Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.16.1-6.16.9

阿纳克西达斯与蒂蒙等胜利者及将领的雕像

第 243 段,共 465 段 · 希腊语

内容简介

本文依次介绍了在奥林匹亚阿尔提斯神域内设立的各种竞技胜利者的雕像与碑文,并提到了它们的雕塑家及相关历史背景。

§6.16.1Κάπρῳ μὲν δὴ οὐκ ἄνευ μεγάλων πόνων καὶ ἰσχυρᾶς ταλαιπωρίας ἐγένοντο αἱ νῖκαι· εἰσὶ δὲ εἰκόνες ἐν Ὀλυμπίᾳ καὶ Ἀναυχίδᾳ καὶ Φερενίκῳ, γένος μὲν Ἠλείοις, πάλης δὲ ἐν παισὶν ἀνελομένοις στεφάνους.
对于卡普罗斯来说,这些胜利确实并非没有付出巨大的劳苦和剧烈的痛苦;在奥林匹亚也有阿瑙克西达斯和费雷尼科斯的雕像,他们出身于伊利斯,在少年组摔跤中赢得了冠冕。
Πλείσταινον δὲ τὸν Εὐρυδάμου τοῦ ἐναντία Γαλατῶν στρατηγήσαντος Αἰτωλοῖς Θεσπιεῖς εἰσιν οἱ ἀναθέντες.
至于在对抗加拉太人时担任埃托利亚人将军的欧里达姆斯之子普莱斯泰诺斯,则是塞斯皮埃人奉献的。
§6.16.2Τυδεὺς δὲ Ἠλεῖος Ἀντίγονόν τε τὸν Δημητρίου πατέρα καὶ Σέλευκον ἀνέθηκε· Σελεύκου δὲ ἐς ἅπαντας ἤρθη τὸ ὄνομα ἀνθρώπους ἄλλων τε ἕνεκα καὶ διὰ τὴν Δημητρίου μάλιστα ἅλωσιν.
伊利斯人杜丢斯奉献了德米特里乌斯的父亲安提柯,以及塞琉古;而塞琉古的名字在所有人中传扬,不仅是因为其他原因,更是因为他俘获了德米特里乌斯。
Τίμωνι δὲ ἀγώνων τε νῖκαι τῶν ἐν Ἕλλησιν ὑπάρχουσιν ἐπὶ πεντάθλῳ πλὴν τοῦ Ἰσθμικοῦ—τούτου δὲ μὴ ἀγωνιστὴς γενέσθαι κατὰ τὰ αὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο —καὶ τάδε ἄλλα φησὶ τὸ ἐς αὐτὸν ἐπίγραμμα, Αἰτωλοῖς αὐτὸν ἐπιστρατείας μετασχεῖν ἐπὶ Θεσσαλοὺς καὶ φρουρᾶς ἡγεμόνα ἐν Ναυπάκτῳ φιλίᾳ γενέσθαι τῇ ἐς Αἰτωλούς.
至于蒂蒙,在希腊人举办的运动会中,除了伊斯特莫斯竞技会之外,他都获得了五项全能的胜利——他被禁止参加这一项,正如其他的伊利斯人一样——他身上的碑文还说了其他这些事:他与埃托利亚人一起参加了针对塞萨利亚人的远征,并由于对埃托利亚人的友好而成为纳夫帕克托斯守备队的指挥官。
§6.16.3Τίμωνος δὲ οὐ πόρρω τῆς εἰκόνος Ἑλλάς τε δὴ καὶ Ἦλις παρὰ τὴν Ἑλλάδα, ἡ μὲν Ἀντίγονον τὸν ἐπιτροπεύσαντα Φιλίππου τοῦ Δημητρίου, τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν τὸν Φίλιππον στεφανοῦσα αὐτόν, ἡ δὲ Ἦλις Δημήτριον τὸν στρατεύσαντα ἐπὶ Σέλευκον καὶ Πτολεμαῖον τὸν Λάγου στεφανοῦσά ἐστιν.
在蒂蒙的雕像不远处站着赫拉斯,在赫拉斯旁边则是伊利斯;前者为担任德米特里乌斯之子腓力的监护人的安提柯戴上冠冕,并用另一只手为腓力本人戴上冠冕;而伊利斯则正在为抗击塞琉古的德米特里乌斯以及拉古斯之子托勒密戴上冠冕。
