§6.20.15παρεχομένου δὲ τοῦ ἱπποδρόμου παρήκουσαν ἐς πλέον τὴν ἑτέραν τῶν πλευρῶν, ἔστιν ἐπὶ τῆς μείζονος πλευρᾶς, οὔσης χώματος, κατὰ τὴν διέξοδον τὴν διὰ τοῦ χώματος τὸ τῶν ἵππων δεῖμα ὁ Ταράξιππος.
競馬場がさらに伸びていくなかで、両側のうち一方は他方よりも長く伸びており、盛り土でできている、そのより長い方の側壁の上、盛り土を通り抜ける通路のところに、馬たちの恐怖の的であるタラクシッポス(馬を驚かすもの)がある。
σχῆμα μὲν βωμοῦ περιφεροῦς ἐστι, παραθέοντας δὲ κατὰ τοῦτο τοὺς ἵππους φόβος τε αὐτίκα ἰσχυρὸς ἀπʼ οὐδεμιᾶς προφάσεως φανερᾶς καὶ ἀπὸ τοῦ φόβου λαμβάνει ταραχή, τά τε δὴ ἅρματα καταγνύουσιν ὡς ἐπίπαν καὶ οἱ ἡνίοχοι τιτρώσκονται·
それは丸い祭壇の形をしており、ここを走り過ぎる馬たちを、明らかな原因もないのに突如として激しい恐怖が襲い、その恐怖から混乱が生じる。 戦車は一般に粉々に砕け、御者たちは負傷する。
καὶ τοῦδε ἡνίοχοι ἕνεκα θυσίας θύουσι καὶ γενέσθαι σφίσιν ἵλεων εὔχονται τὸν Ταράξιππον.
それゆえ御者たちは犠牲を捧げ、タラクシッポスが自分たちに対して寛大になるよう祈るのである。
§6.20.16Ἕλληνες δὲ οὐ κατὰ τὰ αὐτὰ νομίζουσιν ἐς τὸν Ταράξιππον, ἀλλʼ οἱ μὲν εἶναι τάφον ἀνδρὸς αὐτόχθονος καὶ ἀγαθοῦ τὰ ἐς ἱππικήν— καὶ ὄνομα Ὠλένιον αὐτῷ τίθενται, ἀπὸ τούτου δὲ καὶ τὴν Ὠλενίαν ἐν τῇ Ἠλείᾳ πέτραν φασὶν ὀνομασθῆναι—, οἱ δὲ τὸν Φλιοῦντος Δαμέωνα μετασχόντα Ἡρακλεῖ τῆς ἐπὶ Αὐγέαν καὶ Ἠλείους στρατείας αὐτόν τε ἀποθανεῖν καὶ τὸν ἵππον ἐφʼ ᾧ ἐπωχεῖτο ὑπὸ Κτεάτου λέγουσι τοῦ Ἄκτορος, καὶ τὸ μνῆμα κοινὸν Δαμέωνι καὶ τῷ ἵππῳ γενέσθαι.
ギリシア人たちはタラクシッポスについて同じようには信じておらず、ある人々は、彼を土地生まれの男で馬術に優れた者の墓であるとし、その名をオーレニオスと呼び、彼にちなんでエリースの「オーレニアの岩」も名付けられたのだと言い、別の者たちは、フリウスのダメオンがヘラクレスのアウゲイアスおよびエリース人に対する遠征に参加し、彼自身も、彼が乗っていた馬も、アクトルの息子クテアトスによって殺され、その墓がダメオンと馬の共同の墓になったのだと言う。
§6.20.17λέγουσι δὲ καὶ ὡς Μυρτίλῳ κενὸν ἐνταῦθα ἠρίον ποιήσειε Πέλοψ καὶ θύσειέ τε αὐτῷ τὸ ἐπὶ τῷ φόνῳ μήνιμα ἰώμενος καὶ ἐπονομάσαι Ταράξιππον, ὅτι τῷ Οἰνομάῳ διὰ τοῦ Μυρτίλου τῆς τέχνης ἐταράχθησαν αἱ ἵπποι·
また、ペロプスがミュルティロスのためにここに空の墓を作り、彼を殺したことによる怨念を鎮めるために犠牲を捧げ、これをタラクシッポスと名付けたとも言われている。 なぜなら、オイノマオスの馬たちがミュルティロスの計略によって動揺させられたからである。
τοῖς δέ ἐστιν εἰρημένον ὡς αὐτὸς Οἰνόμαος ὁ τοὺς ἱππεύοντάς ἐστιν ἐν τῷ δρόμῳ βλάπτων.
