωνίου καταριθμουμένῳ τοὺς διδαχθέντας ἕβδομος ἀπὸ τούτου ἦν μαθητής — 现在分词与格 καταριθμουμένῳ 用作关系或判断与格(“对计算者而言”)。这是古希腊语中表达谱系或学术传承的一种惯用结构,意指对于任何从阿里斯托克莱斯开始顺次计算其弟子的人来说,潘蒂亚斯是第七代传人。
  3. 6.3.15τοὺς τοίχους τοὺς δύο ἐπαλείφοντες — “粉刷两面墙壁”是希腊语中的一个成语,比喻根据便利在两边讨好,即政治投机主义。此处生动地描绘了伊奥尼亚人如何根据当时的局势,向任何占优势的一方(雅典或斯巴达)谄媚并奉献雕像。

引用这一段

保萨尼亚斯, 希腊志 §6.3.9-6.3.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.3.9-6.3.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。