§6.24.1ἑτέρα δὲ ἔξοδος ἐκ τοῦ γυμνασίου φέρει μὲν ἔς τε τὴν ἀγορὰν καὶ ἐπὶ τὸν Ἑλλανοδικαιῶνα καλούμενον, ἔστι δὲ ὑπὲρ τοῦ Ἀχιλλέως τὸν τάφον·
ギムナシオンからのもう一つの出口は、広場(アゴラ)および「ヘッラノディカイオン」と呼ばれる場所へと通じており、アキレウスの墓の上方にある。
καὶ ταύτῃ τοὺς Ἑλλανοδίκας ἰέναι καθέστηκεν ἐς τὸ γυμνάσιον.
そして、ヘッラノディカイたちがこの道を通ってギムナシオンへ行くことが定められている。
ἐσίασι δὲ πρὶν μὲν ἥλιον ἀνίσχειν συμβαλοῦντες δρομέας, μεσούσης δὲ τῆς ἡμέρας ἐπὶ τὸ πένταθλον καὶ ὅσα βαρέα ἆθλα ὀνομάζουσιν.
彼らは、日の出前に走者たちを対戦させるために入り、日中には五種競技および彼らが「重い競技」と呼ぶすべてのもののために(入る)。
§6.24.2ἡ δὲ ἀγορὰ τοῖς Ἠλείοις οὐ κατὰ τὰς Ἰώνων καὶ ὅσαι πρὸς Ἰωνίᾳ πόλεις εἰσὶν Ἑλλήνων, τρόπῳ δὲ πεποίηται τῷ ἀρχαιοτέρῳ στοαῖς τε ἀπὸ ἀλλήλων διεστώσαις καὶ ἀγυιαῖς διʼ αὐτῶν.
エリース人にとって、アゴラはイオーニア人たちのものや、イオーニアの近くにあるギリシア人の諸都市のもののような方法ではなく、互いに離れた柱廊と、それらの間を通る通りという、より古い方式で作られている。
ὄνομα δὲ τῇ ἀγορᾷ τὸ ἐφʼ ἡμῶν ἐστιν Ἱππόδρομος, καὶ οἱ ἐπιχώριοι τοὺς ἵππους παιδεύουσιν ἐνταῦθα.
私たちの時代におけるそのアゴラの名は「ヒッポドロモス」(競馬場)であり、地元の人々はそこで馬を訓練している。
τῶν στοῶν δὲ ἡ πρὸς μεσημβρίαν ἐργασίας ἐστὶ τῆς Δωρίου, διαιροῦσι δὲ αὐτὴν ἐς μοίρας τρεῖς οἱ κίονες·
それらの柱廊のうち、南向きのものはドーリス式の様式であり、柱がそれを三つの部分に分割している。
ἐν ταύτῃ διημερεύουσι τὰ πολλὰ οἱ Ἑλλανοδίκαι.
この(柱廊)において、ヘッラノディカイたちは一日の大半を過ごす。
§6.24.3ποιοῦνται δὲ πρὸς αὐτοῖς καὶ βωμοὺς τῷ Διί, καὶ εἰσὶν ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς οἱ βωμοὶ πλῆθος οὐ πολλοί·
彼らはまた、その近くにゼウスのための祭壇も作っており、アゴラの屋外にあるそれらの祭壇は数として多くはない。
καταλύονται γὰρ οὐ χαλεπῶς ἅτε αὐτοσχεδίως οἰκοδομούμενοι.
なぜなら、それらは即興で作られているので、取り壊すのも容易だからである。
κατὰ ταύτην τὴν στοὰν ἰόντι ἐς τὴν ἀγορὰν ἔστιν ἐν ἀριστερᾷ παρὰ τὸ πέρας τῆς στοᾶς ὁ Ἑλλανοδικαιών·
この柱廊に沿ってアゴラへと行く者にとって、柱廊の端の左側にヘッラノディカイオンがある。
ἀγυιὰ δὲ ἡ διείργουσα ἀπὸ τῆς ἀγορᾶς ἐστιν αὐτόν.
アゴラからそれを隔てているのは、一本の通りである。
ἐν τούτῳ τῷ Ἑλλανοδικαιῶνι οἰκοῦσι δέκα ἐφεξῆς μῆνας οἱ αἱρεθέντες ἑλλανοδικεῖν καὶ ὑπὸ τῶν νομοφυλάκων ὅσα ἐς τὸν ἀγῶνα σφᾶς δεῖ ποιεῖν διδάσκονται.
このヘッラノディカイオンにおいて、ヘッラノディカイとなるべく選出された者たちは連続して十ヶ月間暮らし、競技会に関して自分たちが行わなければならないすべてのことを法律守護官たちから教わる。
§6.24.4τῇ στοᾷ δὲ ἔνθα οἱ Ἑλλανοδίκαι διημερεύουσιν ἔστιν ἐγγὺς ἄλλη στοά·
ヘッラノディカイたちが一日の大半を過ごす柱廊の近くに、もう一つの柱廊がある。
τὸ μεταξὺ αὐτῶν ἀγυιὰ μία.
