§6.17.1ταῦτα μὲν δὴ τὰ ἀξιολογώτατα ἀνδρὶ ποιουμένῳ τὴν ἔφοδον ἐν τῇ Ἄλτει κατὰ τὰ ἡμῖν εἰρημένα·
これらは、私たちが述べたところに従ってアルティスを巡る者にとって最も注目に値するものである。
εἰ δὲ ἀπὸ τοῦ Λεωνιδαίου πρὸς τὸν βωμὸν τὸν μέγαν ἀφικέσθαι τῇ δεξιᾷ θελήσειας, τοσάδε ἔστι σοι τῶν ἀνηκόντων ἐς μνήμην.
もし、レオニダイオンから右に大祭壇へと進もうとするならば、記憶に値するものがこれほど多くある。
Δημοκράτης Τενέδιος καὶ Ἠλεῖος Κριάννιος, οὗτος μὲν ὅπλου λαβὼν νίκην, Δημοκράτης δὲ ἀνδρῶν πάλης·
テネドス人デモクラテスとエリス人クリアンニオス。 後者は武装競走の勝利を獲得し、デモクラテスは男子レスリングの勝利を獲得した。
ἀνδριάντας δὲ τοῦ μὲν Μιλήσιος Διονυσικλῆς, τοῦ δὲ Κριαννίου Μακεδὼν Λῦσός ἐστιν ὁ ἐργασάμενος.
前者の彫像はミレトス人ディオニュシクレスが、クリアンニオスのものはマケドニア人リュソスが制作したものである。
§6.17.2Κλαζομενίου δὲ Ἡροδότου καὶ Φιλίνου τοῦ Ἡγεπόλιδος Κῴου ἀνέθεσαν τὰς εἰκόνας αἱ πόλεις, Κλαζομένιοι μὲν ὅτι ἐν Ὀλυμπίᾳ Κλαζομενίων πρῶτος ἀνηγορεύθη νικῶν Ἡρόδοτος, ἡ δέ οἱ νίκη σταδίου γέγονεν ἐν παισί, Φιλῖνον δὲ οἱ Κῷοι δόξης ἕνεκα ἀνέθεσαν·
クラゾメナイ人ヘロドトスと、ヘゲポリスの子コオス人フィリノスの像は、それぞれの都市が奉納した。 クラゾメナイ人たちは、ヘロドトスがクラゾメナイ人の中で最初にオリンピアで勝者と宣言されたからであり、彼の勝利は少年の部のスタディオン走によるものであった。 コオス人たちは、フィリノスをその名声のために奉納した。
ἐν μέν γε Ὀλυμπίᾳ δρόμου γεγόνασιν αὐτῷ νῖκαι πέντε, τέσσαρες δὲ Πυθοῖ καὶ ἴσαι Νεμείων, ἐν δὲ Ἰσθμῷ μία ἐπὶ ταῖς δέκα.
実際、彼にはオリンピアで競走の勝利が5回、ピュトで4回、ネメアでも同数、そしてイストモスでは11回あった。
§6.17.3Πτολεμαῖον δὲ τὸν Πτολεμαίου τοῦ Λάγου Ἀριστόλαος ἀνέθηκε Μακεδὼν ἀνήρ.
ラゴスの子プトレマイオスの子プトレマイオスを、マケドニア人の男アリストラオスが奉納した。
ἀνάκειται δὲ καὶ πύκτης κρατήσας ἐν παισὶ Βούτας Πολυνείκους Μιλήσιος, καὶ Καλλικράτης ἀπὸ τῆς ἐπὶ Ληθαίῳ Μαγνησίας ἐπὶ τῷ ὁπλίτῃ δρόμῳ στεφάνους δύο ἀνῃρημένος·
また、少年の部を制したミレトス人、ポリュネイケスの子で拳闘選手のブタス、そしてレタイオス河畔のマグネシア出身で武装競走の二つの冠を獲得したカリクラテスも奉納されている。
Λυσίππου δὲ ἔργον ἡ τοῦ Καλλικράτους ἐστὶν εἰκών.
