§6.3.9Ἀντιόχου δὲ ἀνδριάντα ἐποίησε μὲν Νικόδαμος, γένος δὲ ὁ Ἀντίοχος ἦν ἐκ Λεπρέου·
\nNicodamus made the statue of Antiochus, who was by race from Lepreum.
παγκρατίῳ δὲ ἄνδρας ἐν Ὀλυμπίᾳ μὲν ἐκράτησεν ἅπαξ, ἐν Ἰσθμῷ δὲ καὶ Νεμέᾳ δὶς πεντάθλῳ ἐν ἑκατέρῳ τῷ ἀγῶνι.
He won the men's pancratium once at Olympia, and the pentathlon twice at the Isthmus and twice at Nemea in each contest.
οὐ γάρ τι Ἰσθμίων Λεπρεάταις δεῖμα ὥσπερ γε αὐτοῖς ἐστιν Ἠλείοις, ἐπεὶ Ὕσμωνί γε τῷ Ἠλείῳ—πλησίον δὲ τοῦ Ἀντιόχου καὶ Ὕσμων οὗτος ἕστηκε—τούτῳ τῷ ἀνδρὶ ἀθλήσαντι πένταθλον ἥ τε Ὀλυμπικὴ νίκη καὶ Νεμείων γέγονεν ἡ ἑτέρα, Ἰσθμίων δὲ δῆλα ὡς καὶ οὗτος κατὰ ταὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο. §6.3.10λέγεται δὲ παιδὶ ἔτι ὄντι τῷ Ὕσμωνι κατασκῆψαι ῥεῦμα ἐς τὰ νεῦρα, καὶ αὐτὸν ἐπὶ τούτῳ μελετῆσαι πένταθλον, ἵνα δὴ ἐκ τῶν πόνων ὑγιής τε καὶ ἄνοσος ἀνὴρ εἴη·
For the Lepreans had no fear of the Isthmian games, such as the Eleans themselves have, since in the case of Hysmon the Elean—and this Hysmon stands near Antiochus—although this man won an Olympic victory in the pentathlon and one of the Nemean victories, it is clear that he, like the other Eleans, was excluded from the Isthmian games.\n\nIt is said that when Hysmon was still a boy, a rheum settled in his muscles, and on this account he practiced the pentathlon, so that through his labors he might become a healthy man free from disease; and so the training was destined to procure for him such illustrious victories.
τῷ δὲ ἄρα τὸ μάθημα καὶ νίκας ἔμελλεν ἐπιφανεῖς οὕτω παρασκευάσειν. ὁ δὲ ἀνδριὰς αὐτῷ Κλέωνος μέν ἐστιν ἔργον, ἔχει δὲ ἁλτῆρας ἀρχαίους. §6.3.11μετὰ δὲ Ὕσμωνα παλαιστὴς παῖς ἐξ Ἡραίας ἀνάκειται τῆς Ἀρκάδων, Νικόστρατος Ξενοκλείδου·
His statue is the work of Cleon, and he holds ancient jumping-weights.\n\nAfter Hysmon is dedicated a boy wrestler from Heraea in Arcadia, Nicostratus, the son of Xenoclides.
Παντίας δὲ αὐτῷ τὴν εἰκόνα ἐποίησεν, ὃς ἀπὸ Ἀριστοκλέους τοῦ Σικυωνίου καταριθμουμένῳ τοὺς διδαχθέντας ἕβδομος ἀπὸ τούτου ἦν μαθητής.
Pantias made his statue; Pantias was a pupil who, if one counts those taught starting from Aristocles of Sicyon, was the seventh from him.
Δίκων δὲ ὁ Καλλιβρότου πέντε μὲν Πυθοῖ δρόμου νίκας, τρεῖς δὲ ἀνείλετο Ἰσθμίων, τέσσαρας δὲ ἐν Νεμέᾳ, καὶ Ὀλυμπικὰς μίαν μὲν ἐν παισί, δύο δὲ ἄλλας ἀνδρῶν· καί οἱ καὶ ἀνδριάντες ἴσοι ταῖς νίκαις εἰσὶν ἐν Ὀλυμπίᾳ.