それらの間は一本の通りである。
ταύτην ὀνομάζουσι Κορκυραϊκὴν οἱ Ἠλεῖοι·
エリース人たちはこれを「コルキュラ柱廊」と呼んでいる。
ναυσὶ γὰρ ἐς τὴν σφετέραν Κορκυραίους ἐλθόντας ἐλάσαι μοῖραν τῆς λείας λέγοντες λαβεῖν τε ἐκ τῆς Κορκυραίων πολλαπλάσια καὶ οἰκοδομήσασθαι τὴν στοὰν ἀπὸ τῶν λαφύρων τῆς δεκάτης.
なぜなら、彼らが言うには、コルキュラ人たちが船で彼らの土地に侵入して略奪品の一部を持ち去った際、彼らは(返礼として)コルキュラ人たちからその何倍ものものを奪い、その戦利品の十分の一からこの柱廊を建てたからである。
§6.24.5ἔστι δὲ ἡ κατασκευὴ τῆς στοᾶς Δώριος καὶ διπλῆ, τῇ μὲν ἐς τὴν ἀγορὰν τοὺς κίονας, τῇ δὲ ἐς τὰ ἐπέκεινα τῆς ἀγορᾶς ἔχουσα·
その柱廊の構造はドーリス式で二重になっており、一方はアゴラに向けて、他方はアゴラの外側に向けて柱を有している。
κατὰ μέσον δὲ αὐτῆς οὐ κίονες, ἀλλὰ τοῖχος ὁ ταύτῃ τὸν ὄροφον ἀνέχων ἐστίν, ἀνάκεινται δὲ καὶ εἰκόνες ἑκατέρωθεν πρὸς τῷ τοίχῳ.
その中間には柱はなく、そこでは天井を支える壁があり、その壁に沿って両側に肖像が掛けられている。
κατὰ δὲ τῆς στοᾶς τὸ ἐς τὴν ἀγορὰν ἕστηκε Πύρρωνος τοῦ Πιστοκράτους εἰκών, σοφιστοῦ τε ἀνδρὸς καὶ ἐς βέβαιον ὁμολογίαν ἐπὶ οὐδενὶ λόγῳ καταστάντος.
柱廊のアゴラに面した側には、ピストクラトスの子ピュロンの像が立っている。 彼は知者であり、いかなる議論に対しても確実な同意に達しなかった人物である。
ἔστι δὲ καὶ μνῆμα τῷ Πύρρωνι οὐ πόρρω τοῦ Ἠλείων ἄστεως·
エリース人の町の近くにピュロンの墓もある。
Πέτρα μὲν τῷ χωρίῳ τὸ ὄνομα, λέγεται δὲ ὡς ἡ Πέτρα δῆμος εἴη τὸ ἀρχαῖον.
その場所の名はペトラであり、ペトラは古くは区であったと言われている。
§6.24.6Ἠλείοις δὲ ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς τὰ ἐπιφανέστατα ναός ἐστι καὶ ἄγαλμα Ἀπόλλωνος Ἀκεσίου·
エリース人にとって、アゴラの屋外で最も目立つものは、治療の神アポローンの神殿と像である。
σημαίνοι δʼ ἂν τὸ ὄνομα οὐδέν τι ἀλλοῖον ἢ ὁ καλούμενος Ἀλεξίκακος ὑπὸ Ἀθηναίων.
その名は、アテナイ人によって「災い除け」と呼ばれているものと全く異なることを意味しないであろう。
ἑτέρωθι δὲ Ἡλίῳ πεποίηται καὶ Σελήνῃ λίθου τὰ ἀγάλματα, καὶ τῆς μὲν κέρατα ἐκ τῆς κεφαλῆς, τοῦ δὲ αἱ ἀκτῖνες ἀνέχουσιν.
別の場所には、ヘーリオスとセレーネーのために石造りの像が作られており、彼女の頭からは角が、彼のからは光線が突き出ている。
ἔστι δὲ καὶ Χάρισιν ἱερὸν καὶ ξόανα ἐπίχρυσα τὰ ἐς ἐσθῆτα, πρόσωπα δὲ καὶ χεῖρες καὶ πόδες λίθου λευκοῦ·
また、カリスたちの聖域もあり、衣の部分は金箔を施した木像であるが、顔と手と足は白い石で作られている。
ἔχουσι δὲ ἡ μὲν αὐτῶν ῥόδον, ἀστράγαλον δὲ ἡ μέση, καὶ ἡ τρίτη κλῶνα οὐ μέγαν μυρσίνης.
