§6.25.1ἔστι δὲ τῆς στοᾶς ὀπίσω τῆς ἀπὸ τῶν λαφύρων τῶν ἐκ Κορκύρας Ἀφροδίτης ναός, τὸ δὲ ἐν ὑπαίθρῳ τέμενος οὐ πολὺ ἀφεστηκὸς ἀπὸ τοῦ ναοῦ.
在用科尔库拉战利品建造的柱廊后面,有一座阿佛洛狄忒的神庙,其露天的圣所距离神庙不远。
καὶ τὴν μὲν ἐν τῷ ναῷ καλοῦσιν Οὐρανίαν, ἐλέφαντος δέ ἐστι καὶ χρυσοῦ, τέχνη Φειδίου, τῷ δὲ ἑτέρῳ ποδὶ ἐπὶ χελώνης βέβηκε·
神庙内的雕像他们称为乌拉尼亚,是由象牙和黄金制成的,为斐迪亚斯的作品,她的一只脚踏在乌龟上。
τῆς δὲ περιέχεται μὲν τὸ τέμενος θριγκῷ, κρηπὶς δὲ ἐντὸς τοῦ τεμένους πεποίηται καὶ ἐπὶ τῇ κρηπῖδι ἄγαλμα Ἀφροδίτης χαλκοῦν ἐπὶ τράγῳ κάθηται χαλκῷ· Σκόπα τοῦτο ἔργον, Ἀφροδίτην δὲ Πάνδημον ὀνομάζουσι.
另一个圣所被石墙围绕,圣所内建有一个台座,台座上坐着一尊青铜阿佛洛狄忒雕像,骑在青铜山羊上;这是斯科帕斯的作品,他们称她为潘德摩斯。
τὰ δὲ ἐπὶ τῇ χελώνῃ τε καὶ ἐς τὸν τράγον παρίημι τοῖς θέλουσιν εἰκάζειν.
至于乌龟和山羊的含义,我留给那些愿意推测的人去想象。
§6.25.2ὁ δὲ ἱερὸς τοῦ Ἅιδου περίβολός τε καὶ ναός—ἔστι γὰρ δὴ Ἠλείοις καὶ Ἅιδου περίβολός τε καὶ ναός— ἀνοίγνυται μὲν ἅπαξ κατὰ ἔτος ἕκαστον, ἐσελθεῖν δὲ οὐδὲ τότε ἐφεῖται πέρα γε τοῦ ἱερωμένου.
哈得斯的神圣围墙和神庙——因为伊利斯人确实拥有哈得斯的围墙和神庙——每年只开放一次,即便在那个时候,除了祭司之外,也不允许任何人进入。
ἀνθρώπων δὲ ὧν ἴσμεν μόνοι τιμῶσιν Ἅιδην Ἠλεῖοι κατὰ αἰτίαν τήνδε.
在我们所知的人类中,只有伊利斯人崇拜哈得斯,其原因如下。
Ἡρακλεῖ στρατιὰν ἄγοντι ἐπὶ Πύλον τὴν ἐν τῇ Ἤλιδι, παρεῖναί οἱ καὶ Ἀθηνᾶν συνεργὸν λέγουσιν· ἀφικέσθαι οὖν καὶ Πυλίοις τὸν Ἅιδην συμμαχήσοντα τῇ ἀπεχθείᾳ τοῦ Ἡρακλέους, ἔχοντα ἐν τῇ Πύλῳ τιμάς.
他们说,当赫拉克勒斯率军进攻伊利斯境内的皮洛斯时,雅典娜也作为协作者与他同在;因此,由于对赫拉克勒斯的敌意,在皮洛斯享有崇拜的哈得斯也赶来援助皮洛斯人。
§6.25.3ἐπάγονται δὲ καὶ Ὅμηρον τῷ λόγῳ μάρτυρα ποιήσαντα ἐν Ἰλιάδι
"
τλῆ δʼ Ἀίδης ἐν τοῖσι πελώριος ὠκὺν ὀιστόν,
εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·
他们还拉来荷马作为这一说法的见证人,荷马在《伊利亚特》中写道: “在他们之中,巨大的哈得斯也忍受了疾飞的箭矢,当时宙斯盾持有者之子的那个人,在皮洛斯的亡灵之中射中了他,使他陷入痛苦。
"
εἰ δὲ κατὰ τὴν Ἀγαμέμνονος καὶ Μενελάου στρατείαν ἐπὶ Ἴλιον Ποσειδῶν τῷ Ὁμήρου λόγῳ τοῖς Ἕλλησιν ἐπίκουρος ἦν, οὐκ ἂν ἄπο τοῦ εἰκότος οὐδὲ Ἅιδην εἴη δόξῃ γε τοῦ αὐτοῦ ποιητοῦ Πυλίοις ἀμῦναι.
