§6.2.1παγκρατιαστοῦ δὲ ἀνδρὸς τὸν μὲν ἀνδριάντα εἰργάσατο Λύσιππος·
パンクラティオン選手の男の像はリュシッポスが制作した。
ὁ δὲ ἀνὴρ οὗτος ἀνείλετο ἐπὶ παγκρατίῳ νίκην τῶν ἄλλων τε Ἀκαρνάνων καὶ τῶν ἐξ αὐτῆς Στράτου πρῶτος Ξενάρκης τε ἐκαλεῖτο Φιλανδρίδου.
この男は、他のアカルナニア人、および彼の出身地であるストラトス自体の人々の中でも、パンクラティオンで最初に勝利を収めた人物であり、フィランドリデスの子クセナルケスと呼ばれていた。
Λακεδαιμόνιοι δὲ ἄρα μετὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου διετέθησαν πάντων φιλοτιμότατα Ἑλλήνων πρὸς ἵππων τροφάς.
ところで、スパルタ人はペルシア戦争の遠征ののち、ギリシア人の中で最も熱心に馬の飼育に情熱を注いだ。
χωρὶς γὰρ ἢ ὅσους αὐτῶν κατέλεξα ἤδη, τοσοίδε ἄλλοι τῶν ἐκ Σπάρτης ἱπποτρόφων μετὰ τὴν εἰκόνα ἀνάκεινται τοῦ Ἀκαρνᾶνος ἀθλητοῦ, Ξενάρκης καὶ Λυκῖνος Ἀρκεσίλαός τε καὶ ὁ παῖς τοῦ Ἀρκεσιλάου Λίχας.
というのも、私がすでに数え上げた彼らのうちの人々を除いて、これほど多くの他のスパルタの馬飼育者たちの像が、アカルナニアのアスリートの像の後に奉納されているからである。 すなわち、クセナルケス、ルキノス、アルケシラオス、およびアルケシラオスの子リハスである。
§6.2.2Ξενάρκει μὲν δὴ καὶ ἐν Δελφοῖς καὶ ἐν Ἄργει τε ὑπῆρξε καὶ ἐν Κορίνθῳ προσανελέσθαι νίκας·
クセナルケスには、デルフォイ、アルゴス、コリントスでもさらに勝利を重ねる機会があった。
Λυκῖνος δὲ ἀγαγὼν ἐς Ὀλυμπίαν πώλους, καὶ οὐ δοκιμασθέντος ἑνὸς ἐξ αὐτῶν, καθῆκεν ἐς τῶν ἵππων τὸν δρόμον τῶν τελείων τοὺς πώλους καὶ ἐνίκα διʼ αὐτῶν, ἀνέθηκε δὲ καὶ ἀνδριάντας δύο ἐς Ὀλυμπίαν, Μύρωνος τοῦ Ἀθηναίου ποιήματα.
ルキノスはオリンピアに子馬たちを連れて行ったが、そのうちの1頭が適格審査で却下されたため、子馬たちを成馬のレースに出走させて、それらによって勝利を収めた。 そしてオリンピアに2つの像を奉納した。 これらはアテナイ人ミュロンの作品である。
τῷ δὲ Ἀρκεσιλάῳ καὶ Λίχᾳ τῷ παιδί, τῷ μὲν αὐτῶν γεγόνασι δύο Ὀλυμπικαὶ νῖκαι, Λίχας δὲ εἰργομένων τηνικαῦτα τοῦ ἀγῶνος Λακεδαιμονίων καθῆκεν ἐπὶ ὀνόματι τοῦ Θηβαίων δήμου τὸ ἅρμα, τὸν δὲ ἡνίοχον νικήσαντα ἀνέδησεν αὐτὸς ταινίᾳ·
アルケシラオスと彼の子リハスについては、前者のアルケシラオスには2つのオリンピア勝利があったが、リハスは当時ラケダイモン人が競技から排除されていたため、テーバイの民の名義で戦車を出走させた。 そして勝利した御者に、彼自身が鉢巻を結んだ。
καὶ ἐπὶ τούτῳ μαστιγοῦσιν αὐτὸν οἱ Ἑλλανοδίκαι, καὶ διὰ τὸν Λίχαν τοῦτον ἡ κατὰ §6.2.3Ἆγιν βασιλέα ἐπιστρατεία Λακεδαιμονίων ἐγένετο ἐπὶ Ἠλείους καὶ ἐντὸς τῆς Ἄλτεως μάχη.
