§6.25.1ἔστι δὲ τῆς στοᾶς ὀπίσω τῆς ἀπὸ τῶν λαφύρων τῶν ἐκ Κορκύρας Ἀφροδίτης ναός, τὸ δὲ ἐν ὑπαίθρῳ τέμενος οὐ πολὺ ἀφεστηκὸς ἀπὸ τοῦ ναοῦ.
コルキュラからの戦利品によって建てられた柱廊の背後に、アプロディーテーの神殿があり、その屋外の聖域は神殿からそれほど離れていない。
καὶ τὴν μὲν ἐν τῷ ναῷ καλοῦσιν Οὐρανίαν, ἐλέφαντος δέ ἐστι καὶ χρυσοῦ, τέχνη Φειδίου, τῷ δὲ ἑτέρῳ ποδὶ ἐπὶ χελώνης βέβηκε·
そして神殿の中の像を彼らはウラニアーと呼んでおり、それは象牙と金でできていて、ペイディアスの作であり、片方の足で亀を踏んでいる。
τῆς δὲ περιέχεται μὲν τὸ τέμενος θριγκῷ, κρηπὶς δὲ ἐντὸς τοῦ τεμένους πεποίηται καὶ ἐπὶ τῇ κρηπῖδι ἄγαλμα Ἀφροδίτης χαλκοῦν ἐπὶ τράγῳ κάθηται χαλκῷ·
他方の聖域は石牆で囲まれており、聖域の内部には台座が作られていて、その台座の上には、青銅の山羊に乗ったアプロディーテーの青銅の像が座っている。
Σκόπα τοῦτο ἔργον, Ἀφροδίτην δὲ Πάνδημον ὀνομάζουσι.
これはスコパースの作品であり、彼女をパンデーモスと呼んでいる。
τὰ δὲ ἐπὶ τῇ χελώνῃ τε καὶ ἐς τὸν τράγον παρίημι τοῖς θέλουσιν εἰκάζειν.
亀や山羊に関する意味については、推測したいと思う人々に委ねる。
§6.25.2ὁ δὲ ἱερὸς τοῦ Ἅιδου περίβολός τε καὶ ναός—ἔστι γὰρ δὴ Ἠλείοις καὶ Ἅιδου περίβολός τε καὶ ναός— ἀνοίγνυται μὲν ἅπαξ κατὰ ἔτος ἕκαστον, ἐσελθεῖν δὲ οὐδὲ τότε ἐφεῖται πέρα γε τοῦ ἱερωμένου.
ハデースの神聖な囲い地と神殿は――というのも、エリース人には実にハデースの囲い地と神殿もあるのであるが――一年にただ一度だけ開かれ、その時でさえ、神職以外の者が立ち入ることは許されていない。
ἀνθρώπων δὲ ὧν ἴσμεν μόνοι τιμῶσιν Ἅιδην Ἠλεῖοι κατὰ αἰτίαν τήνδε.
私たちが知る人々の中で、エリース人だけが次のような理由でハデースを崇拝している。
Ἡρακλεῖ στρατιὰν ἄγοντι ἐπὶ Πύλον τὴν ἐν τῇ Ἤλιδι, παρεῖναί οἱ καὶ Ἀθηνᾶν συνεργὸν λέγουσιν·
エリース地方のピュロスに対して軍を率いていたヘーラク勒スに、アテーナーも協力者として付き添っていたと彼らは言っている。
ἀφικέσθαι οὖν καὶ Πυλίοις τὸν Ἅιδην συμμαχήσοντα τῇ ἀπεχθείᾳ τοῦ Ἡρακλέους, ἔχοντα ἐν τῇ Πύλῳ τιμάς.
それゆえ、ピュロスに礼拝(あるいは名誉)を有していたハデースも、ヘーラク勒スに対する敵意から、ピュロス人たちを支援するために到着したのだという。
§6.25.3ἐπάγονται δὲ καὶ Ὅμηρον τῷ λόγῳ μάρτυρα ποιήσαντα ἐν Ἰλιάδι
"
τλῆ δʼ Ἀίδης ἐν τοῖσι πελώριος ὠκὺν ὀιστόν,
εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
彼らはまた、ホーメーロスをこの話の証人として引き合いに出しており、彼は『イーリアス』の中で次のように詠んでいる。 「巨大なハデースも彼らの中で素早い矢を耐え忍んだ。 ゼウスの盾持つ子たるあの男が、ピュロスにて、死者たちの間で彼を射て、苦痛を与えた時に。
"
εἰ δὲ κατὰ τὴν Ἀγαμέμνονος καὶ Μενελάου στρατείαν ἐπὶ Ἴλιον Ποσειδῶν τῷ Ὁμήρου λόγῳ τοῖς Ἕλλησιν ἐπίκουρος ἦν, οὐκ ἂν ἄπο τοῦ εἰκότος οὐδὲ Ἅιδην εἴη δόξῃ γε τοῦ αὐτοῦ ποιητοῦ Πυλίοις ἀμῦναι.
