Humanitext Reader

パウサニアス · ギリシア案内記 §6.16.1-6.16.9

アナウクシダスやティモンら勝者と武将の像

243 / 465 箇所 · ギリシア語

要旨

オリンピアのアルティス神域に建てられた様々な競技覇者の像やその碑文、そしてそれらを制作した彫刻家たちや歴史的背景について順次言及される。

§6.16.1Κάπρῳ μὲν δὴ οὐκ ἄνευ μεγάλων πόνων καὶ ἰσχυρᾶς ταλαιπωρίας ἐγένοντο αἱ νῖκαι·
カプロスには実に、大きな労苦と激しい苦痛なしには、それらの勝利はもたらされなかった。
εἰσὶ δὲ εἰκόνες ἐν Ὀλυμπίᾳ καὶ Ἀναυχίδᾳ καὶ Φερενίκῳ, γένος μὲν Ἠλείοις, πάλης δὲ ἐν παισὶν ἀνελομένοις στεφάνους.
また、オリンピアには、アナウクシダスとペレニコス、生まれはエリス人であり、少年の部でレスリングの冠を獲得した者たちの像もある。
Πλείσταινον δὲ τὸν Εὐρυδάμου τοῦ ἐναντία Γαλατῶν στρατηγήσαντος Αἰτωλοῖς Θεσπιεῖς εἰσιν οἱ ἀναθέντες.
ガラティア人に敵対してアイトリア人たちの将軍を務めたエウリュダモスの子プレイスタイノスの像は、テスピアイ人たちが奉納したものである。
§6.16.2Τυδεὺς δὲ Ἠλεῖος Ἀντίγονόν τε τὸν Δημητρίου πατέρα καὶ Σέλευκον ἀνέθηκε·
エリス人テュデウスは、デメトリオスの父アンティゴノス、およびセレウコスを奉納した。
Σελεύκου δὲ ἐς ἅπαντας ἤρθη τὸ ὄνομα ἀνθρώπους ἄλλων τε ἕνεκα καὶ διὰ τὴν Δημητρίου μάλιστα ἅλωσιν.
セレウコスの名は、他のことのためにも、また何よりもデメトリオスの捕縛によって、すべての人々の間に高まった。
Τίμωνι δὲ ἀγώνων τε νῖκαι τῶν ἐν Ἕλλησιν ὑπάρχουσιν ἐπὶ πεντάθλῳ πλὴν τοῦ Ἰσθμικοῦ—τούτου δὲ μὴ ἀγωνιστὴς γενέσθαι κατὰ τὰ αὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο —καὶ τάδε ἄλλα φησὶ τὸ ἐς αὐτὸν ἐπίγραμμα, Αἰτωλοῖς αὐτὸν ἐπιστρατείας μετασχεῖν ἐπὶ Θεσσαλοὺς καὶ φρουρᾶς ἡγεμόνα ἐν Ναυπάκτῳ φιλίᾳ γενέσθαι τῇ ἐς Αἰτωλούς.
ティモンには、イストモス競技会を除く、ギリシア人たちの間の競技会での五種競技の勝利が存している。 この競技会の競技者になることは、他のエリス人たちと同様に彼も妨げられていた。 また彼への碑文は次のような他のことも告げている。 すなわち、彼がテッサリア人に対するアイトリア人の遠征に参加したこと、またアイトリア人への友好関係から、ナウパクトスにおける守備隊の指導者となったことである。
§6.16.3Τίμωνος δὲ οὐ πόρρω τῆς εἰκόνος Ἑλλάς τε δὴ καὶ Ἦλις παρὰ τὴν Ἑλλάδα, ἡ μὲν Ἀντίγονον τὸν ἐπιτροπεύσαντα Φιλίππου τοῦ Δημητρίου, τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν τὸν Φίλιππον στεφανοῦσα αὐτόν, ἡ δὲ Ἦλις Δημήτριον τὸν στρατεύσαντα ἐπὶ Σέλευκον καὶ Πτολεμαῖον τὸν Λάγου στεφανοῦσά ἐστιν.
ティモンの像から遠くないところにヘルラスがあり、ヘルラスの隣にはエリスがある。 一方(ヘルラス)は、デメトリオスの子フィリッポスの後見人を務めたアンティゴノスを戴冠し、もう一方の手でそのフィリッポス自身を戴冠しており、他方(エリス)は、セレウコスに遠征したデメトリオスと、ラゴスの子プトレマイオスを戴冠している。