このためにヘラノディカイは彼を鞭打ち、このリハスの件が原因で、アギス王の時のラケダイモン軍のエリス遠征と、アルティス内での戦闘が引き起こされた。
καταπαυσθέντος δὲ τοῦ πολέμου τὴν μὲν εἰκόνα ἐνταῦθα ἔστησε, τὰ δὲ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας γράμματα οὐ Λίχαν, Θηβαίων δὲ τὸν δῆμον ἔχει νενικηκότα.
戦争が終結したのち、彼はここに自身の像を立てたが、オリンピア勝者に関するエリス人の公式記録には、リハスではなく、テーバイの民が勝利したと記されている。
§6.2.4τοῦ δὲ Λίχα πλησίον μάντις ἕστηκεν Ἠλεῖος Θρασύβουλος Αἰνέου τῶν Ἰαμιδῶν, ὃς καὶ Μαντινεῦσιν ἐμαντεύσατο ἐναντία Λακεδαιμονίων καὶ Ἄγιδος τοῦ Εὐδαμίδου βασιλέως· ἃ δὴ καὶ ἐς πλέον ἐν τῷ λόγῳ τῷ ἐς Ἀρκάδας ἐπέξειμι.
リハスの近くには、エリス人の占い師でイアミダイ一族の、アイネアスの子トラスブロスが立っている。 彼はマンティネイア人たちのために、ラケダイモン人とエウダミダスの子アギス王に敵対して占ったが、これについてはアルカディアに関する記述の中でさらに詳しく説明する。
τοῦ Θρασυβούλου δὲ τῇ εἰκόνι γαλεώτης πρὸς τὸν ὦμον προσέρπων ἐστὶ τὸν δεξιόν, καὶ κύων ἱερεῖον δὴ παρʼ αὐτῷ κεῖται διατετμημένος τε δίχα καὶ φαίνων τὸ ἧπαρ.
トラスブロスの像には、右肩を這い上がっているトカゲがおり、また彼の傍らには、二つに切り裂かれて肝臓を露出させた生贄の犬が横たわっている。
§6.2.5μαντικὴ δὲ ἡ μὲν διʼ ἐρίφων καὶ ἀρνῶν τε καὶ μόσχων ἐκ παλαιοῦ δήλη καθεστῶσά ἐστιν ἀνθρώποις, Κύπριοι δὲ ὡς καὶ ὑσὶν ἐπεξευρόντες ἔστι μαντεύεσθαι, κυσὶ δὲ οὐδένες ἐπί γε μαντικῆς νομίζουσιν οὐδὲν χρᾶσθαι·
子ヤギ、子羊、子牛による占いは古くから人間に明らかになっているが、キプロス人は豚によっても占うことができるということを発見したとされる一方、犬については、誰も占いにおいて用いることを考えていない。
ἔοικεν οὖν ἰδίαν τινὰ ὁ Θρασύβουλος ἐπὶ σπλάγχνων μαντικὴν κυνείων καταστήσασθαι.
したがって、トラスブロスは犬の内臓による独自の占いを確立したようである。
οἱ δʼ Ἰαμίδαι καλούμενοι μάντεις γεγόνασιν ἀπὸ Ἰάμου· τὸν δὲ εἶναι παῖδα Ἀπόλλωνος καὶ λαβεῖν μαντικήν φησιν ἐν ᾄσματι Πίνδαρος.
