§6.2.1παγκρατιαστοῦ δὲ ἀνδρὸς τὸν μὲν ἀνδριάντα εἰργάσατο Λύσιππος· ὁ δὲ ἀνὴρ οὗτος ἀνείλετο ἐπὶ παγκρατίῳ νίκην τῶν ἄλλων τε Ἀκαρνάνων καὶ τῶν ἐξ αὐτῆς Στράτου πρῶτος Ξενάρκης τε ἐκαλεῖτο Φιλανδρίδου.
The statue of the pancratiast was made by Lysippus; this man was the first of the other Acarnanians, and of those from Stratos itself, to carry off a victory in the pancratium, and he was called Xenarces, the son of Philandrides.
Λακεδαιμόνιοι δὲ ἄρα μετὰ τὴν ἐπιστρατείαν τοῦ Μήδου διετέθησαν πάντων φιλοτιμότατα Ἑλλήνων πρὸς ἵππων τροφάς.
Now the Lacedaemonians, after the expedition of the Mede, became the most enthusiastic of all the Greeks about the breeding of horses.
χωρὶς γὰρ ἢ ὅσους αὐτῶν κατέλεξα ἤδη, τοσοίδε ἄλλοι τῶν ἐκ Σπάρτης ἱπποτρόφων μετὰ τὴν εἰκόνα ἀνάκεινται τοῦ Ἀκαρνᾶνος ἀθλητοῦ, Ξενάρκης καὶ Λυκῖνος Ἀρκεσίλαός τε καὶ ὁ παῖς τοῦ Ἀρκεσιλάου Λίχας.
For apart from those of them whom I have already enumerated, so many other horse-breeders from Sparta are dedicated after the statue of the Acarnanian athlete: Xenarces, Lycinus, Arcesilaus, and Lichas, the son of Arcesilaus.
§6.2.2Ξενάρκει μὲν δὴ καὶ ἐν Δελφοῖς καὶ ἐν Ἄργει τε ὑπῆρξε καὶ ἐν Κορίνθῳ προσανελέσθαι νίκας·
To Xenarces indeed it befell to win additional victories at Delphi, at Argos, and at Corinth.
Λυκῖνος δὲ ἀγαγὼν ἐς Ὀλυμπίαν πώλους, καὶ οὐ δοκιμασθέντος ἑνὸς ἐξ αὐτῶν, καθῆκεν ἐς τῶν ἵππων τὸν δρόμον τῶν τελείων τοὺς πώλους καὶ ἐνίκα διʼ αὐτῶν, ἀνέθηκε δὲ καὶ ἀνδριάντας δύο ἐς Ὀλυμπίαν, Μύρωνος τοῦ Ἀθηναίου ποιήματα.
Lycinus brought foals to Olympia, and when one of them was rejected in the scrutiny, he entered the foals for the race for full-grown horses and won with them, and he dedicated two statues at Olympia, the works of Myron the Athenian.
τῷ δὲ Ἀρκεσιλάῳ καὶ Λίχᾳ τῷ παιδί, τῷ μὲν αὐτῶν γεγόνασι δύο Ὀλυμπικαὶ νῖκαι, Λίχας δὲ εἰργομένων τηνικαῦτα τοῦ ἀγῶνος Λακεδαιμονίων καθῆκεν ἐπὶ ὀνόματι τοῦ Θηβαίων δήμου τὸ ἅρμα, τὸν δὲ ἡνίοχον νικήσαντα ἀνέδησεν αὐτὸς ταινίᾳ·
To Arcesilaus and Lichas his son, to the former of them fell two Olympic victories; while Lichas, at a time when the Lacedaemonians were excluded from the games, entered his chariot in the name of the Theban people, and himself bound the winning charioteer with a ribbon.
καὶ ἐπὶ τούτῳ μαστιγοῦσιν αὐτὸν οἱ Ἑλλανοδίκαι, καὶ διὰ τὸν Λίχαν τοῦτον ἡ κατὰ §6.2.3Ἆγιν βασιλέα ἐπιστρατεία Λακεδαιμονίων ἐγένετο ἐπὶ Ἠλείους καὶ ἐντὸς τῆς Ἄλτεως μάχη.
On this account the Hellanodikai scourged him, and because of this Lichas, the expedition of the Lacedaemonians under King Agis was made against the Eleans, and there was a battle within the Altis.
καταπαυσθέντος δὲ τοῦ πολέμου τὴν μὲν εἰκόνα ἐνταῦθα ἔστησε, τὰ δὲ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας γράμματα οὐ Λίχαν, Θηβαίων δὲ τὸν δῆμον ἔχει νενικηκότα.
When the war was brought to an end, he set up his image here, but the Elean records concerning the Olympic victors do not have Lichas, but the Theban people as having won.
