§6.14.8ἀποθανεῖν δὲ ὑπὸ θηρίων φασὶν αὐτόν·
彼が野獣に襲われて死んだと人々は言っている。
ἐπιτυχεῖν γὰρ αὐτὸν ἐν τῇ Κροτωνιάτιδι αὐαινομένῳ ξύλῳ, σφῆνες δὲ ἐγκείμενοι διίστασαν τὸ ξύλον·
というのも、彼がクロトンの領内で、枯れかかった木に出くわし、それに楔が打ち込まれていて木が裂けていたからである。
ὁ δὲ ὑπὸ φρονήματος ὁ Μίλων καθίησι τὰς χεῖρας ἐς τὸ ξύλον, ὀλισθάνουσί τε δὴ οἱ σφῆνες καὶ ἐχόμενος ὁ Μίλων ὑπὸ τοῦ ξύλου λύκοις ἐγίνετο εὕρημα.
ミロンは高慢さから、その木に両手を突っ込んだが、すると楔が抜け落ち、ミロンは木に挟まれたまま、狼たちの格好の餌食となった。
μάλιστα δέ πως τὸ θηρίον τοῦτο ἐν τῇ Κροτωνιάτιδι πολύ τε νέμεται καὶ ἄφθονον.
特にこの野獣は、クロトンの領内には極めて多く生息し、あふれているのである。
§6.14.9Μίλωνι μὲν δὴ τοιόνδε τέλος ἐπηκολούθησε·
ミロンにはこのような最期が訪れた。
Πύρρον δὲ τὸν Αἰακίδου βασιλεύσαντα ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ καὶ ἔργα πολλὰ ἐργασάμενον καὶ ἄξια μνήμης, ἃ ἐν τῷ λόγῳ τῷ ἐς Ἀθηναίους ἐδήλωσα, τοῦτον ἐς τὴν Ἄλτιν ἀνέθηκε Θρασύβουλος Ἠλεῖος.
アイアキデスの子ピュロス(テスプロティア地方を支配し、多くの記憶に値する功績を打ち立てた人物であり、それらについてはアテナイ人に関する記述の中で私が明らかにしたが)、彼をアルティスに奉納したのはエリス人のトラスュブロスであった。
παρὰ δὲ τὸν Πύρρον ἀνὴρ μικρὸς αὐλοὺς ἔχων ἐστὶν ἐκτετυπωμένος ἐπὶ στήλῃ.
ピュロスの傍らには、フルートを持った背の低い男が石碑に浮彫りにされている。
τούτῳ Πυθικαὶ νῖκαι γεγόνασι τῷ ἀνδρὶ δευτέρῳ μετὰ Σακάδαν τὸν Ἀργεῖον·
この男には、アルゴス人のサカダスに次いで、二人目となるピュティア競技会での勝利がもたらされた。
§6.14.10Σακάδας μὲν γὰρ τὸν ἀγῶνα τὸν τεθέντα ὑπὸ Ἀμφικτυόνων οὐκ ὄντα πω στεφανίτην καὶ ἐπʼ ἐκείνῳ στεφανίτας δύο ἐνίκησε, Πυθόκριτος δὲ ὁ Σικυώνιος τὰς ἐφεξῆς τούτων πυθιάδας ἕξ, μόνος δὴ οὗτος αὐλητής·
というのも、サカダスはアンフィクテュオンによって創設された競技会で、まだ冠が授与されなかった時期に一回、さらにその後に冠が授与されるようになってから二回、勝利を収めたからである。 一方、シキュオンのピュトクリトスは、これらに続くピュティア期に六回連続で勝利したが、このようなフルート奏者は彼ひとりである。
δῆλα δὲ ὅτι καὶ ἐν τῷ ἀγῶνι τῷ Ὀλυμπίασιν ἐπηύλησεν ἑξάκις τῷ πεντάθλῳ.
そして、彼がオリンピアでの競技会でも、五種競技のために六回フルートを奏したことは明らかである。
Πυθοκρίτῳ μὲν γέγονεν ἀντὶ τούτων ἡ ἐν Ὀλυμπίᾳ στήλη καὶ ἐπίγραμμα ἐπʼ αὐτῇ,
"
Πυθοκρίτου
τοῦ Καλλινίκου μνᾶμα ταὐλητᾶ τάδε·
ピュトクリトスには、これらのことに対してオリンピアに石碑が建てられ、その上には次のような碑文が刻まれている。 「カリニコスの子、フルート奏者ピュトクリトスの記念碑、これがそれなり。
"
ἀνέθεσαν δὲ καὶ τὸ κοινὸν τὸ Αἰτωλῶν Κύλωνα, ὃς
」また、アイトリア人の同盟は、キュロンをも奉納した。
§6.14.11ἀπὸ τῆς Ἀριστοτίμου τυραννίδος ἠλευθέρωσεν Ἠλείους.
