§6.15.1Ἀρχίππῳ δὲ Μιτυληναίῳ τοὺς ἐς τὴν πυγμὴν ἐσελθόντας κρατήσαντι ἄνδρας ἄλλο τοιόνδε προσποιοῦσιν οἱ Μιτυληναῖοι ἐς δόξαν, ὡς καὶ τὸν ἐν Ὀλυμπίᾳ καὶ Πυθοῖ καὶ Νεμέᾳ καὶ Ἰσθμῷ λάβοι στέφανον ἡλικίαν οὐ πρόσω γεγονὼς ἐτῶν εἴκοσι.
ミュティレネ人たちは、男子の拳闘に出場して勝利したミュティレネのアルキッポスに対し、彼の名声のために、別の一層の栄誉を付加している。 すなわち、彼が20歳に達して間もない若さで、オリンピア、ピュト、ネメア、イストモスでの冠を獲得した、というものである。
τὸν δὲ παῖδα σταδιοδρόμον Ξένωνα Καλλιτέλους ἐν Λεπρέου τοῦ ἐν τῇ Τριφυλίᾳ Πυριλάμπης Μεσσήνιος, Κλεινόμαχον δὲ Ἠλεῖον ὅστις ὁ ποιήσας ἐστὶν οὐκ ἴσμεν·
一方、トリピュリアのレプレオン出身の、カリテレスの子である少年スタディオン走者クセノンの像は、メッセネのピュリランペスが制作し、エリス人クレイノマコスの像については、誰が制作したのかを私たちは知らない。
ἀνηγορεύθη δὲ ὁ Κλεινόμαχος ἐπὶ νίκῃ πεντάθλου.
クレイノマコスは五種競技の勝利によって宣言された。
§6.15.2Παντάρκην δὲ Ἠλεῖον Ἀχαιῶν ἀνάθημα εἶναι τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησιν·
エリス人パンタルケスの像について、その上に刻まれた碑文は、それがアカイア人たちの奉納物であると伝えている。
εἰρήνην τε γὰρ Ἀχαιοῖς ποιῆσαι καὶ Ἠλείοις αὐτόν, καὶ ὅσοι παρʼ ἀμφοτέρων πολεμούντων ἑαλώκεσαν, ἄφεσιν καὶ τούτοις γενέσθαι διʼ αὐτόν.
なぜなら、彼自身がアカイア人とエリス人の間に平和をもたらし、両者が交戦していた際に捕虜となったすべての人々についても、彼のおかげで釈放がもたらされたからである。
οὗτος ἀνείλετο καὶ κέλητι ἵππῳ νίκην ὁ Παντάρκης, καί οἱ καὶ τῆς νίκης ὑπόμνημά ἐστιν ἐν Ὀλυμπίᾳ.
このパンタルケスは、競走馬による勝利をも獲得し、彼にとってその勝利の記念碑もオリンピアにある。
Ὀλίδαν δὲ ἀνέθηκεν Ἠλεῖον τὸ ἔθνος τὸ Αἰτωλῶν, Χαρῖνος δὲ Ἠλεῖος ἐπὶ διαύλου τε ἀνάκειται καὶ ὅπλου νίκῃ·
エリス人オリダスの像はアイトリア人の部族が奉納し、エリス人カリノスはディアウロス走と武装競走の勝利のために奉納されている。
παρὰ δὲ αὐτὸν Ἀγέλης Χῖος κρατήσας πυγμῇ παῖδας, Θεομνήστου Σαρδιανοῦ τέχνη.
彼の隣には、少年の拳闘を制したキオス出身のアゲレスの像があり、これはサルディス出身のテオムネストスの作品である。
§6.15.3Κλειτομάχου δὲ Θηβαίου τὴν μὲν εἰκόνα ἀνέθηκεν Ἑρμοκράτης ὁ Κλειτομάχου πατήρ, τὰ δὲ οἱ ἐς δόξαν ἦν τοιάδε.
テーバイ人クレイトマコスについては、その像をクレイトマコスの父ヘルモクラテスが奉納したが、彼の栄光に属することは次のようなものであった。
ἐν Ἰσθμῷ παλαιστὰς κατεπάλαισεν ἄνδρας καὶ ἐπὶ ἡμέρας τῆς αὐτῆς τούς τε ἐς τὴν πυγμὴν καὶ τοὺς ἐς τὸ παγκράτιον ἐσελθόντας ἐκράτει τῇ μάχῃ·
イストモスにおいて、彼は大人のレスリング選手たちを投げ倒し、また同じ日に、拳闘とパンクラティオンに出場した者たちを戦いで打ち破った。
αἱ δὲ Πυθοῖ νῖκαι παγκρατίου μέν εἰσιν αὐτῷ πᾶσαι, τρεῖς δὲ ἀριθμόν·
ピュトでの勝利は彼にとってすべてパンクラティオンのもので、その数は三回であった。
ἐν δὲ Ὀλυμπίᾳ δεύτερος ὁ Κλειτόμαχος οὗτος μετὰ τὸν Θάσιον Θεαγένην ἐπὶ παγκρατίῳ τε ἀνηγορεύθη καὶ πυγμῇ.
