§6.19.1ἔστι δὲ λίθου πωρίνου κρηπὶς ἐν τῇ Ἄλτει πρὸς ἄρκτον τοῦ Ἡραίου, κατὰ νώτου δὲ αὐτῆς παρήκει τὸ Κρόνιον·
アルティスの中に、ヘラ神殿の北側に面して凝灰岩の基壇があり、その背後にはクロニオンの丘が伸びている。
ἐπὶ ταύτης τῆς κρηπῖδός εἰσιν οἱ θησαυροί, καθὰ δὴ καὶ ἐν Δελφοῖς Ἑλλήνων τινὲς ἐποίησαν τῷ Ἀπόλλωνι θησαυρούς.
この基壇の上に宝庫が並んでいるが、これはちょうどデルポイにおいてギリシア人の一部がアポロンのために宝庫を作ったのと同じである。
ἔστι δὲ θησαυρὸς ἐν Ὀλυμπίᾳ Σικυωνίων καλούμενος, Μύρωνος δὲ ἀνάθημα τυραννήσαντος Σικυωνίων·
オリンピアには「シキュオン人の宝庫」と呼ばれる宝庫があり、これはシキュオンの僭主であったミュロンの奉納物である。
§6.19.2τοῦτον ᾠκοδόμησεν ὁ Μύρων νικήσας ἅρματι τὴν τρίτην καὶ τριακοστὴν Ὀλυμπιάδα.
ミュロンは第三十三回オリンピア期に戦車競走で勝利してこれを建てた。
ἐν δὲ τῷ θησαυρῷ καὶ θαλάμους δύο ἐποίησε, τὸν μὲν Δώριον, τὸν δὲ ἐργασίας τῆς Ἰώνων.
彼は宝庫の中に二つの小部屋を作ったが、一方はドリア式、もう一方はイオニア式の細工である。
χαλκοῦ μὲν δὴ αὐτοὺς ἑώρων εἰργασμένους·
私はこれらが青銅でできているのを見た。
εἰ δὲ καὶ Ταρτήσσιος χαλκὸς λόγῳ τῷ Ἠλείων ἐστίν, οὐκ οἶδα.
しかし、エリース人の言うようにそれがタルテッソスの青銅であるかどうかは、私にはわからない。
§6.19.3Ταρτήσσιον δὲ εἶναι ποταμὸν ἐν χώρᾳ τῇ Ἰβήρων λέγουσι στόμασιν ἐς θάλασσαν κατερχόμενον δυσὶ καὶ ὁμώνυμον αὐτῷ πόλιν ἐν μέσῳ τοῦ ποταμοῦ τῶν ἐκβολῶν κειμένην·
タルテッソスとはイベリア人の土地にある川で、二つの河口から海へと流れ込んでおり、その河口の間に同名の都市があると言われている。
τὸν δὲ ποταμὸν μέγιστόν τε ὄντα τῶν ἐν Ἰβηρίᾳ καὶ ἄμπωτιν παρεχόμενον Βαῖτιν ὠνόμασαν οἱ ὕστερον, εἰσὶ δʼ οἳ Καρπίαν Ἰβήρων πόλιν καλεῖσθαι νομίζουσι τὰ ἀρχαιότερα Ταρτησσόν.
この川はイベリアで最大のもので、潮の干満を伴うため、後世の人々はこれをバイティス川と呼んだ。 また、イベリアの都市カルピアが古くはタルテッソスと呼ばれていたと考える人々もいる。
§6.19.4ἐν Ὀλυμπίᾳ δὲ ἐπιγράμματα ἐπὶ τῷ ἐλάσσονί ἐστι τῶν θαλάμων, ἐς μὲν τοῦ χαλκοῦ τὸν σταθμόν, ὅτι πεντακόσια εἴη τάλαντα, ἐς δὲ τοὺς ἀναθέντας, Μύρωνα εἶναι καὶ τὸν Σικυωνίων δῆμον.
オリンピアには、二つの小部屋のうち小さい方に、青銅の重量が五百タラントンであるということ、そして奉納者がミュロンとシキュオンの民であるという刻銘がある。
ἐν τούτῳ τῷ θησαυρῷ δίσκοι τὸν ἀριθμὸν ἀνάκεινται τρεῖς, ὅσους ἐς τοῦ πεντάθλου τὸ ἀγώνισμα ἐσκομίζουσι·
この宝庫の中には、五種競技で用いられるものと同数の、計三枚の円盤が奉納されている。
καὶ ἀσπίς ἐστιν ἐπίχαλκος γραφῇ τὰ ἐντὸς πεποικιλμένη καὶ κράνος τε καὶ κνημῖδες ὁμοῦ τῇ ἀσπίδι·
また、内側が絵画で飾られた、青銅で覆われた盾があり、盾とともに兜と脛当てが置かれている。
ἐπίγραμμα δὲ ἐπὶ τοῖς ὅπλοις, ἀκροθίνιον τῷ Διὶ ὑπὸ Μυάνων ἀνατεθῆναι.
