Humanitext Reader

パウサニアス · ギリシア案内記 §6.18.1-6.18.7

アナクシメネスの像と最古の競技者像

245 / 465 箇所 · ギリシア語

要旨

キュレネ人クラティステネスの戦車や歴史家アナクシメネスの肖像、その機知に富むアレクサンドロス王との逸話を記述し、さらに最古の体育競技者像について紹介する。

§6.18.1ἔστι δὲ καὶ τοῦ Κυρηναίου Κρατισθένους χαλκοῦν ἅρμα, καὶ Νίκη τε ἐπιβέβηκε τοῦ ἅρματος καὶ αὐτὸς ὁ Κρατισθένης.
キュレネ人クラティステネスの青銅の戦車もあり、戦車には勝利の女神とクラティステネス自身が乗っている。
δῆλα μὲν δὴ ὅτι ἵππων γέγονεν αὐτῷ νίκη·
彼の勝利が馬によるものであったことは明らかである。
λέγεται δὲ καὶ ὡς Μνασέου τοῦ δρομέως, ἐπικληθέντος δὲ ὑπὸ Ἑλλήνων Λίβυος, εἴη παῖς ὁ Κρατισθένης.
また、クラティステネスは、ギリシア人から「リビュア人」と仇名された、あの競走選手ムナセアスの息子であるとも言われている。
τὰ δὲ ἀναθήματα αὐτῷ τὰ ἐς Ὀλυμπίαν ἐστὶ τοῦ Ῥηγίνου Πυθαγόρου τέχνη.
オリンピアにおける彼の奉納物は、レギオンのピュタゴラスの作である。
§6.18.2ἐνταῦθα καὶ Ἀναξιμένους οἶδα εἰκόνα ἀνευρών, ὃς τὰ ἐν Ἕλλησιν ἀρχαῖα, καὶ ὅσα Φίλιππος ὁ Ἀμύντου καὶ ὕστερον Ἀλέξανδρος εἰργάσατο, συνέγραψεν ὁμοίως ἅπαντα·
ここで私は、ギリシア人における古代の歴史、ならびにアミュンタスの子フィリッポスとその後にアレクサンドロスが成し遂げたことのすべてを、同様にすべて書き記したアナクシメネスの像を見出して知ることになった。
ἡ δέ οἱ τιμὴ γέγονεν ἐν Ὀλυμπίᾳ παρὰ τῶν Λαμψακηνῶν τοῦ δήμου.
彼への栄誉は、ランプサコスの民によってオリンピアにおいて与えられたものである。
ὑπελίπετο δὲ Ἀναξιμένης τοσάδε ἐς μνήμην·
アナクシメネスは、記憶に値するものとして次のようなことを残している。
βασιλέα γὰρ οὐ τὰ πάντα ἤπιον ἀλλὰ καὶ τὰ μάλιστα θυμῷ χρώμενον, Ἀλέξανδρον τὸν Φιλίππου, τέχνῃ περιῆλθε τοιᾷδε.
すなわち、決してすべてにおいて穏やかではなく、とりわけ激しい怒りを示す王、フィリッポスの子アレクサンドロスを、彼は次のような策略によって出し抜いたのである。
§6.18.3Λαμψακηνῶν τὰ βασιλέως τοῦ Περσῶν φρονησάντων ἢ καὶ αἰτίαν φρονῆσαι λαβόντων, ὁ Ἀλέξανδρος ἅτε ὑπερζέων ἐς αὐτοὺς τῇ ὀργῇ κακῶν ἠπείλει τὰ μέγιστα ἐργάσασθαι·
ランプサコス人たちがペルシアの王の側を支持したか、あるいは支持したという嫌疑をかけられたため、アレクサンドロスは彼らに対して激しい怒りをたぎらせ、最大の惨禍をもたらすと脅した。
οἱ δὲ ἅτε θέοντες περὶ γυναικῶν τε καὶ παίδων καὶ αὐτῆς πατρίδος ἀποστέλλουσιν Ἀναξιμένην ἱκετεύειν, Ἀλεξάνδρῳ τε αὐτῷ καὶ ἔτι Φιλίππῳ πρότερον γεγονότα ἐν γνώσει.
彼らは妻や子供、そして祖国そのもののために奔走し、アレクサンドロス自身とも、またさらにそれ以前のフィリッポスとも面識のあったアナクシメネスを、嘆願のために派遣した。
προσῄει τε ὁ Ἀναξιμένης, καὶ τὸν Ἀλέξανδρον, πεπυσμένον καθʼ ἥντινα αἰτίαν ἥκοι, κατομόσασθαί φασιν ἐπονομάζοντα θεοὺς τοὺς Ἑλλήνων ἦ μὴν αὐτοῦ ταῖς δεήσεσιν ὁπόσα ἐστὶν ἐναντία ἐργάσασθαι.
アナクシメネスが近づくと、アレクサンドロスは彼がどのような理由で来たのかを察知し、ギリシアの神々の名を挙げて、彼(アナクシメネス)の願いとはいかなるものであれ、ことごとくその反対のことを行うと誓ったと言われている。
§6.18.4ἔνθα δὴ εἶπεν Ἀναξιμένης·
そこでアナクシメネスはこう言った。
“χαρίσασθαι μοι τήνδε ὦ βασιλεῦ τὴν χάριν, ἐξανδραποδίσασθαι μὲν γυναῖκας καὶ τέκνα Λαμψακηνῶν, καταβαλεῖν δὲ καὶ ἐς ἔδαφος τὴν πόλιν πᾶσαν, τὰ δὲ ἱερὰ τῶν θεῶν σφισιν ἐμπρῆσαι”.
