Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.17.1-6.17.9

通往大祭坛路上的竞技者雕像与高尔吉亚像

第 244 段,共 465 段 · 希腊语

内容简介

帕萨尼阿斯描述了在阿尔提斯神域从列奥尼达翁前往大祭坛途中所见的诸多竞技者雕像,并记述了著名修辞学家高尔吉亚的一生及其雕像。

§6.17.1ταῦτα μὲν δὴ τὰ ἀξιολογώτατα ἀνδρὶ ποιουμένῳ τὴν ἔφοδον ἐν τῇ Ἄλτει κατὰ τὰ ἡμῖν εἰρημένα·
对于按照我们所说巡视阿尔提斯神域的人来说,这些确实是最值得记述的事物。
εἰ δὲ ἀπὸ τοῦ Λεωνιδαίου πρὸς τὸν βωμὸν τὸν μέγαν ἀφικέσθαι τῇ δεξιᾷ θελήσειας, τοσάδε ἔστι σοι τῶν ἀνηκόντων ἐς μνήμην.
如果你愿意从列奥尼达翁向右前往大祭坛,那么有这么多属于值得记忆的事物呈现在你面前。
Δημοκράτης Τενέδιος καὶ Ἠλεῖος Κριάννιος, οὗτος μὲν ὅπλου λαβὼν νίκην, Δημοκράτης δὲ ἀνδρῶν πάλης·
特涅多斯人德莫克拉特斯和伊利斯人克里安尼奥斯,后者赢得了武装赛跑的胜利,而德莫克拉特斯则赢得了男子组摔跤的胜利。
ἀνδριάντας δὲ τοῦ μὲν Μιλήσιος Διονυσικλῆς, τοῦ δὲ Κριαννίου Μακεδὼν Λῦσός ἐστιν ὁ ἐργασάμενος.
至于他们的雕像,制作前者的是米利都人迪奥尼西克莱斯,而制作克里安尼奥斯雕像的是马其顿人吕索斯。
§6.17.2Κλαζομενίου δὲ Ἡροδότου καὶ Φιλίνου τοῦ Ἡγεπόλιδος Κῴου ἀνέθεσαν τὰς εἰκόνας αἱ πόλεις, Κλαζομένιοι μὲν ὅτι ἐν Ὀλυμπίᾳ Κλαζομενίων πρῶτος ἀνηγορεύθη νικῶν Ἡρόδοτος, ἡ δέ οἱ νίκη σταδίου γέγονεν ἐν παισί, Φιλῖνον δὲ οἱ Κῷοι δόξης ἕνεκα ἀνέθεσαν·
至于克拉佐美奈人希罗多德和海格波利斯之子、科斯人菲利诺斯,他们的城市奉献了他们的雕像:克拉佐美奈人是因为希罗多德在奥林匹亚是第一个被宣布获胜的克拉佐美奈人,而他的胜利是在少年组短跑中获得的;而科斯人奉献菲利诺斯则是为了他的名声。
ἐν μέν γε Ὀλυμπίᾳ δρόμου γεγόνασιν αὐτῷ νῖκαι πέντε, τέσσαρες δὲ Πυθοῖ καὶ ἴσαι Νεμείων, ἐν δὲ Ἰσθμῷ μία ἐπὶ ταῖς δέκα.
实际上,在奥林匹亚他获得了五次跑赛的胜利,在皮托有四次,在涅梅阿也有同样次数,在伊斯特莫斯则有十一次。
§6.17.3Πτολεμαῖον δὲ τὸν Πτολεμαίου τοῦ Λάγου Ἀριστόλαος ἀνέθηκε Μακεδὼν ἀνήρ.
至于拉古斯之子托勒密的儿子托勒密,是由马其顿男子阿里斯托劳斯奉献的。
ἀνάκειται δὲ καὶ πύκτης κρατήσας ἐν παισὶ Βούτας Πολυνείκους Μιλήσιος, καὶ Καλλικράτης ἀπὸ τῆς ἐπὶ Ληθαίῳ Μαγνησίας ἐπὶ τῷ ὁπλίτῃ δρόμῳ στεφάνους δύο ἀνῃρημένος· Λυσίππου δὲ ἔργον ἡ τοῦ Καλλικράτους ἐστὶν εἰκών.
这里还安放着在少年组中获胜的拳击手、米利都人波吕涅克斯之子布塔斯,以及来自莱赛乌斯河畔马格内西亚、在武装赛跑中赢得两项冠冕的卡里克拉特斯;卡里克拉特斯的雕像是吕西波斯的作品。
§6.17.4Ἐνατίωνι δὲ καὶ Ἀλεξιβίῳ, τῷ μὲν ἐν παισὶ σταδίου, Ἀλεξιβίῳ δὲ πεντάθλου γέγονε νίκη, καὶ Ἡραία τε Ἀρκάδων ἐστὶν αὐτῷ πατρὶς καὶ Ἀκέστωρ ὁ τὴν εἰκόνα εἰργασμένος·
对于埃纳蒂翁和阿莱克西比乌斯,前者获得了少年组短跑的胜利,而阿莱克西比乌斯获得了五项全能的胜利;而阿卡迪亚的赫赖阿是他的祖国,制作其雕像的是阿克斯托尔。
Ἐνατίωνα δὲ ἧστινος ἦν οὐ δηλοῖ τὸ ἐπίγραμμα, ὅτι δὲ τοῦ Ἀρκάδων ἦν ἔθνους δηλοῖ.
至于埃纳蒂翁,碑文没有表明他是哪一个城市的,但表明他是属于阿卡迪亚族群的。
Κολοφώνιοι δὲ Ἑρμησιάναξ Ἀγονέου καὶ Εἰκάσιος Λυκίνου τε ὢν καὶ τῆς Ἑρμησιάνακτος θυγατρὸς κατεπάλαισαν μὲν παῖδας ἀμφότεροι, Ἑρμησιάνακτι δὲ καὶ ἀπὸ τοῦ κοινοῦ τοῦ Κολοφωνίων ὑπῆρξεν ἀνατεθῆναι τὴν εἰκόνα.
而克罗丰人、阿戈纽斯之子赫尔梅西亚纳克斯,以及吕基诺斯与赫尔梅西亚纳克斯之女所生之子埃卡西奥斯,两人都击败了少年组的对手;对于赫尔梅西亚纳克斯,他的雕像也是由克罗丰人的共同体奉献的。
§6.17.5τούτων δέ εἰσιν Ἠλεῖοι πλησίον πυγμῇ παῖδας κρατήσαντες, ὁ μὲν Σθέννιδος ἔργον τοῦ Ὀλυνθίου Χοιρίλος, Θεότιμος δὲ Δαιτώνδα Σικυωνίου·