また、オリンピアにおいては、このクレイトマコスは、タソス人テアゲネスに次いで、パンクラティオンと拳闘の両方で勝者として宣言された。
§6.15.4παγκρατίου μὲν οὖν μιᾷ πρὸς ταῖς τεσσαράκοντα καὶ ἑκατὸν Ὀλυμπιάσιν ἔφθανεν ἀνῃρημένος νίκην·
さて、パンクラティオンの勝利については、第141回オリンピア期にすでに獲得していた。
ἡ δὲ Ὀλυμπιὰς ἡ ἐφεξῆς εἶχε μὲν τὸν Κλειτόμαχον τοῦτον παγκρατίου καὶ πυγμῆς ἀγωνιστήν, εἶχε δὲ καὶ Ἠλεῖον Κάπρον ἐπὶ ἡμέρας τῆς αὐτῆς παλαῖσαί τε ὁμοῦ καὶ παγκρατιάσαι προθυμούμενον.
しかし、それに続くオリンピア期は、このクレイトマコスをパンクラティオンと拳闘の競技者として迎えた一方、エリス人カプロスをも、同じ日にレスリングとパンクラティオンの両方に挑もうと熱望する者として迎えた。
§6.15.5γεγονυίας δὲ ἤδη τῷ Κάπρῳ νίκης ἐπὶ τῇ πάλῃ, ἀνεδίδασκεν ὁ Κλειτόμαχος τοὺς Ἑλλανοδίκας γενήσεσθαι σὺν τῷ δικαίῳ σφίσιν, εἰ τὸ παγκράτιον ἐσκαλέσαιντο πρὶν ἢ πυκτεύσαντα αὐτὸν λαβεῖν τραύματα·
すでにカプロスにレスリングでの勝利がもたらされていたため、クレイトマコスはヘラノディカイたちに、もし彼が拳闘で傷を負う前にパンクラティオンを呼び出すなら、それが自分たちにとって公正なものとなるだろうと説明した。
λέγει τε δὴ εἰκότα καὶ οὕτως ἐσκληθέντος τοῦ παγκρατίου κρατηθεὶς ὑπὸ τοῦ Κάπρου ὅμως ἐχρήσατο ἐς τοὺς πύκτας θυμῷ τε ἐρρωμένῳ καὶ ἀκμῆτι τῷ σώματι.
彼はもっともなことを言ったので、そのようにしてパンクラティオンが呼び出されたが、彼はカプロスに敗れたものの、それでも拳闘の選手たちに対して、力強い闘志と疲労のない体で立ち向かったのである。
§6.15.6Ἐρυθραῖοι δὲ οἱ Ἴωνες Ἐπιθέρσην τὸν Μητροδώρου, δύο μὲν ἐν Ὀλυμπίᾳ πυγμῆς, δὶς δὲ Πυθοῖ νίκας καὶ ἐν Νεμέᾳ τε καὶ ἐν Ἰσθμῷ λαβόντα, οὗτοι μὲν τὸν Ἐπιθέρσην τοῦτον, Συρακούσιοι δὲ δύο μὲν Ἱέρωνος εἰκόνας τὸ δημόσιον, τρίτην δὲ ἀνέθεσαν οἱ τοῦ Ἱέρωνος παῖδες·
イオニアのエリュトリア人たちは、メトロドロスの子エピテルセス(オリンピアでの拳闘で二回、ピュトで二回の勝利、さらにネメアとイストモスでも勝利を獲得した人物)の像を奉納した。 彼らがこのエピテルセスを奉納した一方で、シラクサ人たちは、国家としてはヒエロンの二つの像を、三つ目としてはヒエロンの子供たちが奉納した。
ἐδήλωσα δὲ ὀλίγῳ τι πρότερον ὡς ὁμώνυμός τε τῷ Δεινομένους ὁ Ἱέρων οὗτος καὶ Συρακουσῶν εἴη κατὰ ταὐτὰ ἐκείνῳ τύραννος.
このヒエロンは、デイノメネスの子と同名であり、彼と同様にシラクサの僭主であったということは、少し前に私が明らかにした通りである。
§6.15.7ἀνέθεσαν δὲ καὶ Ἠλεῖον ἄνδρα Τιμόπτολιν Λάμπιδος Παλεῖς, ἡ τετάρτη Κεφαλλήνων μοῖρα·
また、ケファレニア人の第四の部族であるパレ人たちは、ランピスの子であるエリス人ティモプトリスを奉納した。
οὗτοι δὲ οἱ Παλεῖς ἐκαλοῦντο Δουλιχιεῖς τὰ ἀρχαιότερα.