§6.16.4Ἀριστείδῃ δὲ Ἠλείῳ γενέσθαι μὲν ὅπλου νίκην ἐν Ὀλυμπίᾳ, γενέσθαι δὲ καὶ διαύλου Πυθοῖ τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ δηλοῖ Νεμείων τε ἐν παισὶν ἐπὶ τῷ ἱππίῳ δρόμῳ.
对于伊利斯人阿里斯泰德斯,他身上的碑文表明他在奥林匹亚获得了武装赛跑的胜利,在皮托获得了双跑道短跑的胜利,并在涅梅阿的少年组骑马赛跑中获得了胜利。
δρόμου δέ εἰσι τοῦ ἱππίου μῆκος μὲν δίαυλοι δύο, ἐκλειφθέντα δὲ ἐκ Νεμείων τε καὶ Ἰσθμίων αὐτὸν βασιλεὺς Ἀδριανὸς ἐς Νεμείων ἀγῶνα τῶν χειμερινῶν ἀπέδωκεν Ἀργείοις.
骑马赛跑的长度是两个双跑道短跑,虽然它曾从涅梅阿和伊斯特莫斯竞技会中废除,但哈德良皇帝为了冬季的涅梅阿竞技会将它重新归还给阿尔戈斯人。
§6.16.5τοῦ δὲ Ἀριστείδου ἐγγύτατα Μενάλκης ἕστηκεν Ἠλεῖος, ἀναγορευθεὶς Ὀλυμπίασιν ἐπὶ πεντάθλῳ, καὶ Φιλωνίδης Ζώτου, γένος μὲν ἐκ Χερρονήσου τῆς Κρητῶν, Ἀλεξάνδρου δὲ ἡμεροδρόμος τοῦ Φιλίππου.
最接近阿里斯泰德斯的是伊利斯人梅纳尔克斯,他在奥林匹亚被宣布为五项全能的获胜者,还有佐托斯之子菲洛尼德斯,出身于克里特的切罗内索斯,他是腓力之子亚历山大的传令官。
μετὰ δὲ τοῦτον Βριμίας ἐστὶν Ἠλεῖος, κρατήσας ἄνδρας πυγμῇ, Λεωνίδας τε ἐκ Νάξου τῆς ἐν τῷ Αἰγαίῳ, Ψωφιδίων ἀνάθημα Ἀρκάδων, Ἀσάμωνός τε εἰκὼν ἐν ἀνδράσι πυγμῇ νενικηκότος, ἡ δὲ Νικάνδρου, διαύλου μὲν δύο ἐν Ὀλυμπίᾳ, Νεμείων δὲ καὶ Ἰσθμίων ἀναμὶξ ἐπὶ δρόμῳ νίκας ἓξ ἀνῃρημένου.
在他之后是伊利斯人布里米亚斯,他在男子组拳击中获胜,以及来自爱琴海纳克索斯的列奥尼达斯,这是阿卡迪亚普索菲斯人的奉献,还有在男子组拳击中获胜的阿萨蒙的雕像,以及尼坎德罗斯的雕像,尼坎德罗斯在奥林匹亚赢得了两次双跑道短跑的胜利,并在涅梅阿和伊斯特莫斯竞技会中合共获得了六次跑赛胜利。
ὁ δὲ Ἀσάμων καὶ ὁ Νίκανδρος Ἠλεῖοι μὲν ἦσαν, πεποίηκε δὲ τῷ μὲν Δάιππος τὴν εἰκόνα, Ἀσάμωνι δὲ Πυριλάμπης Μεσσήνιος.
阿萨蒙和尼坎德罗斯都是伊利斯人,代普斯为尼坎德罗斯制作了雕像,而美塞尼亚的皮里兰佩斯为阿萨蒙制作了雕像。
§6.16.6Εὐαλκίδᾳ δὲ Ἠλείῳ καὶ Σελεάδᾳ Λακεδαιμονίῳ, τῷ μὲν ἐν παισὶν ἐγένοντο πυγμῆς νῖκαι, Σελεάδᾳ δὲ ἀνδρῶν πάλης.
对于伊利斯人欧阿尔基达斯和拉刻代蒙人塞莱阿达斯,前者获得了少年组拳击的胜利,而塞莱阿达斯获得了男子组摔跤的胜利。
ἐνταῦθα καὶ ἅρμα οὐ μέγα ἀνάκειται Πολυπείθους Λάκωνος καὶ ἐπὶ στήλης τῆς αὐτῆς Καλλιτέλης ὁ τοῦ Πολυπείθους πατήρ, παλαιστὴς ἀνήρ· νῖκαι δέ σφισι τῷ μὲν ἵπποις, Καλλιτέλει δὲ παλαίσαντί εἰσιν.
这里还安放着拉科尼亚人多里佩瑟斯的一辆小战车,在同一石柱上还有多里佩瑟斯的父亲、摔跤手卡里特雷斯;他们获得了胜利,前者是在马赛中,而卡里特雷斯是在摔跤中。