これらの武具には、ミュアン人によって戦利品としてゼウスに奉納されたという刻銘がある。
οἵτινες δὲ οὗτοι ἦσαν, οὐ κατὰ τὰ αὐτὰ παρίστατο ἅπασιν εἰκάζειν·
このミュアン人がいかなる人々であったかについては、皆の意見が一致しているわけではない。
§6.19.5ἐμὲ δὲ ἐσῆλθεν ἀνάμνησις ὡς Θουκυδίδης ποιήσειεν ἐν τοῖς λόγοις Λοκρῶν τῶν πρὸς τῇ Φωκίδι καὶ ἄλλας πόλεις, ἐν δὲ αὐταῖς εἶναι καὶ Μυονέας.
しかし、私はトゥキディデスがその歴史書の中で、フォキスに隣接するロクリス人の諸都市を挙げており、その中にミュオネウス人も含まれていることを思い出した。
οἱ Μυᾶνες οὖν οἱ ἐπὶ τῇ ἀσπίδι κατά γε ἡμετέραν γνώμην ἄνθρωποι μέν εἰσιν οἱ αὐτοὶ καὶ Μυονεῖς οἱ ἐν τῇ Λοκρίδι ἠπείρῳ·
したがって、盾に記されたミュアン人は、私の考えでは、ロクリスの本土に住むミュオネウス人と同一の人物である。
τὰ δὲ ἐπὶ τῇ ἀσπίδι γράμματα παρῆκται μὲν ἐπὶ βραχύ, πέπονθε δὲ αὐτὸ διὰ τοῦ ἀναθήματος τὸ ἀρχαῖον.
盾の上の文字はわずかに歪んでいるが、それはこの奉納物の古さによるものである。
§6.19.6κεῖνται δὲ καὶ ἄλλα ἐνταῦθα ἄξια ἐπιμνησθῆναι, μάχαιρα ἡ Πέλοπος χρυσοῦ τὴν λαβὴν πεποιημένη, καὶ εἰργασμένον ἐλέφαντος κέρας τὸ Ἀμαλθείας, ἀνάθημα Μιλτιάδου τοῦ Κίμωνος, ὃς τὴν ἀρχὴν ἔσχεν ἐν χερρονήσῳ τῇ Θρᾳκίᾳ πρῶτος τῆς οἰκίας ταύτης·
ここには他にも言及に値するものが置かれている。 柄が金で作られたペロプスの短剣や、象牙で細工されたアマルテイアの角であり、これはこの一族で最初にトラキアのヘルソネソスを支配したキモンの子ミルティアデスの奉納物である。
καὶ ἐπίγραμμα ἐπὶ τῷ κέρατί ἐστιν ἀρχαίοις Ἀττικοῖς γράμμασι,
"
Ζηνί μʼ ἄγαλμʼ ἀνέθηκαν Ὀλυμπίῳ ἐκ χερονήσου
τεῖχος ἑλόντες Ἀράτου·
その角には古いアッティカ文字で次のような刻銘がある。 "ヘルソネソスから、アラトスの城壁を攻略した人々が、私をオリンピアのゼウスへの美しき捧げ物として奉納した。
ἐπῆρχε δὲ Μιλτιάδης σφίν.
彼らを率いたのはミルティアデスであった。
"
κεῖται δὲ καὶ ἄγαλμα πύξινον Ἀπόλλωνος ἐπιχρύσου τὴν κεφαλήν·
"また、頭部が金箔で覆われたツゲの木で作られたアポロンの像も置かれている。
ἀνατεθῆναι δὲ ὑπὸ Λοκρῶν φησι τῶν πρὸς Ζεφυρίῳ τῇ ἄκρᾳ, Πατροκλέα δὲ εἶναι Κατίλλου Κροτωνιάτην τὸν εἰργασμένον.
これはゼピュリオン岬の近くのロクリス人によって奉納されたと言われており、作者はクロトンのカティロスの子パトロクレスである。
§6.19.7ἐφεξῆς δὲ τῷ Σικυωνίων ἐστὶν ὁ Καρχηδονίων θησαυρός, Ποθαίου τέχνη καὶ Ἀντιφίλου τε καὶ Μεγακλέους·
シキュオン人の宝庫の隣にはカルタゴ人の宝庫があり、これはポタイオス、アンティピロス、メガクレスの作である。
ἀναθήματα δὲ ἐν αὐτῷ Ζεὺς μεγέθει μέγας καὶ θώρακες λινοῖ τρεῖς ἀριθμόν, Γέλωνος δὲ ἀνάθημα καὶ Συρακοσίων Φοίνικας ἤτοι τριήρεσιν ἢ καὶ πεζῇ μάχῃ κρατησάντων.
その中には、巨大なゼウス像と、三領の亜麻の胸当てがあり、これらはゲロンとシュラクサイ人が、海戦または陸戦においてフェニキア人に勝利して奉納したものである。