§6.16.4Ἀριστείδῃ δὲ Ἠλείῳ γενέσθαι μὲν ὅπλου νίκην ἐν Ὀλυμπίᾳ, γενέσθαι δὲ καὶ διαύλου Πυθοῖ τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ δηλοῖ Νεμείων τε ἐν παισὶν ἐπὶ τῷ ἱππίῳ δρόμῳ.
エリス人アリステイデスには、オリンピアでの武装競走の勝利、ピュトでのディアウロス走の勝利、そしてネメアでの少年の部の乗馬競走での勝利があったことを、彼への碑文が明らかにしている。
δρόμου δέ εἰσι τοῦ ἱππίου μῆκος μὲν δίαυλοι δύο, ἐκλειφθέντα δὲ ἐκ Νεμείων τε καὶ Ἰσθμίων αὐτὸν βασιλεὺς Ἀδριανὸς ἐς Νεμείων ἀγῶνα τῶν χειμερινῶν ἀπέδωκεν Ἀργείοις.
乗馬競走の長さは二ディアウロス(四スタディオン)であり、これがネメア競技会とイストモス競技会から廃止されていたのを、ハドリアヌス帝がアルゴス人たちに、ネメアの冬の競技会のために復活させた。
§6.16.5τοῦ δὲ Ἀριστείδου ἐγγύτατα Μενάλκης ἕστηκεν Ἠλεῖος, ἀναγορευθεὶς Ὀλυμπίασιν ἐπὶ πεντάθλῳ, καὶ Φιλωνίδης Ζώτου, γένος μὲν ἐκ Χερρονήσου τῆς Κρητῶν, Ἀλεξάνδρου δὲ ἡμεροδρόμος τοῦ Φιλίππου.
アリステイデスのきわめて近くに、オリンピアにおいて五種競技で勝利を宣言された、エリス人メナルケスが立っており、また、ゾトスの子ピロニデス、生まれはクレタのヘルロネソス出身で、フィリッポスの子アレクサンドロスの伝令であった者が立っている。
μετὰ δὲ τοῦτον Βριμίας ἐστὶν Ἠλεῖος, κρατήσας ἄνδρας πυγμῇ, Λεωνίδας τε ἐκ Νάξου τῆς ἐν τῷ Αἰγαίῳ, Ψωφιδίων ἀνάθημα Ἀρκάδων, Ἀσάμωνός τε εἰκὼν ἐν ἀνδράσι πυγμῇ νενικηκότος, ἡ δὲ Νικάνδρου, διαύλου μὲν δύο ἐν Ὀλυμπίᾳ, Νεμείων δὲ καὶ Ἰσθμίων ἀναμὶξ ἐπὶ δρόμῳ νίκας ἓξ ἀνῃρημένου.
彼の後には、男子の拳闘を制したエリス人ブリミアスがおり、またエーゲ海のナクソス出身のレオニダス(これはアルカディアのプソピス人たちの奉納物である)、男子の拳闘で勝利したアサモンの像、そしてオリンピアでのディアウロス走で二回、ネメアとイストモスで合わせて競走で六回の勝利を獲得したニカンドロスの像がある。
ὁ δὲ Ἀσάμων καὶ ὁ Νίκανδρος Ἠλεῖοι μὲν ἦσαν, πεποίηκε δὲ τῷ μὲν Δάιππος τὴν εἰκόνα, Ἀσάμωνι δὲ Πυριλάμπης Μεσσήνιος.
アサモンとニカンドロスはエリス人であったが、ニカンドロスにはダイッポスが像を制作し、アサモンにはメッセネのピュリランペスが制作した。
§6.16.6Εὐαλκίδᾳ δὲ Ἠλείῳ καὶ Σελεάδᾳ Λακεδαιμονίῳ, τῷ μὲν ἐν παισὶν ἐγένοντο πυγμῆς νῖκαι, Σελεάδᾳ δὲ ἀνδρῶν πάλης.
エリス人エウアルキダスとラケダイモン人セレアスには、一方には少年の部で拳闘の勝利が、セレアスには大人のレスリングの勝利がもたらされた。
ἐνταῦθα καὶ ἅρμα οὐ μέγα ἀνάκειται Πολυπείθους Λάκωνος καὶ ἐπὶ στήλης τῆς αὐτῆς Καλλιτέλης ὁ τοῦ Πολυπείθους πατήρ, παλαιστὴς ἀνήρ·
ここには、ラコニア人ポリュペイトスの小さな戦車も奉納されており、同じ石柱の上に、ポリュペイトスの父でレスリング選手であったカリテレスの像もある。
νῖκαι δέ σφισι τῷ μὲν ἵπποις, Καλλιτέλει δὲ παλαίσαντί εἰσιν.
彼らの勝利は、一方には馬によるものであり、カリテレスにはレスリングによるものであった。