§6.2.4τοῦ δὲ Λίχα πλησίον μάντις ἕστηκεν Ἠλεῖος Θρασύβουλος Αἰνέου τῶν Ἰαμιδῶν, ὃς καὶ Μαντινεῦσιν ἐμαντεύσατο ἐναντία Λακεδαιμονίων καὶ Ἄγιδος τοῦ Εὐδαμίδου βασιλέως· ἃ δὴ καὶ ἐς πλέον ἐν τῷ λόγῳ τῷ ἐς Ἀρκάδας ἐπέξειμι.
Near Lichas stands an Elean seer, Thrasybulus, son of Aeneas, of the Iamidae, who also prophesied for the Mantineans against the Lacedaemonians and King Agis, son of Eudamidas; these events I shall go through in more detail in my account concerning the Arcadians.
τοῦ Θρασυβούλου δὲ τῇ εἰκόνι γαλεώτης πρὸς τὸν ὦμον προσέρπων ἐστὶ τὸν δεξιόν, καὶ κύων ἱερεῖον δὴ παρʼ αὐτῷ κεῖται διατετμημένος τε δίχα καὶ φαίνων τὸ ἧπαρ.
On the statue of Thrasybulus there is a lizard crawling towards his right shoulder, and beside him lies a dog as a sacrificial victim, cut in two and showing its liver.
§6.2.5μαντικὴ δὲ ἡ μὲν διʼ ἐρίφων καὶ ἀρνῶν τε καὶ μόσχων ἐκ παλαιοῦ δήλη καθεστῶσά ἐστιν ἀνθρώποις, Κύπριοι δὲ ὡς καὶ ὑσὶν ἐπεξευρόντες ἔστι μαντεύεσθαι, κυσὶ δὲ οὐδένες ἐπί γε μαντικῆς νομίζουσιν οὐδὲν χρᾶσθαι·
Prophecy by means of kids, lambs, and calves has been clear to men from of old, and while the Cyprians are said to have discovered that it is possible to prophesy also by means of pigs, no one thinks to make any use of dogs for prophecy.
ἔοικεν οὖν ἰδίαν τινὰ ὁ Θρασύβουλος ἐπὶ σπλάγχνων μαντικὴν κυνείων καταστήσασθαι.
It seems, therefore, that Thrasybulus established a peculiar kind of divination of his own based on the entrails of dogs.
οἱ δʼ Ἰαμίδαι καλούμενοι μάντεις γεγόνασιν ἀπὸ Ἰάμου· τὸν δὲ εἶναι παῖδα Ἀπόλλωνος καὶ λαβεῖν μαντικήν φησιν ἐν ᾄσματι Πίνδαρος.
The seers called Iamidae are descended from Iamus; Pindar says in an ode that he was a son of Apollo and received the gift of prophecy.
§6.2.6παρὰ δὲ τοῦ Θρασυβούλου τὴν εἰκόνα Τιμοσθένης τε Ἠλεῖος ἕστηκε σταδίου νίκην ἐν παισὶν εἰληφὼς καὶ Μιλήσιος Ἀντίπατρος Κλεινοπάτρου παῖδας κατειργασμένος πύκτας.
Beside the statue of Thrasybulus stand both Timosthenes, an Elean who won the victory in the boys' stadion, and Antipater of Miletus, son of Kleinopatros, who defeated the boy boxers.
Συρακοσίων δὲ ἄνδρες, ἄγοντες ἐς Ὀλυμπίαν παρὰ Διονυσίου θυσίαν, τὸν πατέρα τοῦ Ἀντιπάτρου χρήμασιν ἀναπείθουσιν ἀναγορευθῆναί οἱ τὸν παῖδα ἐκ Συρακουσῶν· Ἀντίπατρος δὲ ἐν οὐδενὶ τοῦ τυράννου τὰ δῶρα ἡγούμενος ἀνεῖπεν αὑτὸν Μιλήσιον καὶ ἀνέγραψε τῇ εἰκόνι ὡς γένος τε εἴη Μιλήσιος καὶ Ἰώνων ἀναθείη πρῶτος ἐς Ὀλυμπίαν εἰκόνα.
Men of Syracuse, who were bringing a sacrifice to Olympia from Dionysius, tried to bribe the father of Antipater with money to have his son proclaimed as from Syracuse; but Antipater, holding the gifts of the tyrant of no account, proclaimed himself a Milesian and inscribed on his statue that he was a Milesian by race and was the first of the Ionians to dedicate a statue at Olympia.
§6.2.7τούτου μὲν δὴ Πολύκλειτος τὸν ἀνδριάντα εἰργάσατο, τὸν δὲ Τιμοσθένην Εὐτυχίδης Σικυώνιος παρὰ Λυσίππῳ δεδιδαγμένος·
His statue was made by Polyclitus, while Timosthenes was made by Eutychides of Sicyon, a pupil of Lysippus.