イアミダイと呼ばれる占い師たちはイアモスの子孫であり、イアモスがアポロンの子であり、占いの術を授かったことは、ピンダロスが歌の中で述べている。
§6.2.6παρὰ δὲ τοῦ Θρασυβούλου τὴν εἰκόνα Τιμοσθένης τε Ἠλεῖος ἕστηκε σταδίου νίκην ἐν παισὶν εἰληφὼς καὶ Μιλήσιος Ἀντίπατρος Κλεινοπάτρου παῖδας κατειργασμένος πύκτας.
トラスブロスの像の傍らには、少年のスタディオン走で勝利を収めたエリス人ティモステネスと、少年拳闘選手たちを打ち倒したミレトス人、クレイノパトロスの子アンティパトロスが立っている。
Συρακοσίων δὲ ἄνδρες, ἄγοντες ἐς Ὀλυμπίαν παρὰ Διονυσίου θυσίαν, τὸν πατέρα τοῦ Ἀντιπάτρου χρήμασιν ἀναπείθουσιν ἀναγορευθῆναί οἱ τὸν παῖδα ἐκ Συρακουσῶν·
シラクサの人々は、ディオニュシオスからオリンピアへの犠牲を運んできた際、アンティパトロスの父親を金銭で買収し、彼の息子がシラクサの出身として宣言されるようにさせようとした。
Ἀντίπατρος δὲ ἐν οὐδενὶ τοῦ τυράννου τὰ δῶρα ἡγούμενος ἀνεῖπεν αὑτὸν Μιλήσιον καὶ ἀνέγραψε τῇ εἰκόνι ὡς γένος τε εἴη Μιλήσιος καὶ Ἰώνων ἀναθείη πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα.
しかし、アンティパトロスは僭主の贈り物を顧みず、自分はミレトス人であると宣言し、自分の像に、自分がミレトス人であり、イオニア人の中で最初にオリンピアに像を奉納した者であると刻ませた。
§6.2.7τούτου μὲν δὴ Πολύκλειτος τὸν ἀνδριάντα εἰργάσατο, τὸν δὲ Τιμοσθένην Εὐτυχίδης Σικυώνιος παρὰ Λυσίππῳ δεδιδαγμένος·
このアンティパトロスの像はポリュクレイトスが制作し、ティモステネスの像は、リュシッポスに師事したシキュオン人エウテュキデスが制作した。
ὁ δὲ Εὐτυχίδης οὗτος καὶ Σύροις τοῖς ἐπὶ Ὀρόντῃ Τύχης ἐποίησεν ἄγαλμα, μεγάλας παρὰ τῶν ἐπιχωρίων ἔχον τιμάς.
このエウテュキデスは、オロンテス川のほとりのシリア人のために「テュケ」の像をも制作し、これは現地の人々から大きな敬意を受けている。
§6.2.8ἐν δὲ τῇ Ἄλτει παρὰ τὸν τοῦ Τιμοσθένους ἀνδριάντα ἀνάκειται Τίμων καὶ ὁ παῖς τοῦ Τίμωνος Αἴσυπος, παιδίον ἐπὶ ἵππῳ καθήμενον·
アルティス内の、ティモステネスの像の近くには、ティモンと、ティモンの子で、馬に乗っている小さな子供であるアイスポスが奉納されている。
ἔστι γὰρ δὴ καὶ ἡ νίκη τῷ παιδὶ ἵππου κέλητος, ὁ Τίμων δὲ ἐπὶ ἅρματι ἀνηγορεύθη.
子供の勝利は競馬によるものであり、ティモンは戦車競走で勝利者として宣言された。
τῷ δὲ Τίμωνι εἰργάσατο καὶ τῷ παιδὶ τὰς εἰκόνας Δαίδαλος Σικυώνιος, ὃς καὶ ἐπὶ τῇ Λακωνικῇ νίκῃ τὸ ἐν τῇ Ἄλτει τρόπαιον ἐποίησεν Ἠλείοις.