§6.16.7ἰδιώτας δὲ ἄνδρας Ἠλείους Λάμπον Ἀρνίσκου καὶ Ἀριστάρχου Ψωφίδιοι προξένους ὄντας σφίσιν ἀνέθεσαν ἢ καὶ ἄλλην τινὰ ἐς αὐτοὺς ἔχοντας εὔνοιαν·
競技者でないエリス人たち、アルニスコスの子ランポンとアリスタルコスを、彼らが自分たちのプロクセノスであったため、あるいは彼らに対して別の何か好意を抱いていたために、プソピス人たちが奉納した。
μέσος δὲ ἕστηκεν αὐτῶν Λύσιππος Ἠλεῖος καταπαλαίσας τοὺς ἐσελθόντας τῶν παίδων, Ἀνδρέας δὲ Ἀργεῖος ἐποίησε τοῦ Λυσίππου τὴν εἰκόνα.
彼らの真ん中には少年たちの部に出場した者たちを投げ倒したエリス人リュシッポスが立っており、アルゴス人アンドレアスがリュシッポスの像を制作した。
§6.16.8Λακεδαιμονίῳ δὲ Δεινοσθένει σταδίου τε ἐγένετο ἐν ἀνδράσιν Ὀλυμπικὴ νίκη καὶ στήλην ἐν τῇ Ἄλτει παρὰ τὸν ἀνδριάντα ἀνέθηκεν ὁ Δεινοσθένης·
ラケダイモン人デイノステネスには、大人のスタディオン走でオリンピアでの勝利がもたらされ、デイノステネスはアルティスの中の自分の彫像の隣に石柱を奉納した。
ὁδοῦ δὲ τῆς ἐς Λακεδαίμονα ἐξ Ὀλυμπίας ἐπὶ ἑτέραν στήλην τὴν ἐν Λακεδαίμονι μέτρα φησὶν εἶναι σταδίους ἑξήκοντα καὶ ἑξακοσίους.
それは、オリンピアからラケダイモンへの、ラケダイモンにあるもう一つの石柱までの道のりの測定値が六百六十スタディオンであることを告げている。
Θεόδωρον δὲ λαβόντα ἐπὶ πεντάθλῳ νίκην καὶ Πύτταλον Λάμπιδος πυγμῇ παῖδας κρατήσαντα καὶ Νεολαΐδαν σταδίου τε ἀνελόμενον καὶ ὅπλου στέφανον, Ἠλείους σφᾶς ὄντας ἴστω τις·
また、五種競技で勝利を獲得したテオドロス、ランピスの子で少年の拳闘を制したピュッタロス、スタディオン走と武装競走の冠を獲得したネオライダスについて、彼らがエリス人であることを知るがよい。
ἐπὶ δὲ τῷ Πυττάλῳ καὶ τάδε ἔτι λέγουσιν, ὡς γενομένης πρὸς Ἀρκάδας Ἠλείοις ἀμφισβητήσεως περὶ γῆς ὅρων εἶπεν οὗτος ὁ Πύτταλος τὴν δίκην·
ピュッタロスについては次のようなことも人々は語っている。 すなわち、エリス人とアルカディア人の間で土地の境界をめぐる紛争が生じた際、このピュッタロスが判決を下したということである。
ὁ δέ οἱ ἀνδριὰς ἔργον ἐστὶν Ὀλυνθίου Σθέννιδος.
彼の彫像は、オリュントス出身のスてンニスの作品である。
§6.16.9ἐφεξῆς δὲ Πτολεμαῖός τέ ἐστιν ἀναβεβηκὼς ἵππον καὶ παρʼ αὐτὸν Ἠλεῖος ἀθλητὴς Παιάνιος ὁ Δαματρίου πάλης τε ἐν Ὀλυμπίᾳ καὶ τὰς δύο Πυθικὰς ἀνῃρημένος νίκας.
その隣には、馬に乗っているプトレマイオスがおり、彼の隣には、エリス人の競技者で、ダマトリオスの子、オリンピアでのレスリングの勝利と二回のピュトでの勝利を獲得したパイアニオスがいる。
Κλεάρετός τέ ἐστιν Ἠλεῖος πεντάθλου λαβὼν στέφανον καὶ ἅρμα ἀνδρὸς Ἀθηναίου Γλαύκωνος τοῦ Ἐτεοκλέους·
また、五種競技の冠を獲得したエリス人クレアレトス、そしてアテナイの男、エテオクレスの子グラウコンの戦車がある。
ἀνηγορεύθη δὲ ὁ Γλαύκων οὗτος ἐπὶ ἅρματος τελείου δρόμῳ.
このグラウコンは、成馬の戦車競走によって勝者として宣言された。

