Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.26.1-6.26.10

基利尼港、伊利斯亚麻与塞雷斯人的蚕丝

第 258 段,共 465 段 · 希腊语

内容简介

波萨尼亚斯介绍了伊利斯的古老剧场、雅典娜圣所及港口城市基利尼,随后详细说明了伊利斯特产极细亚麻,以及塞雷斯人(中国)生产丝绸的方法和塞里亚岛的地理位置。

§6.26.1θέατρον δὲ ἀρχαῖον, μεταξὺ τῆς ἀγορᾶς καὶ τοῦ Μηνίου τὸ θέατρόν τε καὶ ἱερόν ἐστι Διονύσου·
剧场是古老的,在广场与梅尼乌斯河之间有剧场和狄奥尼索斯的圣所。
τέχνη τὸ ἄγαλμα Πραξιτέλους, θεῶν δὲ ἐν τοῖς μάλιστα Διόνυσον σέβουσιν Ἠλεῖοι καὶ τὸν θεόν σφισιν ἐπιφοιτᾶν ἐς τῶν Θυίων τὴν ἑορτὴν λέγουσιν.
神像是普拉克西特列斯的作品;在众神之中,伊利斯人最崇拜狄奥尼索斯,并说这位神明会在“梯亚”节日时降临到他们那里。
ἀπέχει μέν γε τῆς πόλεως ὅσον τε ὀκτὼ στάδια ἔνθα τὴν ἑορτὴν ἄγουσι Θυῖα ὀνομάζοντες·
他们举行节日、并称为梯亚的地方距离城市约八个斯塔德。
λέβητας δὲ ἀριθμὸν τρεῖς ἐς οἴκημα ἐσκομίσαντες οἱ ἱερεῖς κατατίθενται κενούς, παρόντων καὶ τῶν ἀστῶν καὶ ξένων, εἰ τύχοιεν ἐπιδημοῦντες·
祭司们将三个空鼎搬进屋里放好,市民以及碰巧在此逗留的外邦人也都在场。
σφραγῖδας δὲ αὐτοί τε οἱ ἱερεῖς καὶ τῶν ἄλλων ὅσοις ἂν κατὰ γνώμην ᾖ ταῖς θύραις τοῦ οἰκήματος ἐπιβάλλουσιν, ἐς δὲ τὴν ἐπιοῦσαν τά τε §6.26.2σημεῖα ἐπιγνῶναι πάρεστί σφισι καὶ ἐσελθόντες ἐς τὸ οἴκημα εὑρίσκουσιν οἴνου πεπλησμένους τοὺς λέβητας.
祭司们自己以及其他任何愿意的人,都在屋子的门上贴上封印,而在第二天他们可以认出封印,进入屋里后,发现这些鼎里装满了美酒。
ταῦτα Ἠλείων τε οἱ δοκιμώτατοι ἄνδρες, σὺν αὐτοῖς δὲ καὶ ξένοι κατώμνυντο ἔχειν κατὰ τὰ εἰρημένα, ἐπεὶ αὐτός γε οὐκ ἐς καιρὸν ἀφικόμην τῆς ἑορτῆς·
伊利斯人中最有声望的男子们,以及同他们在一起的外邦人,都发誓证明事情确如所说,因为我自己未能赶上节日的时机。
λέγουσι δὲ καὶ Ἄνδριοι παρὰ ἔτος σφίσιν ἐς τοῦ Διονύσου τὴν ἑορτὴν ῥεῖν οἶνον αὐτόματον ἐκ τοῦ ἱεροῦ.
安德罗斯人也说,每隔一年,在狄奥尼索斯的节日里,会有酒自动从圣所中流出。
εἰ πιστεύειν χρὴ ταῦτα Ἕλλησιν, ἀποδέχοιτο ἄν τις τῷ λόγῳ γε τῷ αὐτῷ καὶ ὅσα Αἰθίοπες οἱ ὑπὲρ Συήνης ἐς τοῦ ἡλίου τὴν τράπεζαν λέγουσιν.
如果必须在这些事情上相信希腊人,那么根据同样的逻辑,人们也应该接受苏埃内之上的埃塞俄比亚人关于太阳之宴(Table of the Sun)所说的一切。
§6.26.3ἐν ἀκροπόλει δὲ τῇ Ἠλείων ἐστὶν ἱερὸν Ἀθηνᾶς· ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ.
在伊利斯人的卫城上有一座雅典娜的神庙;她的雕像是用象牙和黄金制成的。
εἶναι μὲν δὴ Φειδίου φασὶν αὐτήν, πεποίηται δὲ ἀλεκτρυὼν ἐπὶ τῷ κράνει, ὅτι οὗτοι προχειρότατα ἔχουσιν ἐς μάχας οἱ ἀλεκτρυόνες· δύναιτο δʼ ἂν καὶ Ἀθηνᾶς τῆς Ἐργάνης ἱερὸς ὁ ὄρνις νομίζεσθαι.
他们说这是斐迪亚斯的作品,她的头盔上塑有一只雄鸡,因为雄鸡在战斗中最具斗志;但这只鸟也可能被视为掌管手工艺的雅典娜(Ergane)的圣鸟。
§6.26.4Κυλλήνη δὲ σταδίους μὲν εἴκοσιν Ἤλιδος καὶ ἑκατὸν ἀφέστηκε, κεῖται δὲ τετραμμένη τε πρὸς Σικελίαν καὶ ὅρμον παρεχομένη ναυσὶν ἐπιτήδειον·
基利尼距离伊利斯一百二十个斯塔德,它朝向西西里岛,并为船只提供了一个合适的港口。
ἐπίνειον δὲ οὖσα Ἠλείων ἀπὸ ἀνδρὸς Ἀρκάδος τὸ ὄνομα εἴληφε.
作为伊利斯人的港口,它的名字得自一个阿卡迪亚男子。
Κυλλήνης δὲ ἐν μὲν Ἠλείων καταλόγῳ λόγον οὐδένα Ὅμηρος ἐποιήσατο, ἐν δὲ ἔπεσι τοῖς ὕστερον δεδήλωκεν ὡς πόλισμα οὖσαν καὶ τὴν Κυλλήνην ἐπίσταται· §6.26.5" Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξεν, Φυλείδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
在伊利斯人的目录中,荷马没有提到基利尼,但在后来的诗句中,他表明自己知道基利尼是一个小镇: “而普鲁达马斯杀死了基利尼的奥托斯,他是菲琉斯之子的战友,宽宏大度的埃佩伊人领袖。