ティモンとその子の像はシキュオン人ダイダロスが制作した。 彼はラコニアに対する勝利を記念してアルティス内にエリス人が立てた戦勝記念碑をも制作した人物である。
§6.2.9ἐπίγραμμα δὲ τὸ ἐπὶ τῷ Σαμίῳ πύκτῃ τὸν ἀναθέντα μὲν ὅτι ὁ παιδοτρίβης εἴη Μύκων καὶ ὅτι Σάμιοι τὰ ἐς ἀθλητὰς καὶ ἐπὶ ναυμαχίαις εἰσὶν Ἰώνων ἄριστοι, τάδε μὲν λέγει τὸ ἐπίγραμμα, ἐς δὲ αὐτὸν τὸν πύκτην ἐσήμαινεν οὐδέν.
サモス人の拳闘選手の上にある碑文は、それを奉納したのがトレーナーのミュコンであること、そしてサモス人がアスリートの能力および海戦においてイオニア人の中で最も優れていることを語っている。 碑文はこれらのことを述べているが、拳闘選手自身については何も示していない。
§6.2.10παρὰ δὲ Μεσσήνιος Δαμίσκος, ὃς δύο γεγονὼς ἔτη καὶ δέκα ἐνίκησεν ἐν Ὀλυμπίᾳ.
その傍らには、12歳のときにオリンピアで勝利したメッセニア人ダミスコスがいる。
θαῦμα δὲ εἴπερ ἄλλο τι καὶ τόδε ἐποιησάμην·
これは他にもあるが、私も特に不思議に思ったことである。
Μεσσηνίους γὰρ ἐκ Πελοποννήσου φεύγοντας ἐπέλιπεν ἡ περὶ τὸν ἀγῶνα τύχη τὸν Ὀλυμπικόν.
というのも、ペロポネソスから亡命していたメッセニア人たちには、オリンピア競技に関する幸運が途絶えていたからである。
ὅτι γὰρ μὴ Λεοντίσκος καὶ Σύμμαχος τῶν ἐπὶ πορθμῷ Μεσσηνίων, ἄλλος γε οὐδεὶς Μεσσήνιος οὔτε Σικελιώτης οὔτʼ ἐκ Ναυπάκτου δῆλός ἐστιν Ὀλυμπίασιν ἀνῃρημένος νίκην·
海峡のメッセニア人のうち、レオンティスコスとシュンマコスを除けば、他のメッセニア人がシケリアの者であれナウパクトスの者であれ、オリンピアで勝利を得たことは明らかではない。
εἶναι δὲ οἱ Σικελιῶται καὶ τούτους τῶν ἀρχαίων Ζαγκλαίων καὶ οὐ Μεσσηνίους φασί.
しかもシケリアの者たちは、彼ら二人も古代のザンクレ人であってメッセニア人ではないと言っている。
§6.2.11συγκατῆλθε μέντοι Μεσσηνίοις ἐς Πελοπόννησον καὶ ἡ περὶ τὸν ἀγῶνα τύχη τὸν Ὀλυμπικόν·
しかし、メッセニア人がペロポネソスに帰還するとともに、オリンピア競技に関する幸運も彼らに戻ってきた。
ἐνιαυτῷ γὰρ ὕστερον τοῦ οἰκισμοῦ τοῦ Μεσσήνης ἀγόντων Ὀλύμπια Ἠλείων ἐνίκα στάδιον παῖδας ὁ Δαμίσκος οὗτος, καί οἱ καὶ πενταθλήσαντι ὕστερον ἐγένοντο ἐν Νεμέᾳ τε νῖκαι καὶ Ἰσθμοῖ.
メッセネの建国の1年後、エリス人がオリンピア競技会を催した際、このダミスコスが少年のスタディオン走で勝利し、後に彼はネメアや地峡でも五種競技を行って勝利を収めた。