」そしてもし、アガメムノーンとメネラーオスのトロイア遠征の際に、ポセイドーンがホーメーロスの語るところによりギリシア人の援助者であったとするならば、同じ詩人の考えによれば、ハデースがピュロス人たちを救ったということも、あり得ないことではないであろう。
Ἠλεῖοι δʼ οὖν ὡς σφίσι τε εὔνῳ καὶ ἀπεχθανομένῳ πρὸς τὸν Ἡρακλέα ἐποιήσαντο τὸ ἱερὸν τῷ θεῷ·
いずれにせよ、エリース人たちは、彼が自分たちに好意を示し、ヘーラク勒スに対して敵意を抱いていたことから、この神のために聖域を造ったのである。
ἑκάστου δὲ ἅπαξ ἀνοίγειν τοῦ ἐνιαυτοῦ νομίζουσιν, ὅτι οἶμαι καὶ ἀνθρώποις ἅπαξ ἡ κάθοδος ἡ ἐς τοῦ Ἅιδου γίνεται.
そして、彼らが年に一度だけ開く習慣としているのは、私の思うに、人間にとってハデースへの冥土下りも一度きりしか起こらないからである。
§6.25.4τοῖς δὲ Ἠλείοις καὶ Τύχης ἐστὶν ἱερὸν·
エリース人にはテュケーの聖域もある。
ἐν στοᾷ δὲ τοῦ ἱεροῦ μεγέθει μέγα ἄγαλμα ἀνάκειται, ξόανον ἐπίχρυσον πλὴν προσώπου καὶ χειρῶν τε ἄκρων καὶ ποδῶν, ταῦτα δέ οἵ ἐστι λίθου λευκοῦ.
その聖域の柱廊には、大きさにおいて巨大な像が奉納されており、顔、手先、足先を除いて金箔が施された木像であり、これらの部分は白い石でできている。
ἐνταῦθα ἔχει τιμὰς καὶ ὁ Σωσίπολις ἐν ἀριστερᾷ τῆς Τύχης, ἐν οἰκήματι οὐ μεγάλῳ·
そこでは、テュケーの左側、それほど大きくない建物の中で、ソーシポリスも崇拝されている。
κατὰ δὲ ὄψιν ὀνείρατος γραφῇ μεμιμημένος ἐστὶν ὁ θεός, παῖς μὲν ἡλικίαν, ἀμπέχεται δὲ χλαμύδα ποικίλην ὑπὸ ἀστέρων, τῇ χειρὶ δὲ ἔχει τῇ ἑτέρᾳ τὸ κέρας τῆς Ἀμαλθείας.
夢のお告げに従って、その神は絵画で表されており、年齢は少年であり、星がちりばめられた多彩な外衣を身にまとい、片方の手にはアマルテイアの角を持っている。
§6.25.5καθότι δὲ Ἠλείων ἡ πόλις πληθύει μάλιστα ἀνθρώποις, κατὰ τοῦτο ἀνδριάς σφισιν ἀνδρὸς οὐ μείζων μεγάλου χαλκοῦς ἐστιν οὐκ ἔχων πω γένεια τόν τε ἕτερον τῶν ποδῶν ἐπιπλέκων τῷ ἑτέρῳ καὶ ταῖς χερσὶν ἀμφοτέραις ἐπὶ δόρατι ἠρεισμένος·
エリース人の市街が最も人々で賑わう場所に、彼らのために、大きな男よりは大きくない青銅製の男性の像が立っており、それはまだ髭を生やしておらず、一方の足を他方の足に交差させ、両手で槍に寄りかかっている。
ἐσθῆτα δὲ ἐρεᾶν αὐτῷ καὶ ἀπὸ λίνου τε καὶ βύσσου περιβάλλουσι.
彼らはそれに、羊毛、亜麻、そして極細亜麻で作られた衣を着せている。
§6.25.6τοῦτο τὸ ἄγαλμα ἐλέγετο εἶναι Ποσειδῶνος, ἔχειν δὲ τὸ ἀρχαῖον ἐπὶ Σαμικῷ τῷ ἐν τῇ Τριφυλίᾳ τιμάς·
この像はポセイドーンのものであると言われており、古くはトリピュリア地方のサミコンにおいて礼拝されていた。
μετακομισθὲν δὲ ἐς τὴν Ἦλιν τιμῆς μὲν καὶ ἐς πλέον ἔτι ἥκει, Σατράπην δὲ καὶ οὐ Ποσειδῶνα ὄνομα αὐτῷ τίθενται, μετὰ τὴν Πατρέων προσοίκησιν τὸ ὄνομα τοῦ Σατράπου διδαχθέντες·
しかし、エリースへと移されてからは、さらに大きな崇拝を受けるようになったが、彼らはこれをポセイドーンではなくサトラーペースという名で呼んでいる。 彼らはパトライ人たちの移住の後に、サトラーペースという名を教えられたのである。
Κορύβαντός τε ἐπίκλησις ὁ Σατράπης ἐστί.
そしてサトラーペースにはコリュバースという異名もある。