カリクラテスの像はリュシッポスの作品である。
§6.17.4Ἐνατίωνι δὲ καὶ Ἀλεξιβίῳ, τῷ μὲν ἐν παισὶ σταδίου, Ἀλεξιβίῳ δὲ πεντάθλου γέγονε νίκη, καὶ Ἡραία τε Ἀρκάδων ἐστὶν αὐτῷ πατρὶς καὶ Ἀκέστωρ ὁ τὴν εἰκόνα εἰργασμένος·
エナティオンとアレクシビオスには、一方は少年のスタディオン走で、アレクシビオスには五種競技で勝利があった。 そして、アルカディアのヘライアが彼の祖国であり、アケストルがその像を制作した者である。
Ἐνατίωνα δὲ ἧστινος ἦν οὐ δηλοῖ τὸ ἐπίγραμμα, ὅτι δὲ τοῦ Ἀρκάδων ἦν ἔθνους δηλοῖ.
エナティオンがどの都市の出身であったかを碑文は明らかにしていないが、アルカディアの部族の出身であったことは明らかにしている。
Κολοφώνιοι δὲ Ἑρμησιάναξ Ἀγονέου καὶ Εἰκάσιος Λυκίνου τε ὢν καὶ τῆς Ἑρμησιάνακτος θυγατρὸς κατεπάλαισαν μὲν παῖδας ἀμφότεροι, Ἑρμησιάνακτι δὲ καὶ ἀπὸ τοῦ κοινοῦ τοῦ Κολοφωνίων ὑπῆρξεν ἀνατεθῆναι τὴν εἰκόνα.
コロポン人である、アゴネウスの子エルメシアナクスと、リュキノスとエルメシアナクスの娘との子であるエイカシオスは、ともに少年の部で対戦相手を投げ倒した。 エルメシアナクスには、コロポン人の共同体によって像が奉納されることもあった。
§6.17.5τούτων δέ εἰσιν Ἠλεῖοι πλησίον πυγμῇ παῖδας κρατήσαντες, ὁ μὲν Σθέννιδος ἔργον τοῦ Ὀλυνθίου Χοιρίλος, Θεότιμος δὲ Δαιτώνδα Σικυωνίου·
これらの近くには、少年の拳闘で制したエリス人たちがいる。 一方はオリュントス人ステンニスの作品であるコイリロスであり、他方はシキュオン人ダイトンダスの作品であるテオティモスである。
παῖς δὲ ὁ Θεότιμος ἦν Μοσχίωνος, Ἀλεξάνδρῳ τῷ Φιλίππου τῆς ἐπὶ Δαρεῖον καὶ Πέρσας στρατείας μετασχόντος.
テオティモスは、フィリノスの子アレクサンドロスのダレイオスおよびペルシア人に対する遠征に参加したモスキオンの子であった。
δύο δὲ αὖθις ἐξ Ἤλιδος, Ἀρχίδαμος τεθρίππῳ νενικηκὼς καὶ Ἐπέραστός ἐστιν ὁ Θεογόνου ὅπλου νίκην ἀνῃρημένος·
さらにまた、エリスからの二人がいる。 四頭立て馬車で勝利したアルキダモスと、武装競走の勝利を獲得したテオゴノスの子エペラストスである。
§6.17.6εἶναι δὲ καὶ μάντις ὁ Ἐπέραστος τοῦ Κλυτιδῶν γένους φησὶν ἐπὶ τοῦ ἐπιγράμματος τῇ τελευτῇ,
"
τῶν δʼ ἱερογλώσσων Κλυτιδᾶν γένος εὔχομαι εἶναι
μάντις, ἀπʼ ἰσοθέων αἷμα Μελαμποδιδᾶν.
エペラストスは予言者であり、クリュティアイ族の出身であると、碑文の末尾で述べている。 「私は神聖な舌を持つクリュティアイ族の末裔であり、神に等しいメラムポス族の血を引く予言者であると自負する。
"
Μελάμποδος γὰρ ἦν τοῦ Ἀμυθάονος Μάντιος, τοῦ δὲ Ὀικλῆς, Κλυτίος δὲ Ἀλκμαίωνος τοῦ Ἀμφιαράου τοῦ Ὀϊκλέους·
」なぜなら、メラムポスはアミュタオンの子マンティオスの子であり、オイクレスはマンティオスの子であり、クリュティオスはオイクレスの子アムピアラオスの子アルクマイオンの子であった。
ἐγεγόνει δὲ τῷ Ἀλκμαίωνι ὁ Κλυτίος ἐκ τῆς Φηγέως θυγατρὸς καὶ ἐς τὴν Ἦλιν μετῴκησε, τοῖς ἀδελφοῖς εἶναι τῆς μητρὸς σύνοικος φεύγων, ἅτε τοῦ Ἀλκμαίωνος ἐπιστάμενος σφᾶς εἰργασμένους τὸν φόνον.