在这几位附近是有在少年组拳击中获胜的伊利斯人,一个是奥林索斯人斯塞尼斯的作品霍伊里洛斯,另一个是西库翁人代通达斯的作品塞奥蒂莫斯。
παῖς δὲ ὁ Θεότιμος ἦν Μοσχίωνος, Ἀλεξάνδρῳ τῷ Φιλίππου τῆς ἐπὶ Δαρεῖον καὶ Πέρσας στρατείας μετασχόντος.
塞奥蒂莫斯是莫斯基翁之子,而莫斯基翁曾随同腓力之子亚历山大参加针对大流士和波斯人的远征。
δύο δὲ αὖθις ἐξ Ἤλιδος, Ἀρχίδαμος τεθρίππῳ νενικηκὼς καὶ Ἐπέραστός ἐστιν ὁ Θεογόνου ὅπλου νίκην ἀνῃρημένος· §6.17.6εἶναι δὲ καὶ μάντις ὁ Ἐπέραστος τοῦ Κλυτιδῶν γένους φησὶν ἐπὶ τοῦ ἐπιγράμματος τῇ τελευτῇ, " τῶν δʼ ἱερογλώσσων Κλυτιδᾶν γένος εὔχομαι εἶναι μάντις, ἀπʼ ἰσοθέων αἷμα Μελαμποδιδᾶν.
此外还有两位来自伊利斯,一位是驾四马战车获胜的阿基达摩斯,另一位是赢得了武装赛跑胜利的、塞奥戈诺斯的儿子埃佩拉斯托斯;埃佩拉斯托斯在碑文的末尾还说自己是克吕提亚代家族的占卜者: “我自豪地宣称自己属于拥有神圣之舌的克吕提亚代家族,是一位占卜者,流着来自与神同等的梅兰波迪代家族的血液。
" Μελάμποδος γὰρ ἦν τοῦ Ἀμυθάονος Μάντιος, τοῦ δὲ Ὀικλῆς, Κλυτίος δὲ Ἀλκμαίωνος τοῦ Ἀμφιαράου τοῦ Ὀϊκλέους·
” 因为梅兰波斯是阿米萨翁之子曼提奥斯的儿子,而奥伊克莱斯是曼提奥斯之子,克吕提奥斯则是奥伊克莱斯之子阿姆菲阿拉奥斯之子阿尔克迈翁的儿子。
ἐγεγόνει δὲ τῷ Ἀλκμαίωνι ὁ Κλυτίος ἐκ τῆς Φηγέως θυγατρὸς καὶ ἐς τὴν Ἦλιν μετῴκησε, τοῖς ἀδελφοῖς εἶναι τῆς μητρὸς σύνοικος φεύγων, ἅτε τοῦ Ἀλκμαίωνος ἐπιστάμενος σφᾶς εἰργασμένους τὸν φόνον.
克吕提奥斯是阿尔克迈翁与斐格乌斯之女所生,他移居到伊利斯,逃避与他母亲的兄弟们同住,因为他知道是他们杀害了阿尔克迈翁。
§6.17.7ἀνδριάντας δὲ ἀναμεμιγμένους οὐκ ἐπιφανέσιν ἄγαν ἀναθήμασιν Ἀλεξίνικόν τε Ἠλεῖον, τέχνην τοῦ Σικυωνίου Κανθάρου, πάλης ἐν παισὶν ἀνῃρημένον νίκην, καὶ τὸν Λεοντῖνον Γοργίαν ἰδεῖν ἔστιν· ἀναθεῖναι δὲ τὴν εἰκόνα ἐς Ὀλυμπίαν φησὶν Εὔμολπος ἀπόγονος τρίτος Δηικράτους συνοικήσαντος ἀδελφῇ τῇ Γοργίου.
在混杂于并不十分显眼的奉献物中的雕像中,人们可以看到在少年组摔跤中赢得胜利的、西库翁人坎萨罗斯的作品伊利斯人阿莱克西尼科斯,以及莱翁蒂奈人高尔吉亚;而宣称在奥林匹亚奉献其雕像的是埃乌莫尔波斯,他是与高尔吉亚的姐妹结婚的代克拉特斯的三代后裔。
§6.17.8οὗτος ὁ Γοργίας πατρὸς μὲν ἦν Χαρμαντίδου, λέγεται δὲ ἀνασώσασθαι μελέτην λόγων πρῶτος ἠμελημένην τε ἐς ἅπαν καὶ ἐς λήθην ὀλίγου δεῖν ἥκουσαν ἀνθρώποις·
这位高尔吉亚是哈尔曼提德斯之子,据说他是第一个恢复了被人们完全忽视、并且几乎快要被遗忘的言论修辞训练的人。
εὐδοκιμῆσαι δὲ Γοργίαν λόγων ἕνεκα ἔν τε πανηγύρει τῇ Ὀλυμπικῇ φασι καὶ ἀφικόμενον κατὰ πρεσβείαν ὁμοῦ Τισίᾳ παρʼ Ἀθηναίους.
人们说高尔吉亚因为其言论而声名大噪,不论是在奥林匹亚盛会上,还是在与蒂西亚斯一同作为使节访问雅典人时。
καίτοι ἄλλα τε Τισίας ἐς λόγους ἐσηνέγκατο καὶ πιθανώτατα τῶν καθʼ αὑτὸν γυναικὶ Συρακουσίᾳ χρημάτων ἔγραψεν ἀμφισβήτησιν· §6.17.9ἀλλά γε ἐκείνου τε ἐς πλέον τιμῆς ἀφίκετο ὁ Γοργίας παρὰ Ἀθηναίοις, καὶ Ἰάσων ἐν Θεσσαλίᾳ τυραννήσας Πολυκράτους, οὐ τὰ ἔσχατα ἐνεγκαμένου διδασκαλείου τοῦ Ἀθήνῃσι, τούτου τοῦ ἀνδρὸς ἐπίπροσθεν αὐτὸν ὁ Ἰάσων ἐποιήσατο.
然而,蒂西亚斯在言论方面也做出了其他贡献,并且他为一位叙拉古妇女写的关于财产争端辩词,是他那个时代写得最具说服力的;但无论如何,高尔吉亚在雅典人中获得了比那个人更高的荣誉;而在塞萨利亚建立僭主统治的亚松,也将他置于在雅典办学并享有极高声誉的波吕克拉特斯之上。
βιῶναι δὲ ἔτη Γοργίαν πέντε φασὶν ἐπὶ τοῖς ἑκατόν·
据说高尔吉亚活了一百零五岁。
Λεοντίνων δὲ ἐρημωθεῖσάν ποτε ὑπὸ Συρακουσίων τὴν πόλιν κατʼ ἐμὲ αὖθις συνέβαινεν οἰκεῖσθαι.
而莱翁蒂奈人的城市曾一度被叙拉古人废弃,在我的时代却碰巧再次有人居住了。