" θεῶν δὲ ἱερὰ ἐν Κυλλήνῃ Ἀσκληπιοῦ, τὸ δὲ Ἀφροδίτης ἐστί· τοῦ Ἑρμοῦ δὲ τὸ ἄγαλμα, ὃν οἱ ταύτῃ περισσῶς σέβουσιν, ὀρθόν ἐστιν αἰδοῖον ἐπὶ τοῦ βάθρου.
” 基利尼的神庙有阿斯克勒庇俄斯神庙和阿佛洛狄忒神庙;而这里的人们特别崇拜的赫耳墨斯的雕像,是台座上一具直立的阳具。
§6.26.6ἡ δὲ Ἠλεία χώρα τά τε ἄλλα ἐστὶν ἐς καρποὺς καὶ τὴν βύσσον οὐχ ἥκιστα ἐκτρέφειν ἀγαθή.
伊利斯土地在其他作物方面非常肥沃,尤其适宜种植极细亚麻。
τὴν μὲν δὴ κανναβίδα καὶ λίνον καὶ τὴν βύσσον σπείρουσιν ὅσοις ἡ γῆ τρέφειν ἐστὶν ἐπιτήδειος·
凡是土地适宜种植的人都会播种大麻、亚麻和极细亚麻。
οἱ μίτοι δέ, ἀφʼ ὧν τὰς ἐσθῆτας ποιοῦσιν οἱ Σῆρες, ἀπὸ οὐδενὸς φλοιοῦ, τρόπον δὲ ἕτερον γίνονται τοιόνδε.
塞雷斯人用来制作衣服的纱线并非来自任何树皮,而是通过如下另一种方式产生的。
ἔστιν ἐν τῇ γῇ ζωύφιόν σφισιν, ὃν σῆρα καλοῦσιν Ἕλληνες, ὑπὸ δὲ αὐτῶν Σηρῶν ἄλλο πού τι καὶ οὐ σὴρ ὀνομάζεται· §6.26.7μέγεθος μέν ἐστιν αὐτοῦ διπλάσιον ἢ κανθάρων ὁ μέγιστος, τὰ δὲ ἄλλα εἴκασται τοῖς ἀράχναις, οἳ ὑπὸ τοῖς δένδρεσιν ὑφαίνουσι, καὶ δὴ καὶ πόδας ἀριθμὸν ὀκτὼ κατὰ ταὐτὰ ἔχει τοῖς ἀράχναις.
在他们的土地上有一种小动物,希腊人称之为“塞”(ser),但塞雷斯人自己给它起的是别的名字,而不是“塞”;它的体型是最大甲虫的两倍,在其他方面则类似于在树下结网的蜘蛛,而且确实像蜘蛛一样有八只脚。
ταῦτα τὰ ζῷα τρέφουσιν οἱ Σῆρες οἴκους κατασκευασάμενοι χειμῶνός τε καὶ θέρους ὥρᾳ ἐπιτηδείους· τὸ δὲ ἔργον τῶν ζῴων κλῶσμα εὑρίσκεται λεπτὸν τοῖς ποσὶν αὐτῶν περιειλιγμένον.
塞雷斯人建造了适于冬夏两季的房屋来饲养这些动物;这些动物的产物被发现是缠绕在它们脚上的细丝。
§6.26.8τρέφουσι δὲ αὐτὰ ἐπὶ μὲν τέσσαρα ἔτη παρέχοντες τροφήν σφισιν ἔλυμον, πέμπτῳ δὲ—οὐ γὰρ πρόσω βιωσόμενα ἴσασι—κάλαμον διδόασιν ἐσθίειν χλωρόν· ἡ δέ ἐστιν ἡδίστη τροφὴ πασῶν τῷ ζῴῳ, καὶ ἐμφορηθὲν τοῦ καλάμου ῥήγνυταί τε ὑπὸ πλησμονῆς καὶ ἀποθανόντος οὕτω τὸ πολὺ τῆς ἁρπεδόνης εὑρίσκουσιν ἔνδον.
他们饲养它们四年,给它们提供黍作为食物,到了第五年——因为他们知道它们活不了多久了——他们便给它们喂食青芦苇;这是该动物最喜欢的食物,当它吃饱了芦苇后,便因过饱而破裂,死后人们便在它体内发现大部分的丝。
γινώσκεται δὲ ἡ Σηρία νῆσος ἐν μυχῷ θαλάσσης κειμένη τῆς Ἐρυθρᾶς.
众所周知,塞里亚岛位于红海的深处。
§6.26.9ἤκουσα δὲ καὶ ὡς οὐχ ἡ Ἐρυθρά, ποταμὸς δὲ ὃν Σῆρα ὀνομάζουσιν, οὗτός ἐστιν ὁ ποιῶν νῆσον αὐτήν, ὥσπερ καὶ Αἰγύπτου τὸ Δέλτα ὑπὸ τοῦ Νείλου καὶ οὐχ ὑπὸ μιᾶς περιέχεσθαι θαλάσσης· τοιαύτην ἑτέραν καὶ τὴν Σηρίαν νῆσον εἶναι.
但我也听说,造成这个岛屿的不是红海,而是一条他们称为“塞”的河流,就像埃及的三角洲是被尼罗河包围,而不是被单一的海洋包围一样;他们说塞里亚岛是另一个这样的岛屿。
οὗτοι μὲν δὴ τοῦ Αἰθιόπων γένους αὐτοί τέ εἰσιν οἱ Σῆρες καὶ ὅσοι τὰς προσεχεῖς αὐτῇ νέμονται νήσους, Ἄβασαν καὶ Σακαίαν· οἱ δὲ αὐτοὺς οὐκ Αἰθίοπας, Σκύθας δὲ ἀναμεμιγμένους Ἰνδοῖς φασὶν εἶναι.
塞雷斯人自己以及居住在邻近岛屿阿巴萨和萨凯亚的人都属于埃塞俄比亚人种;但也有人说他们不是埃塞俄比亚人,而是与印度人融合的塞人(斯基泰人)。
§6.26.10ταῦτα μὲν δὴ οὕτω λέγεται· ἀνδρὶ δὲ ἐς Ἀχαΐαν ἰόντι ἐξ Ἤλιδος ἑπτὰ καὶ πεντήκοντα στάδιοι καὶ ἑκατὸν ἐπὶ ποταμόν εἰσι Λάρισον, καὶ Ἠλείοις ὅροι πρὸς Ἀχαιοὺς τῆς χώρας ὁ ποταμός ἐστιν ἐφʼ ἡμῶν ὁ Λάρισος· τὰ δὲ ἔτι ἀρχαιότερα ἄκρα σφίσι πρὸς θαλάσσῃ ὅρος ἦν ὁ Ἄραξος.
这些事情确实是这样说的;对于从伊利斯前往亚该亚的人来说,有一百五十七个斯塔德到达拉里索斯河,在我们这个时代,拉里索斯河是伊利斯人与亚该亚人土地的边界;但在更古老的时代,他们靠海的边界是阿拉克索斯岬角。