Dicon, the son of Callibrotus, won five victories in the foot-race at Pytho, three at the Isthmus, four at Nemea, and at Olympia one among the boys and two others among the men; and he has statues in Olympia equal in number to his victories.
παιδὶ μὲν δὴ ὄντι αὐτῷ Καυλωνιάτῃ, καθάπερ γε καὶ ἦν, ὑπῆρξεν ἀναγορευθῆναι· τὸ δὲ ἀπὸ τούτου Συρακούσιον αὑτὸν ἀνηγόρευσεν ἐπὶ χρήμασι. §6.3.12Καυλωνία δὲ ἀπῳκίσθη μὲν ἐς Ἰταλίαν ὑπὸ Ἀχαιῶν, οἰκιστὴς δὲ ἐγένετο αὐτῆς Τύφων Αἰγιεύς·
When he was a boy, he had the fortune to be proclaimed as a Caulonian, as indeed he was; but after this, he proclaimed himself a Syracusan for money.\n\nCaulonia was colonized in Italy by the Achaeans, and its founder was Typhon of Aegium.
Πύρρου δὲ τοῦ Αἰακίδου καὶ Ταραντίνων ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον καταστάντων ἄλλαι τε τῶν ἐν Ἰταλίᾳ πόλεων ἐγένοντο αἱ μὲν ὑπὸ Ῥωμαίων, αἱ δὲ ὑπὸ τῶν Ἠπειρωτῶν ἀνάστατοι, κατέλαβε δὲ ἐς ἅπαν ἐρημωθῆναι καὶ τὴν Καυλωνίαν ἁλοῦσαν ὑπὸ Καμπανῶν, οἳ Ῥωμαίοις μεγίστη τοῦ συμμαχικοῦ μοῖρα ἦσαν. §6.3.13ἐπὶ δὲ τῷ Δίκωνι ἀνάκειται μὲν Ξενοφῶν Μενεφύλου παγκρατιαστὴς ἀνὴρ ἐξ Αἰγίου τῆς Ἀχαιῶν, ἀνάκειται δὲ Πυριλάμπης Ἐφέσιος λαβὼν δολίχου νίκην.
When Pyrrhus, the son of Aeacides, and the Tarentines engaged in the war against the Romans, some of the cities in Italy were laid waste by the Romans and others by the Epirotes, and it befell Caulonia also to be completely desolated, being captured by the Campanians, who were the largest portion of the Roman allied force.\n\nNext to Dicon is dedicated Xenophon, son of Menephylus, a man pancratiast from Aegium in Achaea, and also dedicated is Pyrilampes of Ephesus, who won a victory in the long race.
τοῦ μὲν δὴ τὴν εἰκόνα ἐποίησεν Ὄλυμπος, Πυριλάμπει δὲ ὁμώνυμος καὶ ὁ πλάστης, γένος δὲ οὐ Σικυώνιος, ἀλλὰ ἐκ Μεσσήνης τῆς ὑπὸ τῇ Ἰθώμῃ. §6.3.14Λύσανδρον δὲ τὸν Ἀριστοκρίτου Σπαρτιάτην ἀνέθεσαν ἐν Ὀλυμπίᾳ Σάμιοι, καὶ αὐτοῖς τὸ μὲν πρότερον τῶν ἐπιγραμμάτων ἐστὶν
"
ἐν πολυθαήτῳ τεμένει Διὸς ὑψιμέδοντος
ἕστηκʼ ἀνθέντων δημοσίᾳ Σαμίων· "
τοῦτο μὲν δὴ τοὺς τὸ ἀνάθημα ἀναθέντας μηνύει, τὸ δʼ ἐφεξῆς ἐς αὐτὸν ἔπαινός ἐστι Λύσανδρον· "
ἀθάνατον πάτρᾳ καὶ Ἀριστοκρίτῳ κλέος ἔργων,
Λύσανδρʼ, ἐκτελέσας δόξαν ἔχεις ἀρετᾶς. "
δῆλοι οὖν εἰσιν οἵ τε Σάμιοι καὶ οἱ ἄλλοι Ἴωνες,
Olympus made the statue of the former, while for Pyrilampes, the sculptor was of the same name, by race not a Sicyonian, but from Messene under Mount Ithome.\n\nLysander, the son of Aristocritus, a Spartan, was dedicated at Olympia by the Samians, and their first inscription is:\n"In the much-admired precinct of high-ruling Zeus, I stand, dedicated publicly by the Samians."\nThis indeed indicates those who set up the dedication, but the next is a praise of Lysander himself:\n"Having accomplished immortal glory for your fatherland and Aristocritus, Lysander, by your deeds, you possess the fame of virtue."\nIt is clear, then, that both the Samians and the other Ionians,\n\naccording to the saying of the Ionians themselves, were painting both walls.