§6.16.7ἰδιώτας δὲ ἄνδρας Ἠλείους Λάμπον Ἀρνίσκου καὶ Ἀριστάρχου Ψωφίδιοι προξένους ὄντας σφίσιν ἀνέθεσαν ἢ καὶ ἄλλην τινὰ ἐς αὐτοὺς ἔχοντας εὔνοιαν· μέσος δὲ ἕστηκεν αὐτῶν Λύσιππος Ἠλεῖος καταπαλαίσας τοὺς ἐσελθόντας τῶν παίδων, Ἀνδρέας δὲ Ἀργεῖος ἐποίησε τοῦ Λυσίππου τὴν εἰκόνα.
普索菲斯人奉献了伊利斯的普通人,阿尼斯科斯之子兰蓬以及阿里斯塔克斯,因为他们是普索菲斯人的代理人,或者也因为他们对他们抱有其他某种好意;在他们中间站着伊利斯人吕西波斯,他击败了所有出场的少年选手,阿尔戈斯人安德烈亚斯制作了吕西波斯的雕像。
§6.16.8Λακεδαιμονίῳ δὲ Δεινοσθένει σταδίου τε ἐγένετο ἐν ἀνδράσιν Ὀλυμπικὴ νίκη καὶ στήλην ἐν τῇ Ἄλτει παρὰ τὸν ἀνδριάντα ἀνέθηκεν ὁ Δεινοσθένης· ὁδοῦ δὲ τῆς ἐς Λακεδαίμονα ἐξ Ὀλυμπίας ἐπὶ ἑτέραν στήλην τὴν ἐν Λακεδαίμονι μέτρα φησὶν εἶναι σταδίους ἑξήκοντα καὶ ἑξακοσίους.
对于拉刻代蒙人戴诺斯塞内斯,他获得了男子组短跑的奥林匹亚胜利,戴诺斯塞内斯在阿尔提斯神域里他本人的雕像旁安放了一块石柱;它说明从奥林匹亚到拉刻代蒙的道路距离,直到拉刻代蒙的另一块石柱为止,是六百六十斯塔德。
Θεόδωρον δὲ λαβόντα ἐπὶ πεντάθλῳ νίκην καὶ Πύτταλον Λάμπιδος πυγμῇ παῖδας κρατήσαντα καὶ Νεολαΐδαν σταδίου τε ἀνελόμενον καὶ ὅπλου στέφανον, Ἠλείους σφᾶς ὄντας ἴστω τις·
至于在五项全能中获得胜利的塞奥多罗斯,以及在少年组拳击中获胜的、兰皮斯之子皮塔罗斯,还有赢得了短跑和武装赛跑冠冕的内奥莱达斯,人们应当知道他们都是伊利斯人。
ἐπὶ δὲ τῷ Πυττάλῳ καὶ τάδε ἔτι λέγουσιν, ὡς γενομένης πρὸς Ἀρκάδας Ἠλείοις ἀμφισβητήσεως περὶ γῆς ὅρων εἶπεν οὗτος ὁ Πύτταλος τὴν δίκην· ὁ δέ οἱ ἀνδριὰς ἔργον ἐστὶν Ὀλυνθίου Σθέννιδος.
关于皮塔罗斯,人们还说了这样的话:当伊利斯人与阿卡迪亚人之间发生关于土地边界的争端时,是这位皮塔罗斯做出了判决;而他的雕像是奥林索斯人斯塞尼斯的作品。
§6.16.9ἐφεξῆς δὲ Πτολεμαῖός τέ ἐστιν ἀναβεβηκὼς ἵππον καὶ παρʼ αὐτὸν Ἠλεῖος ἀθλητὴς Παιάνιος ὁ Δαματρίου πάλης τε ἐν Ὀλυμπίᾳ καὶ τὰς δύο Πυθικὰς ἀνῃρημένος νίκας.
紧接着是骑在马上的托勒密,在他旁边是伊利斯运动员、达马特里乌斯之子派阿尼乌斯,他获得了奥林匹亚摔跤胜利和两次皮托的胜利。
Κλεάρετός τέ ἐστιν Ἠλεῖος πεντάθλου λαβὼν στέφανον καὶ ἅρμα ἀνδρὸς Ἀθηναίου Γλαύκωνος τοῦ Ἐτεοκλέους· ἀνηγορεύθη δὲ ὁ Γλαύκων οὗτος ἐπὶ ἅρματος τελείου δρόμῳ.
还有赢得了五项全能冠冕的伊利斯人克莱阿雷托斯,以及雅典男子、埃特奥克莱斯之子格劳孔的战车;这位格劳孔因在成年马战车赛跑中获胜而被宣布。