「王よ、私に次の恩恵をお与えください。 ランプサコス人の妻や子供たちを奴隷にし、街全体を地にならし、彼らの神々の神殿を焼き払ってくださることを。
ὁ μὲν ταῦτα ἔλεγεν, Ἀλέξανδρος δὲ οὔτε πρὸς τὸ σόφισμα ἀντιμηχανήσασθαί τι εὑρίσκων καὶ ἐνεχόμενος τῇ ἀνάγκῃ τοῦ ὅρκου συγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖς.
」彼がこのように言うと、アレクサンドロスはこの奇策に対抗するいかなる手段も見出すことができず、また誓いの拘束力に縛られていたため、不本意ながらもランプサコス人たちを許した。
§6.18.5φαίνεται δὲ καὶ ἄνδρα ὁ Ἀναξιμένης ἐχθρὸν οὐκ ἀμαθέστατα ἀλλὰ καὶ ἐπιφθονώτατα ἀμυνάμενος.
また、アナクシメネスは、敵対する者に対して全く無知ではなく、むしろ極めて悪意に満ちた方法で報復したようである。
ἐπεφύκει μὲν αὐτὸς σοφιστὴς καὶ σοφιστῶν λόγους μιμεῖσθαι·
彼自身はソフィストであり、ソフィストたちの言論を模倣する性質を備えていた。
ὡς δέ οἱ διαφορὰ ἐς Θεόπομπον ἐγεγόνει τὸν Δαμασιστράτου, γράφει βιβλίον ἐς Ἀθηναίους καὶ ἐπὶ Λακεδαιμονίοις ὁμοῦ καὶ Θηβαίοις συγγραφὴν λοίδορον.
ダマシストラトスの子テオポンポスとの間に不和が生じると、彼はアテナイ人に向けて、同時にラケダイモン人やテーバイ人をも非難する中傷に満ちた書物を著した。
ὡς δὲ ἦν ἐς τὸ ἀκριβέστατον αὐτῷ μεμιμημένα, ἐπιγράψας τοῦ Θεοπόμπου τὸ ὄνομα τῷ βιβλίῳ διέπεμπεν ἐς τὰς πόλεις·
それがテオポンポスの文体をきわめて正確に模倣していたため、その書物にテオポンポスの名を冠して諸都市に送り回した。
καὶ αὐτός τε συγγεγραφὼς ἦν καὶ τὸ ἔχθος τὸ ἐς Θεόπομπον ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ἐπηύξητο.
彼自身がこれを執筆したのであるが、テオポンポスに対する憎悪は全ギリシアに広がることとなった。
§6.18.6οὐ μὴν οὐδὲ εἰπεῖν τις αὐτοσχεδίως Ἀναξιμένους πρότερός ἐστιν εὑρηκώς·
もっとも、アナクシメネスよりも前に即興で演説することを編み出したと認められる者は誰もいない。
τὰ ἔπη δὲ τὰ ἐς Ἀλέξανδρον οὔ μοι πιστά ἐστιν Ἀναξιμένην τὸν ποιήσαντα εἶναι.
しかし、アレクサンドロスに関する叙事詩については、アナクシメネスがそれを制作した者であるとは私には信じられない。
Σωτάδης δὲ ἐπὶ δολίχου νίκαις Ὀλυμπιάδι μὲν ἐνάτῃ καὶ ἐνενηκοστῇ Κρής, καθάπερ γε καὶ ἦν, ἀνερρήθη, τῇ ἐπὶ ταύτῃ δὲ λαβὼν χρήματα παρὰ τοῦ Ἐφεσίων κοινοῦ Ἐφεσίοις ἐσεποίησεν αὑτόν·
一方ソタデスは、第九十九回オリンピア期において、長距離競走での勝利により、実際そうであったように、クレタ人として勝者と宣告されたが、その次のオリンピア期においては、エペソス人の共同体から金銭を受け取って、自分をエペソス人に編入させた。
καὶ αὐτὸν ἐπὶ τῷ ἔργῳ φυγῇ ζημιοῦσιν οἱ Κρῆτες.
この行為のために、クレタ人たちは彼に追放の刑を科した。
§6.18.7πρῶται δὲ ἀθλητῶν ἀνετέθησαν ἐς Ὀλυμπίαν εἰκόνες Πραξιδάμαντός τε Αἰγινήτου νικήσαντος πυγμῇ τὴν ἐνάτην Ὀλυμπιάδα ἐπὶ ταῖς πεντήκοντα καὶ Ὀπουντίου Ῥηξιβίου παγκρατιαστὰς καταγωνισαμένου μιᾷ πρὸς ταῖς ἑξήκοντα Ὀλυμπιάδι·
オリンピアに奉納された最初の体育競技者たちの像は、第五十九回オリンピア期に拳闘で勝利したアイギナ人プラクシダマスと、第六十一回オリンピア期にパンクラティオンの対戦相手たちを倒したオプス人レクシビオスの像であった。
αὗται κεῖνται μὲν αἱ εἰκόνες οὐ πρόσω τῆς Οἰνομάου κίονος, ξύλου δέ εἰσιν εἰργασμέναι, Ῥηξιβίου μὲν συκῆς, ἡ δὲ τοῦ Αἰγινήτου κυπαρίσσου καὶ ἧσσον τῆς ἑτέρας πεπονηκυῖά ἐστιν.
これらの像はオイノマオスの柱からそう遠くない場所に置かれているが、木製であり、レクシビオスのものはイチジクの木、アイギナ人のものはイトスギの木で作られており、後者の方がもう一方よりも傷みが少ない。