§6.3.15κατὰ τὸ λεγόμενον ὑπʼ αὐτῶν Ἰώνων, τοὺς τοίχους τοὺς δύο ἐπαλείφοντες. Ἀλκιβιάδου μέν γε τριήρεσιν Ἀθηναίων περὶ Ἰωνίαν ἰσχύοντος ἐθεράπευον αὐτὸν Ἰώνων οἱ πολλοί, καὶ εἰκὼν Ἀλκιβιάδου χαλκῆ παρὰ τῇ Ἥρᾳ Σαμίων ἐστὶν ἀνάθημα· ὡς δὲ ἐν Αἰγὸς ποταμοῖς ἑάλωσαν αἱ ναῦς αἱ Ἀττικαί, Σάμιοι μὲν ἐς Ὀλυμπίαν τὸν Λύσανδρον, Ἐφέσιοι δὲ ἐς τὸ ἱερὸν ἀνετίθεσαν τῆς Ἀρτέμιδος Λύσανδρόν τε αὐτὸν καὶ Ἐτεόνικον καὶ Φάρακα καὶ ἄλλους Σπαρτιατῶν ἥκιστα ἔς γε τὸ Ἑλληνικὸν γνωρίμους. §6.3.16μεταπεσόντων δὲ αὖθις τῶν πραγμάτων καὶ Κόνωνος κεκρατηκότος τῇ ναυμαχίᾳ περὶ Κνίδον καὶ ὄρος τὸ Δώριον ὀνομαζόμενον, οὕτω μετεβάλλοντο οἱ Ἴωνες, καὶ Κόνωνα ἀνακείμενον χαλκοῦν καὶ Τιμόθεον ἐν Σάμῳ τε ἔστιν ἰδεῖν παρὰ τῇ Ἥρᾳ καὶ ὡσαύτως ἐν Ἐφέσῳ παρὰ τῇ Ἐφεσίᾳ θεῷ.
For when Alcibiades, with the triremes of the Athenians, was powerful around Ionia, most of the Ionians courted him, and a bronze statue of Alcibiades stands as a dedication of the Samians in the temple of Hera; but when the Attic ships were captured at Aegospotami, the Samians dedicated Lysander at Olympia, and the Ephesians set up in the temple of Artemis statues of Lysander himself, Eteonicus, Pharax, and other Spartans who were very little known to the Greek world.\n\nWhen, however, affairs changed again and Conon won the sea-fight off Cnidus and the mountain called Dorium, the Ionians changed in like manner, and one can see a bronze statue of Conon and Timotheus dedicated both in Samos in the temple of Hera and likewise in Ephesus in the temple of the Ephesian goddess.
ταῦτα μέν ἐστιν ἔχοντα οὕτω τὸν ἀεὶ χρόνον, καὶ Ἴωσιν ὡσαύτως οἱ πάντες ἄνθρωποι θεραπεύουσι τὰ ὑπερέχοντα τῇ ἰσχύι.
These matters have always been so, and all men, like the Ionians, court those who are superior in power.