词汇与语法注释

  1. 6.26.1ἐν τοῖς μάλιστα — 前置词短语 ἐν τοῖς 与最高级(此处为副词 μάλιστα)的结合是一种惯用表达,用以加强最高级语气,意为“最……”或“尤其”。
  2. 6.26.2εἰ πιστεύειν χρὴ ταῦτα Ἕλλησιν — Ἕλλησιν 是与格,作为不定式 πιστεύειν 的宾语(“相信希腊人”),而不是无人称动词 χρή 的主语。整句意为“如果必须在这些事情上相信希腊人”。
  3. 6.26.4Κυλλήνης — 置于句首的属格 Κυλλήνης 是其后动词短语 λόγον οὐδένα ἐποιήσατο(“未作任何提及”)的目的格属格,表示“关于基利尼”。
  4. 6.26.6ὅσοις — 与格复数关系代词,省略了先行词(那些“土地适宜的人”),引导关系从句。
  5. 6.26.8οὐ γὰρ πρόσω βιωσόμενα ἴσασι — βιωσόμενα 是中性复数将来时分词(与表示动物的 ζωύφια 一致),作为限定动词 ἴσασι 的补充分词,意为“因为他们知道它们不会活得更久”。

引用这一段

保萨尼亚斯, 希腊志 §6.26.1-6.26.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.26.1-6.26.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。