彼女たちのうち、一人はバラを、真ん中のものはアストラガロス(遊戯用骨)を、そして三人目はミルトスの小さな枝を持っている。
§6.24.7ἔχειν δὲ αὐτὰς ἐπὶ τοιῷδε εἰκάζοι τις ἂν τὰ εἰρημένα, ῥόδον μὲν καὶ μυρσίνην Ἀφροδίτης τε ἱερὰ εἶναι καὶ οἰκεῖα τῷ ἐς Ἄδωνιν λόγῳ, Χάριτας δὲ Ἀφροδίτῃ μάλιστα φίλας εἶναι θεῶν·
彼女たちがこれら言及されたものを持っている理由は、次のように推測されるであろう。 すなわち、バラとミルトスはアプロディーテーにとって神聖なものであり、アドーニスに関する物語に適したものであること、そしてカリスたちは神々の中でアプロディーテーに最も親しいものであること。
ἀστράγαλον δὲ μειρακίων τε καὶ παρθένων, οἷς ἄχαρι οὐδέν πω πρόσεστιν ἐκ γήρως, τούτων εἶναι τὸν ἀστράγαλον παίγνιον.
また、アストラガロスは、老いによる不快なものがまだ何もない若者たちや乙女たち、彼らの遊び道具であることによる。
τῶν Χαρίτων δὲ ἐν δεξιᾷ ἄγαλμά ἐστιν Ἔρωτος·
カリスたちの右側にはエロースの像がある。
ἕστηκε δὲ ἐπὶ βάθρου τοῦ αὐτοῦ.
それは同じ台座の上に立っている。
§6.24.8ἔστι δὲ καὶ Σιληνοῦ ναὸς ἐνταῦθα, ἰδίᾳ τῷ Σιληνῷ καὶ οὐχ ὁμοῦ Διονύσῳ πεποιημένος·
そこにはシレーノースの神殿もあり、ディオニュソスと一緒ではなく、シレーノース単独のために作られている。
Μέθη δὲ οἶνον ἐν ἐκπώματι αὐτῷ δίδωσι.
メテー(酩酊)が彼に杯の中のワインを与えている。
θνητὸν δὲ εἶναι τὸ γένος τῶν Σιληνῶν εἰκάσαι τις ἂν μάλιστα ἐπὶ τοῖς τάφοις αὐτῶν·
シレーノースたちの種族が死すべきものであることは、彼らの墓によって最も推測されるであろう。
ἐν γὰρ τῇ Ἑβραίων χώρᾳ Σιληνοῦ μνῆμα καὶ ἄλλου Σιληνοῦ Περγαμηνοῖς ἐστιν.
なぜなら、ヘブライ人の地には一人のシレーノースの墓があり、ペルガモン人の地には別のシレーノースの墓があるからである。
§6.24.9Ἠλείων δὲ ἐν τῇ ἀγορᾷ καὶ ἄλλο τοιόνδε εἶδον, ναοῦ σχῆμα·
また、エリース人のアゴラで私は次のような、神殿の形をした別のものを見た。
ἔστι δὲ οὐχ ὑψηλόν, καὶ τοῖχοι μὲν οὐκ εἰσί, τὸν ὄροφον δὲ δρυὸς ἀνέχουσιν εἰργασμένοι κίονες.
それは高くはなく、壁はないが、加工されたオークの柱が屋根を支えている。
τοῦτο εἶναι μὲν ὁμολογοῦσιν οἱ ἐπιχώριοι μνῆμα, ὅτου δὲ οὐ μνημονεύουσιν·
地元の人々はこれが墓であることは認めているが、誰の墓であるかは記憶していない。
εἰ δὲ ὁ γέρων ὅντινα ἠρόμην εἶπεν ἀληθῆ λόγον, Ὀξύλου τοῦτο ἂν μνῆμα εἴη.
しかし、私が尋ねた老人が真実を語ったのだとすれば、これはオクスュロスの墓であろう。
§6.24.10πεποίηται δὲ ἐν τῇ ἀγορᾷ καὶ ταῖς γυναιξὶν οἴκημα ταῖς ἑκκαίδεκα καλουμέναις, ἔνθα τὸν πέπλον ὑφαίνουσι τῇ Ἥρᾳ.
アゴラには、ヘーラーのためにペプロスを織る「十六人の女たち」と呼ばれる女性たちのための建物も作られている。
ἔχεται δὲ τῆς ἀγορᾶς ναὸς ἀρχαῖος στοαῖς ἐν κύκλῳ περίστυλος, ὁ δὲ ὄροφος κατερρύηκε τῷ ναῷ καὶ ἄγαλμα οὐδὲν ἐλείπετο·
アゴラに隣接して、周囲を柱廊で囲まれた古い神殿があるが、その神殿の屋根は崩れ落ちており、神像は何も残されていない。
βασιλεῦσι δὲ ἀνεῖται Ῥωμαίοις.
それはローマの皇帝たちに捧げられている。