ὁ δὲ Εὐτυχίδης οὗτος καὶ Σύροις τοῖς ἐπὶ Ὀρόντῃ Τύχης ἐποίησεν ἄγαλμα, μεγάλας παρὰ τῶν ἐπιχωρίων ἔχον τιμάς.
This Eutychides also made for the Syrians on the Orontes an image of Tyche, which is held in great honor by the natives.
§6.2.8ἐν δὲ τῇ Ἄλτει παρὰ τὸν τοῦ Τιμοσθένους ἀνδριάντα ἀνάκειται Τίμων καὶ ὁ παῖς τοῦ Τίμωνος Αἴσυπος, παιδίον ἐπὶ ἵππῳ καθήμενον· ἔστι γὰρ δὴ καὶ ἡ νίκη τῷ παιδὶ ἵππου κέλητος, ὁ Τίμων δὲ ἐπὶ ἅρματι ἀνηγορεύθη.
In the Altis, near the statue of Timosthenes, are dedicated Timon and Aesypus, the son of Timon, a small child sitting on a horse; for indeed the victory of the child was with a riding-horse, while Timon was proclaimed victor with a chariot.
τῷ δὲ Τίμωνι εἰργάσατο καὶ τῷ παιδὶ τὰς εἰκόνας Δαίδαλος Σικυώνιος, ὃς καὶ ἐπὶ τῇ Λακωνικῇ νίκῃ τὸ ἐν τῇ Ἄλτει τρόπαιον ἐποίησεν Ἠλείοις.
Daedalus of Sicyon made the statues for Timon and his son, the same who also made the trophy for the Eleans in the Altis for their victory over the Lacedaemonians.
§6.2.9ἐπίγραμμα δὲ τὸ ἐπὶ τῷ Σαμίῳ πύκτῃ τὸν ἀναθέντα μὲν ὅτι ὁ παιδοτρίβης εἴη Μύκων καὶ ὅτι Σάμιοι τὰ ἐς ἀθλητὰς καὶ ἐπὶ ναυμαχίαις εἰσὶν Ἰώνων ἄριστοι, τάδε μὲν λέγει τὸ ἐπίγραμμα, ἐς δὲ αὐτὸν τὸν πύκτην ἐσήμαινεν οὐδέν.
The inscription upon the Samian boxer states that the dedicators were Mycon the trainer, and that the Samians are the best of the Ionians in athletic skills and in naval battles; though the inscription says these things, it indicates nothing about the boxer himself.
§6.2.10παρὰ δὲ Μεσσήνιος Δαμίσκος, ὃς δύο γεγονὼς ἔτη καὶ δέκα ἐνίκησεν ἐν Ὀλυμπίᾳ.
Beside him is Damiscus, a Messenian, who won at Olympia at the age of twelve.
θαῦμα δὲ εἴπερ ἄλλο τι καὶ τόδε ἐποιησάμην· Μεσσηνίους γὰρ ἐκ Πελοποννήσου φεύγοντας ἐπέλιπεν ἡ περὶ τὸν ἀγῶνα τύχη τὸν Ὀλυμπικόν.
If ever anything else was a wonder, I considered this to be one also; for during the exile of the Messenians from the Peloponnese, the fortune of the Olympic games deserted them.
ὅτι γὰρ μὴ Λεοντίσκος καὶ Σύμμαχος τῶν ἐπὶ πορθμῷ Μεσσηνίων, ἄλλος γε οὐδεὶς Μεσσήνιος οὔτε Σικελιώτης οὔτʼ ἐκ Ναυπάκτου δῆλός ἐστιν Ὀλυμπίασιν ἀνῃρημένος νίκην· εἶναι δὲ οἱ Σικελιῶται καὶ τούτους τῶν ἀρχαίων Ζαγκλαίων καὶ οὐ Μεσσηνίους φασί.
For except Leontiscus and Symmachus among the Messenians at the Strait, no other Messenian, whether from Sicily or from Naupactus, is known to have carried off a victory at Olympia; and the Sicilians say that these two also belonged to the ancient Zancleans and were not Messenians.
§6.2.11συγκατῆλθε μέντοι Μεσσηνίοις ἐς Πελοπόννησον καὶ ἡ περὶ τὸν ἀγῶνα τύχη τὸν Ὀλυμπικόν· ἐνιαυτῷ γὰρ ὕστερον τοῦ οἰκισμοῦ τοῦ Μεσσήνης ἀγόντων Ὀλύμπια Ἠλείων ἐνίκα στάδιον παῖδας ὁ Δαμίσκος οὗτος, καί οἱ καὶ πενταθλήσαντι ὕστερον ἐγένοντο ἐν Νεμέᾳ τε νῖκαι καὶ Ἰσθμοῖ.
However, when the Messenians returned to the Peloponnese, their Olympic fortune returned with them; for in the year following the founding of Messene, when the Eleans held the Olympic games, this Damiscus won the boys' stadion, and later, having competed in the pentathlon, he achieved victories both at Nemea and at the Isthmus.