語釈・文法注

  1. §6.16.2τούτου δὲ μὴ ἀγωνιστὴς γενέσθαι κατὰ τὰ αὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο — 動詞 εἴργετο(3単・未完了・受動「〜から妨げられていた」)の主語はティモン(αὐτός、省略)。属格 τούτου は「分離の属格」で先行詞であるイストモス競技会(τοῦ Ἰσθμικοῦ)を指す。不定詞 γενέσθαι の意味上の主語も対格の「彼」である。
  2. §6.16.4ἐκλειφθέντα δὲ ἐκ Νεμείων τε καὶ Ἰσθμίων αὐτὸν — 分詞 ἐκλειφθέντα は中性複数対格であるが、男性単数名詞 δρόμος(あるいは δρόμου τοῦ ἱππίου)を直接受ける男性単数対格の代名詞 αὐτόν と混在している。これは「二ディアウロスという長さ(μῆκος... δίαυλοι δύο)」など、競走(δρόμημα)を抽象的な中性名詞として捉えたことによる性の不一致(constructio ad sensum)と考えられる。
  3. §6.16.8μέτρα φησὶν εἶναι σταδίους ἑξήκοντα καὶ ἑξακοσίους — 対格不定詞(A.c.I.)構文。動詞 φησίν(主語は石柱 στήλη)に対し、不定詞 εἶναι の主語(対格)が μέτρα(中性複数対格、道の距離の測定値)であり、その述語として数値である σταδίους(男性複数対格)が置かれている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §6.16.1-6.16.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.16.1-6.16.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。