§6.18.1ἔστι δὲ καὶ τοῦ Κυρηναίου Κρατισθένους χαλκοῦν ἅρμα, καὶ Νίκη τε ἐπιβέβηκε τοῦ ἅρματος καὶ αὐτὸς ὁ Κρατισθένης.
这里还有库勒涅人克拉提斯塞尼斯的青铜战车,胜利女神和克拉提斯塞尼斯本人都登上了这辆战车。
δῆλα μὲν δὴ ὅτι ἵππων γέγονεν αὐτῷ νίκη·
显然,他的胜利是在赛马中获得的。
λέγεται δὲ καὶ ὡς Μνασέου τοῦ δρομέως, ἐπικληθέντος δὲ ὑπὸ Ἑλλήνων Λίβυος, εἴη παῖς ὁ Κρατισθένης.
据说克拉提斯塞尼斯是赛跑选手姆纳塞阿斯的儿子,后者被希腊人称为“利比亚人”。
τὰ δὲ ἀναθήματα αὐτῷ τὰ ἐς Ὀλυμπίαν ἐστὶ τοῦ Ῥηγίνου Πυθαγόρου τέχνη.
他在奥林匹亚的奉献物是雷吉乌姆的毕达哥拉斯的作品。
§6.18.2ἐνταῦθα καὶ Ἀναξιμένους οἶδα εἰκόνα ἀνευρών, ὃς τὰ ἐν Ἕλλησιν ἀρχαῖα, καὶ ὅσα Φίλιππος ὁ Ἀμύντου καὶ ὕστερον Ἀλέξανδρος εἰργάσατο, συνέγραψεν ὁμοίως ἅπαντα·
在这里,我也知道自己发现了阿那克西美尼的雕像,他同样记录了希腊人的古代历史,以及阿米恩塔斯之子腓力和后来的亚历山大所成就的一切。
ἡ δέ οἱ τιμὴ γέγονεν ἐν Ὀλυμπίᾳ παρὰ τῶν Λαμψακηνῶν τοῦ δήμου.
他在奥林匹亚获得的荣誉是由兰普萨科斯人民授予的。
ὑπελίπετο δὲ Ἀναξιμένης τοσάδε ἐς μνήμην· βασιλέα γὰρ οὐ τὰ πάντα ἤπιον ἀλλὰ καὶ τὰ μάλιστα θυμῷ χρώμενον, Ἀλέξανδρον τὸν Φιλίππου, τέχνῃ περιῆλθε τοιᾷδε.
阿那克西美尼留下了如下值得记忆的事迹:因为他用以下这样的策略,智取了腓力之子亚历山大国王,这位国王绝非事事温和,而是极易动怒。
§6.18.3Λαμψακηνῶν τὰ βασιλέως τοῦ Περσῶν φρονησάντων ἢ καὶ αἰτίαν φρονῆσαι λαβόντων, ὁ Ἀλέξανδρος ἅτε ὑπερζέων ἐς αὐτοὺς τῇ ὀργῇ κακῶν ἠπείλει τὰ μέγιστα ἐργάσασθαι·
由于兰普萨科斯人支持波斯国王,或者被指控有此意图,亚历山大对他们怀着极其炽烈的怒火,威胁要对他们施以最严重的惩罚。
οἱ δὲ ἅτε θέοντες περὶ γυναικῶν τε καὶ παίδων καὶ αὐτῆς πατρίδος ἀποστέλλουσιν Ἀναξιμένην ἱκετεύειν, Ἀλεξάνδρῳ τε αὐτῷ καὶ ἔτι Φιλίππῳ πρότερον γεγονότα ἐν γνώσει.
而他们为了妻子、孩子以及祖国本身而四处奔走,派遣了与亚历山大本人以及更早与腓力相识的阿那克西美尼去哀求。
προσῄει τε ὁ Ἀναξιμένης, καὶ τὸν Ἀλέξανδρον, πεπυσμένον καθʼ ἥντινα αἰτίαν ἥκοι, κατομόσασθαί φασιν ἐπονομάζοντα θεοὺς τοὺς Ἑλλήνων ἦ μὴν αὐτοῦ ταῖς δεήσεσιν ὁπόσα ἐστὶν ἐναντία ἐργάσασθαι.
阿那克西美尼走上前去,据说亚历山大得知他是为何而来后,指着希腊的诸神起誓,坚称无论阿那克西美尼提出什么请求,自己都一定要反其道而行之。
§6.18.4ἔνθα δὴ εἶπεν Ἀναξιμένης· “χαρίσασθαι μοι τήνδε ὦ βασιλεῦ τὴν χάριν, ἐξανδραποδίσασθαι μὲν γυναῖκας καὶ τέκνα Λαμψακηνῶν, καταβαλεῖν δὲ καὶ ἐς ἔδαφος τὴν πόλιν πᾶσαν, τὰ δὲ ἱερὰ τῶν θεῶν σφισιν ἐμπρῆσαι”.