クリュティオスはアルクマイオンとペゲウスの娘との間に生まれ、エリスへと移住した。 彼は母の兄弟たちがアルクマイオンを殺害したことを知っていたため、彼らと同居することを避けて逃亡したのである。
§6.17.7ἀνδριάντας δὲ ἀναμεμιγμένους οὐκ ἐπιφανέσιν ἄγαν ἀναθήμασιν Ἀλεξίνικόν τε Ἠλεῖον, τέχνην τοῦ Σικυωνίου Κανθάρου, πάλης ἐν παισὶν ἀνῃρημένον νίκην, καὶ τὸν Λεοντῖνον Γοργίαν ἰδεῖν ἔστιν·
あまり目立たない奉納物の中に交じって、少年の部でレスリングの勝利を獲得した、シキュオン人カンタロスの作であるエリス人アレクシニコスと、レオンティノイ出身のゴルギアスの彫像を見ることができる。
ἀναθεῖναι δὲ τὴν εἰκόνα ἐς Ὀλυμπίαν φησὶν Εὔμολπος ἀπόγονος τρίτος Δηικράτους συνοικήσαντος ἀδελφῇ τῇ Γοργίου.
ゴルギアスの姉妹と結婚したデイクラテスの三代目の子孫であるエウモルポスが、この像をオリンピアに奉納したと言っている。
§6.17.8οὗτος ὁ Γοργίας πατρὸς μὲν ἦν Χαρμαντίδου, λέγεται δὲ ἀνασώσασθαι μελέτην λόγων πρῶτος ἠμελημένην τε ἐς ἅπαν καὶ ἐς λήθην ὀλίγου δεῖν ἥκουσαν ἀνθρώποις·
このゴルギアスは、父はカルマンティデスであり、人間にとって完全に無視され、もう少しで忘れ去られようとしていた言論の修練を最初に復活させたと言われている。
εὐδοκιμῆσαι δὲ Γοργίαν λόγων ἕνεκα ἔν τε πανηγύρει τῇ Ὀλυμπικῇ φασι καὶ ἀφικόμενον κατὰ πρεσβείαν ὁμοῦ Τισίᾳ παρʼ Ἀθηναίους.
ゴルギアスはオリンピアの大祭において、またティシアスとともに使節としてアテナイ人のもとを訪れた際、その言論によって名声を博したと言われている。
καίτοι ἄλλα τε Τισίας ἐς λόγους ἐσηνέγκατο καὶ πιθανώτατα τῶν καθʼ αὑτὸν γυναικὶ Συρακουσίᾳ χρημάτων ἔγραψεν ἀμφισβήτησιν·
もっとも、ティシアスも言論に関して他の貢献をなしたが、とりわけ自分の時代の誰よりも説得力をもって、シラクサの女性のために財産をめぐる争いの弁明書を書いた。
§6.17.9ἀλλά γε ἐκείνου τε ἐς πλέον τιμῆς ἀφίκετο ὁ Γοργίας παρὰ Ἀθηναίοις, καὶ Ἰάσων ἐν Θεσσαλίᾳ τυραννήσας Πολυκράτους, οὐ τὰ ἔσχατα ἐνεγκαμένου διδασκαλείου τοῦ Ἀθήνῃσι, τούτου τοῦ ἀνδρὸς ἐπίπροσθεν αὐτὸν ὁ Ἰάσων ἐποιήσατο.
しかしながら、ゴルギアスはアテナイ人の間で彼よりも多くの栄誉に達した。 また、テッサリアで僭主となったイアソンは、アテナイにおいてきわめて大きな名声を得ていた学塾を開いていたポリュクラテスよりも、この男を重んじた。
βιῶναι δὲ ἔτη Γοργίαν πέντε φασὶν ἐπὶ τοῖς ἑκατόν·
ゴルギアスは105歳まで生きたと言われている。
Λεοντίνων δὲ ἐρημωθεῖσάν ποτε ὑπὸ Συρακουσίων τὴν πόλιν κατʼ ἐμὲ αὖθις συνέβαινεν οἰκεῖσθαι.
レオンティノイの町は、かつてシラクサ人によって荒廃させられたが、私の時代には再び居住されるようになっていた。