” 如果说在阿伽门农和墨涅拉俄斯远征特洛伊期间,波塞冬根据荷马的说法是希腊人的盟友,那么根据同一位诗人的观点,哈得斯保护皮洛斯人也并非不合情理。
Ἠλεῖοι δʼ οὖν ὡς σφίσι τε εὔνῳ καὶ ἀπεχθανομένῳ πρὸς τὸν Ἡρακλέα ἐποιήσαντο τὸ ἱερὸν τῷ θεῷ· ἑκάστου δὲ ἅπαξ ἀνοίγειν τοῦ ἐνιαυτοῦ νομίζουσιν, ὅτι οἶμαι καὶ ἀνθρώποις ἅπαξ ἡ κάθοδος ἡ ἐς τοῦ Ἅιδου γίνεται.
无论如何,伊利斯人因为哈得斯对他们友好且敌视赫拉克勒斯而为这位神明建造了圣所;他们习惯于每年开放一次,我想是因为对人类而言,降入哈得斯冥界的事情也只发生一次。
§6.25.4τοῖς δὲ Ἠλείοις καὶ Τύχης ἐστὶν ἱερὸν· ἐν στοᾷ δὲ τοῦ ἱεροῦ μεγέθει μέγα ἄγαλμα ἀνάκειται, ξόανον ἐπίχρυσον πλὴν προσώπου καὶ χειρῶν τε ἄκρων καὶ ποδῶν, ταῦτα δέ οἵ ἐστι λίθου λευκοῦ.
伊利斯人还有一座提刻的圣所;在圣所的柱廊里供奉着一尊尺寸巨大的雕像,除脸部、手部和脚部末端外,是一尊贴金的木雕像,而这些部分则是由白石制成的。
ἐνταῦθα ἔχει τιμὰς καὶ ὁ Σωσίπολις ἐν ἀριστερᾷ τῆς Τύχης, ἐν οἰκήματι οὐ μεγάλῳ· κατὰ δὲ ὄψιν ὀνείρατος γραφῇ μεμιμημένος ἐστὶν ὁ θεός, παῖς μὲν ἡλικίαν, ἀμπέχεται δὲ χλαμύδα ποικίλην ὑπὸ ἀστέρων, τῇ χειρὶ δὲ ἔχει τῇ ἑτέρᾳ τὸ κέρας τῆς Ἀμαλθείας.
在这里,索西波利斯也在提刻的左侧、一座不大的建筑中享有崇拜;根据梦中的景象,这位神明在画作中被描绘出来,年龄是个男孩,身披缀满星星的五彩斗篷,一只手拿着阿玛尔忒娅的丰饶之角。
§6.25.5καθότι δὲ Ἠλείων ἡ πόλις πληθύει μάλιστα ἀνθρώποις, κατὰ τοῦτο ἀνδριάς σφισιν ἀνδρὸς οὐ μείζων μεγάλου χαλκοῦς ἐστιν οὐκ ἔχων πω γένεια τόν τε ἕτερον τῶν ποδῶν ἐπιπλέκων τῷ ἑτέρῳ καὶ ταῖς χερσὶν ἀμφοτέραις ἐπὶ δόρατι ἠρεισμένος· ἐσθῆτα δὲ ἐρεᾶν αὐτῷ καὶ ἀπὸ λίνου τε καὶ βύσσου περιβάλλουσι.
在伊利斯人城市人口最稠密的地方,有一尊青铜男子雕像,不大于高大的男子,还没有胡须,将一只脚叠在另一只脚上,双手拄着一根长矛;他们给它披上羊毛、亚麻以及极细亚麻制成的衣物。
§6.25.6τοῦτο τὸ ἄγαλμα ἐλέγετο εἶναι Ποσειδῶνος, ἔχειν δὲ τὸ ἀρχαῖον ἐπὶ Σαμικῷ τῷ ἐν τῇ Τριφυλίᾳ τιμάς· μετακομισθὲν δὲ ἐς τὴν Ἦλιν τιμῆς μὲν καὶ ἐς πλέον ἔτι ἥκει, Σατράπην δὲ καὶ οὐ Ποσειδῶνα ὄνομα αὐτῷ τίθενται, μετὰ τὴν Πατρέων προσοίκησιν τὸ ὄνομα τοῦ Σατράπου διδαχθέντες· Κορύβαντός τε ἐπίκλησις ὁ Σατράπης ἐστί.
这尊雕像据说曾是波塞冬的,古时候在特里菲利亚的萨米孔享有崇拜;在被运到伊利斯之后,它得到了更多的尊崇,但他们称其为萨特拉佩斯而非波塞冬,这是在帕特雷人迁入之后,他们得知了萨特拉佩斯的名字;萨特拉佩斯是考里班特的一个别名。