于是阿那克西美尼说道:“大王,请赐予我这个恩惠:奴役兰普萨科斯人的妻子和孩子,将整座城市夷为平地,并烧毁他们诸神的庙宇。
ὁ μὲν ταῦτα ἔλεγεν, Ἀλέξανδρος δὲ οὔτε πρὸς τὸ σόφισμα ἀντιμηχανήσασθαί τι εὑρίσκων καὶ ἐνεχόμενος τῇ ἀνάγκῃ τοῦ ὅρκου συγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖς.
”当他这样说时,亚历山大既找不到任何方法来应对这一妙计,又受到誓言必然性的束缚,尽管违背了自己的意愿,还是赦免了兰普萨科斯人。
§6.18.5φαίνεται δὲ καὶ ἄνδρα ὁ Ἀναξιμένης ἐχθρὸν οὐκ ἀμαθέστατα ἀλλὰ καὶ ἐπιφθονώτατα ἀμυνάμενος.
此外,阿那克西美尼在对仇人进行报复时,显得绝非愚笨,而是极其阴险。
ἐπεφύκει μὲν αὐτὸς σοφιστὴς καὶ σοφιστῶν λόγους μιμεῖσθαι·
他天生是个智者,善于模仿智者的言论。
ὡς δέ οἱ διαφορὰ ἐς Θεόπομπον ἐγεγόνει τὸν Δαμασιστράτου, γράφει βιβλίον ἐς Ἀθηναίους καὶ ἐπὶ Λακεδαιμονίοις ὁμοῦ καὶ Θηβαίοις συγγραφὴν λοίδορον.
当他与达马西斯特拉托斯之子塞奥蓬波斯产生过节时,他写了一本针对雅典人、同时也针对拉acedaemonians(斯巴达人)和底比斯人的诽谤性著作。
ὡς δὲ ἦν ἐς τὸ ἀκριβέστατον αὐτῷ μεμιμημένα, ἐπιγράψας τοῦ Θεοπόμπου τὸ ὄνομα τῷ βιβλίῳ διέπεμπεν ἐς τὰς πόλεις· καὶ αὐτός τε συγγεγραφὼς ἦν καὶ τὸ ἔχθος τὸ ἐς Θεόπομπον ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ἐπηύξητο.
由于他模仿得极为逼真,他便在书上署了塞奥蓬波斯的名字,并分发到各个城市;虽然这书是他自己写的,但全希腊对塞奥蓬波斯的仇恨却因此大大增加了。
§6.18.6οὐ μὴν οὐδὲ εἰπεῖν τις αὐτοσχεδίως Ἀναξιμένους πρότερός ἐστιν εὑρηκώς·
确实,在阿那克西美尼之前,没有发现有谁开创了即兴演讲的先河。
τὰ ἔπη δὲ τὰ ἐς Ἀλέξανδρον οὔ μοι πιστά ἐστιν Ἀναξιμένην τὸν ποιήσαντα εἶναι.
但至于关于亚历山大的叙事诗,我不相信是阿那克西美尼创作的。
Σωτάδης δὲ ἐπὶ δολίχου νίκαις Ὀλυμπιάδι μὲν ἐνάτῃ καὶ ἐνενηκοστῇ Κρής, καθάπερ γε καὶ ἦν, ἀνερρήθη, τῇ ἐπὶ ταύτῃ δὲ λαβὼν χρήματα παρὰ τοῦ Ἐφεσίων κοινοῦ Ἐφεσίοις ἐσεποίησεν αὑτόν· καὶ αὐτὸν ἐπὶ τῷ ἔργῳ φυγῇ ζημιοῦσιν οἱ Κρῆτες.
而索塔德斯在第九十九届奥林匹亚盛会上,因长跑获胜而被宣布为克里特人(他确实也是克里特人);但在紧接着的下一届盛会上,他接受了以弗所人共同体的钱财,将自己改归为以弗所人;克里特人因他的这一行径而惩罚他流放。
§6.18.7πρῶται δὲ ἀθλητῶν ἀνετέθησαν ἐς Ὀλυμπίαν εἰκόνες Πραξιδάμαντός τε Αἰγινήτου νικήσαντος πυγμῇ τὴν ἐνάτην Ὀλυμπιάδα ἐπὶ ταῖς πεντήκοντα καὶ Ὀπουντίου Ῥηξιβίου παγκρατιαστὰς καταγωνισαμένου μιᾷ πρὸς ταῖς ἑξήκοντα Ὀλυμπιάδι·
在奥林匹亚奉献的第一批运动员雕像,是埃吉纳人普拉克西达马斯的雕像(他在第五十九届奥林匹亚盛会上赢得了拳击冠军),以及奥朋斯人雷克西比乌斯的雕像(他在第六十一届奥林匹亚盛会上击败了潘克拉辛的对手)。
αὗται κεῖνται μὲν αἱ εἰκόνες οὐ πρόσω τῆς Οἰνομάου κίονος, ξύλου δέ εἰσιν εἰργασμέναι, Ῥηξιβίου μὲν συκῆς, ἡ δὲ τοῦ Αἰγινήτου κυπαρίσσου καὶ ἧσσον τῆς ἑτέρας πεπονηκυῖά ἐστιν.
这些雕像安置在离俄诺玛俄斯柱子不远的地方,它们是用木头制作的,雷克西比乌斯的是用无花果木,而埃吉纳人的则是用柏木,后者的受损程度比前者要轻。