語釈・文法注

  1. 6.18.1εἴη — 間接話法の希求法(optative of indirect speech)。主節の導入動詞(λέγεται)は現在形であるが、伝聞の内容を和らげるため、あるいは直説法ではなく伝聞としての客観性を表すために、歴史時制に準じて直説法現在(ἐστί)の代わりに希求法が用いられている。
  2. 6.18.3Λαμψακηνῶν τὰ βασιλέως τοῦ Περσῶν φρονησάντων — 属格独立構文(Genitive Absolute)。動詞 φρονέω は「(〜に有利なように)心を傾ける」「〜の味方をする」の意味で、ここでは中性複数対格の冠詞を伴う τὰ βασιλέως とともに「ペルシア王の側を支持する」を意味する。
  3. 6.18.3ἦ μὴν αὐτοῦ ταῖς δεήσεσιν ὁπόσα ἐστὶν ἐναντία ἐργάσασθαι — 不定詞 ἐργάσασθαι は、誓いの動詞 κατομόσασθαι の内容を表す名詞的用法。誓いを強調する小辞の組み合わせ ἦ μήν が導く。αὐτοῦ ταῖς δεήσεσιν(彼の嘆願に)は形容詞 ἐναντία(反対の)に係る。
  4. 6.18.6εἰπεῖν τις αὐτοσχεδίως Ἀναξιμένους πρότερός ἐστιν εὑρηκώς — 迂言的完了形 εὑρηκώς ἐστιν が不定詞 εἰπεῖν αὐτοσχεδίως を伴っており、「即興で語ることを発明した」という意味になる。比較級のニュアンスを持つ形容詞 πρότερος は、アナクシメネスの属格 Ἀναξιμένους を比較対象として要求している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §6.18.1-6.18.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.18.1-6.18.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。