しかしある人々によれば、コースで馬を走らせる者たちを妨害しているのは、オイノマオス自身であると言われている。
ἤκουσα δὲ καὶ ἐς τὸν Πορθάονος Ἀλκάθουν ἀγόντων τὴν αἰτίαν, ὡς ἐνταῦθα μέρη λάβοι γῆς ὁ Ἀλκάθους ἀποθανὼν ὑπὸ Οἰνομάου τῶν Ἱπποδαμείας γάμων ἕνεκα·
私はまた、その原因をポルタオンの息子アルカトオスに帰する説も聞いた。 すなわち、アルカトオスはヒッポだメイアとの結婚のためにオイノマオスによって殺され、この地の土の下に葬られた。
ἅτε δὲ ἀτυχήσαντα ἐν ἱπποδρόμῳ, βάσκανόν τε εἶναι τοῖς ἱππεύουσι καὶ οὐκ εὐμενῆ δαίμονα.
そして競馬場で不運に見舞われたため、彼は馬を走らせる者たちに災いをもたらす邪視となり、敵意を抱く精霊となったのだという。
§6.20.18ἀνὴρ δὲ Αἰγύπτιος Πέλοπα ἔφη παρὰ τοῦ Θηβαίου λαβόντα Ἀμφίονος κατορύξαι τι ἐνταῦθα, ἔνθα καλοῦσι τὸν Ταράξιππον, καὶ ὑπὸ τοῦ κατορωρυγμένου ταραχθῆναι μὲν τῷ Οἰνομάῳ τότε, ταράσσεσθαι δὲ καὶ ὕστερον τοῖς πᾶσι τὰς ἵππους·
あるエジプト人の男が言うには、ペロプスがテーバイのアンフィオンからある物を受け取り、人々がタラクシッポスと呼ぶこの場所にそれを埋めた。 そして、その埋められた物の力によって、当時はオイノマオスの馬たちが混乱させられ、その後もすべての者の馬たちが混乱させられるのだという。
ἠξίου δὲ οὗτος ὁ Αἰγύπτιος εἶναι μὲν Ἀμφίονα, εἶναι δὲ καὶ τὸν Θρᾷκα Ὀρφέα μαγεῦσαι δεινόν, καὶ αὐτοῖς ἐπᾴδουσι θηρία τε ἀφικνεῖσθαι τῷ Ὀρφεῖ καὶ Ἀμφίονι ἐς τὰς τοῦ τείχους οἰκοδομίας τὰς πέτρας.
このエジプト人が主張するには、アンフィオンも、またトラキアのオルペウスも、魔術に長けた者たちであり、彼らの呪文によって、オルペウスのもとには野獣たちが集まり、アンフィオンのもとには城壁の建設のために岩が集まったのだという。
ὁ δὲ πιθανώτατος ἐμοὶ δοκεῖν τῶν λόγων Ποσειδῶνος ἐπίκλησιν εἶναι τοῦ Ἱππίου φησίν.
しかし、私にとって最も説得力があると思われる説によれば、それは「ヒッピオス(馬の)」という称号を持つポセイドンのことであると言われている。
§6.20.19ἔστι δὲ καὶ ἐν Ἰσθμῷ Ταράξιππος Γλαῦκος ὁ Σισύφου·
イストモスにもタラクシッポスがあり、それはシシュポスの子グラウコスである。
γενέσθαι δὲ αὐτῷ τὴν τελευτὴν λέγουσιν ὑπὸ τῶν ἵππων, ὅτε Ἄκαστος τὰ ἆθλα ἔθηκεν ἐπὶ τῷ πατρί.
彼は、アカストスが父のために競技会を催した際、馬たちによって最期を迎えたと言われている。
ἐν Νεμέᾳ δὲ τῇ Ἀργείων ἥρως μὲν ἦν οὐδεὶς ὅστις ἔβλαπτε τοὺς ἵππους·
アルゴス地方のネメアには、馬を妨害するような英雄はいなかった。
πέτρας δὲ ὑπὲρ τῶν ἵππων τὴν καμπὴν ἀνεστηκυίας χρόαν πυρρᾶς, ἡ ἀπʼ αὐτῆς αὐγὴ κατὰ ταὐτὰ καὶ εἰ πῦρ ἐνεποίει φόβον τοῖς ἵπποις.
しかし、馬たちの折り返し点のすぐ上に赤い色の岩がそびえ立っており、そこから反射する光が、まるで火であるかのように馬たちに恐怖を与えていた。
ἀλλὰ γὰρ ὁ ἐν Ὀλυμπίᾳ Ταράξιππος πολὺ δή τι ὑπερηρκώς ἐστιν ἐς ἵππων φόβον.
しかしながら、オリンピアのタラクシッポスは、馬たちに与える恐怖において、はるかにそれを上回っている。
ἐπὶ δὲ νύσσης μιᾶς Ἱπποδαμείας ἐστὶν εἰκὼν χαλκῆ, ταινίαν τε ἔχουσα καὶ ἀναδεῖν τὸν Πέλοπα μέλλουσα ἐπὶ τῇ νίκῃ.
また、折り返し柱の一つにはヒッポだメイアのブロンズ像があり、彼女はリボンを手にして、勝利を収めたペロプスの頭を結ぼうとしている。