词汇与语法注释

  1. §6.16.2τούτου δὲ μὴ ἀγωνιστὴς γενέσθαι κατὰ τὰ αὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο — 动词 εἴργετο(单数第三人称未完成过去时被动语态,“被禁止/排除”)的主语是蒂蒙(αὐτός,被省略)。属格 τούτου 是表示分离的属格,指代前文的伊斯特莫斯竞技会(τοῦ Ἰσθμικοῦ)。不定式 γενέσθαι 的逻辑主语同样是宾格的“他”(省略)。
  2. §6.16.4ἐκλειφθέντα δὲ ἐκ Νεμείων τε καὶ Ἰσθμίων αὐτὸν — 分词 ἐκλειφθέντα 是中性复数宾格,但它与修饰阳性单数名词 δρόμος 的阳性单数宾格代词 αὐτόν 混用。这是一种根据意义的一致(constructio ad sensum),即将赛跑(δρόμημα)在概念上视为中性抽象名词,尤其受到“两个双跑道长度(μῆκος... δίαυλοι δύο)”这一表达的影响。
  3. §6.16.8μέτρα φησὶν εἶναι σταδίους ἑξήκοντα καὶ ἑξακοσίους — 一个宾格与不定式(A.c.I.)结构。动词 φησίν(其主语为石柱 στήλη)引导的不定式 εἶναι 的主语是宾格 μέτρα(中性复数,“道路的测量值”),而作为距离数值的 σταδίους(阳性复数宾格)则充当不定式的表语。

引用这一段

保萨尼亚斯, 希腊志 §6.16.1-6.16.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.16.1-6.16.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。