このパレ人たちは、より古い時代にはドゥリキオン人と呼ばれていた。
ἀνάκειται δὲ καὶ Ἀρχίδαμος ὁ Ἀγησιλάου καὶ ἀνὴρ ὅστις δὴ θηρεύοντος παρεχόμενος σχῆμα.
また、アゲシラオスの子アルキダモスの像や、狩りをしている姿をしている正体不明の男の像も奉納されている。
Δημήτριον δὲ τὸν ἐλάσαντα ἐπὶ Σέλευκον στρατιᾷ καὶ ἁλόντα ἐν τῇ μάχῃ καὶ τοῦ Δημητρίου τὸν παῖδα Ἀντίγονον ἀναθήματα ἴστω τις Βυζαντίων ὄντας.
セレウコスに対して軍を進め、戦いで捕虜となったデメトリオス、およびそのデメトリオスの子アンティゴノスについては、ビュザンティオン人たちの奉納物であることを知るがよい。
§6.15.8Σπαρτιάτῃ δὲ Εὐτελίδᾳ γεγόνασιν ἐν παισὶ νῖκαι δύο ἐπὶ τῆς ὀγδόης καὶ τριακοστῆς Ὀλυμπιάδος πάλης, ἡ δὲ ἑτέρα πεντάθλου·
スパルタ人エウテリダスには、第38回オリンピア期に、少年の部で二回の勝利がもたらされたが、一方はレスリングであり、他方は五種競技であった。
πρῶτον γὰρ δὴ τότε οἱ παῖδες καὶ ὕστατον πενταθλήσοντες ἐσεκλήθησαν·
というのも、その時初めて、そして最後となる、五種競技を行う少年たちが招かれたからである。
ἔστι δὲ ἥ τε εἰκὼν ἀρχαία τοῦ Εὐτελίδα, καὶ τὰ ἐπὶ τῷ βάθρῳ γράμματα ἀμυδρὰ ὑπὸ τοῦ χρόνου.
エウテリダスの像は古く、台座の上の文字は歳月によって不鮮明になっている。
§6.15.9μετὰ δὲ τὸν Εὐτελίδαν Ἀρεύς τε αὖθις ὁ Λακεδαιμονίων βασιλεὺς καὶ Ἠλεῖος παρʼ αὐτὸν ἀνάκειται Γόργος.
エウテリダスの隣には、ふたたびラケダイモン人の王アレウスが、そして彼の隣にはエリス人ゴルゴスが奉納されている。
μόνῳ δὲ ἀνθρώπων ἄχρι ἐμοῦ τῷ Γόργῳ τέσσαρες μὲν ἐν Ὀλυμπίᾳ γεγόνασιν ἐπὶ πεντάθλῳ, διαύλου δὲ καὶ ὅπλου μία ἐφʼ ἑκατέρῳ νίκη.
私の時代に至るまで、人類の中でただゴルゴスだけに、オリンピアでの五種競技で四回、そしてディアウロス走と武装競走でそれぞれ一回ずつの勝利がもたらされた。
§6.15.10ὅτῳ δὲ παρεστήκασιν οἱ παῖδες, τοῦτον μὲν Πτολεμαῖον τὸν Λάγου φασὶν εἶναι·
少年たちが傍らに立っている像について、人々はこれをラゴスの子プトレマイオスであると言っている。
παρὰ δὲ αὐτὸν ἀνδριάντες δύο ἀνδρός εἰσιν Ἠλείου Κάπρου τοῦ Πυθαγόρου, πάλης τε εἰληφότος καὶ παγκρατίου στέφανον ἐπὶ ἡμέρας τῆς αὐτῆς·
彼の隣には、エリス人、ピュタゴラスの子カプロスの二つの彫像がある。 彼は同じ日にレスリングとパンクラティオンの冠を獲得した。
πρώτῳ δὲ γεγόνασιν ἀνθρώπων αἱ δύο νῖκαι τῷ Κάπρῳ τούτῳ.
人類の中で最初にこれら二つの勝利を成し遂げたのが、このカプロスであった。
τὸν μὲν δὴ ἐπὶ τοῦ παγκρατίου καταγωνισθέντα ὑπʼ αὐτοῦ δεδήλωκεν ὁ λόγος ἤδη μοι·
彼によってパンクラティオンで打ち負かされた者については、私の記述がすでに明らかにしている。
παλαίων δὲ κατέβαλεν Ἠλεῖον Παιάνιον Ὀλυμπιάδα πάλῃ τὴν προτέραν ἀνῃρημένον καὶ Πύθια παίδων τε πυγμῇ καὶ αὖθις ἐν ἀνδράσι πάλῃ τε καὶ πυγμῇ στεφανωθέντα ἐπὶ ἡμέρας τῆς αὐτῆς.
一方、レスリングにおいては、彼はエリス人パイアニオスを投げ倒した。 パイアニオスは、前回のオリンピア期にレスリングで勝利を収めており、またピュティア競技会でも少年の部で拳闘の冠を、そして後には大人の部で、同じ日にレスリングと拳闘の冠を獲得していた人物である。