词汇与语法注释

  1. 6.17.1τῶν ἀνηκόντων ἐς μνήμην — 带有介词短语的分词在没有明确先行词的情况下作名词性成分使用。意为“属于记忆的事物”,即“值得记载、留存后世的事物”。属格 τῶν 作为部分属格,修饰前文的 τοσάδε(“这么多”)。
  2. 6.17.6τοῖς ἀδελφοῖς εἶναι τῆς μητρὸς σύνοικος φεύγων — 动词 φεύγω(避免、逃避)后接不定式 εἶναι,意为“逃避同住”。由于 φεύγω 的主语与不定式的逻辑主语一致,不定式的表语/补足语 σύνοικος(同住者)采用主格形式。与格 τοῖς ἀδελφοῖς 依附于 σύνοικος。
  3. 6.17.8ὀλίγου δεῖν — 使用绝对不定式的习惯用语,意为“几乎”、“差一点就”。在此起副词作用,修饰“几近被人类遗忘”的结构。
  4. 6.17.9οὐ τὰ ἔσχατα ἐνεγκαμένου δิดασκαλείου τοῦ Ἀθήνῃσι — 双重否定(缓叙法)结构。οὐ τὰ ἔσχατα(并非最末、并非最少)暗示“极大”或“极高”。在属格绝对结构中作为分词 ἐνεγκαμένου 的中性复数宾语,表示波吕克拉特斯在其雅典的学校中赢得了“极大的名声”。

引用这一段

保萨尼亚斯, 希腊志 §6.17.1-6.17.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.17.1-6.17.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。