彼は、アリストティモスの僭主政治からエリス人を解放した。
Γόργον δὲ τὸν Εὐκλήτου Μεσσήνιον ἀνελόμενον πεντάθλου νίκην καὶ Δαμάρετον καὶ τοῦτον Μεσσήνιον κρατήσαντα πυγμῇ παῖδας, τὸν μὲν αὐτῶν Βοιώτιος Θήρων, Δαμαρέτου δὲ τὴν εἰκόνα Ἀθηναῖος Σιλανίων ἐποίησεν.
また、五種競技で勝利を収めたメッセネのウクレトスの子ゴルゴスと、やはりメッセネ出身で少年の拳闘を制したダマレトスについては、前者の像をボイオティアのテロンが、ダマレトスの像をアテナイのシラニオンが制作した。
Ἀναυχίδας δὲ ὁ Φίλυος Ἠλεῖος πάλης ἔσχεν ἐν παισὶ στέφανον καὶ ἐν ἀνδράσιν ὕστερον·
フィリュスの子であるエリス人のアナウキダスは、少年の部で、そして後には大人の部でレスリングの冠を獲得した。
τούτῳ μὲν δὴ τὴν εἰκόνα ὅστις ὁ εἰργασμένος ἐστὶν οὐκ ἴσμεν, Ἄνοχος δὲ ὁ Ἀδαμάτα Ταραντῖνος, σταδίου λαβὼν καὶ διαύλου νίκην, ἐστὶν Ἀγελάδα τέχνη τοῦ Ἀργείου.
彼については、その像を誰が制作したのか我々は知らない。 しかし、スタディオン走とディアウロス走で勝利を得たタラスのアダマタスの子アノコスの像は、アルゴス人アゲラダスの作である。
§6.14.12παῖδα δὲ ἐφʼ ἵππου καθήμενον καὶ ἑστηκότα ἄνδρα παρὰ τὸν ἵππον φησὶ τὸ ἐπίγραμμα εἶναι Ξενόμβροτον ἐκ Κῶ τῆς Μεροπίδος, ἐπὶ ἵππου νίκῃ κεκηρυγμένον, Ξενόδικον δὲ ἐπὶ πυγμῇ παίδων ἀναγορευθέντα·
馬に乗っている少年と、その馬の傍らに立っている大人の男について、碑文は、一方が馬による勝利を宣告されたメロピスのコス出身のキセノムブロスであり、他方は少年の拳闘で勝者と宣言されたキセノディコスであると伝えている。
τὸν μὲν Παντίας αὐτῶν, Ξενόμβροτον δὲ Φιλότιμος Αἰγινήτης ἐποίησε.
彼らのうち、前者はパンティアスが、キセノムブロスはアイギナのフィロティモスが制作した。
Πύθου δὲ τοῦ Ἀνδρομάχου, γένος ἀνδρὸς ἐξ Ἀβδήρων, ἐποίησε μὲν Λύσιππος, ἀνέθεσαν δὲ οἱ στρατιῶται δύο εἰκόνας·
アブデラ出身のアンドロマコスの子ピュテスについては、リュシッポスが制作し、兵士たちが二つの像を奉納した。
εἶναι δὲ ἡγεμών τις ξένων ἢ καὶ ἄλλως τὰ πολεμικὰ ἀγαθὸς ὁ Πύθης ἔοικε.
ピュテスは傭兵の指揮官、あるいはその他の意味で軍事に優れた人物であったようである。
§6.14.13κεῖνται δὲ καὶ ἐν παισὶν εἰληφότες δρόμου νίκας Μενεπτόλεμος ἐξ Ἀπολλωνίας τῆς ἐν τῷ Ἰονίῳ κόλπῳ καὶ Κορκυραῖος Φίλων, ἐπὶ δὲ αὐτοῖς Ἱερώνυμος Ἄνδριος, ὃς τὸν Ἠλεῖον Τισαμενὸν πενταθλοῦντα ἐν Ὀλυμπίᾳ κατεπάλαισε τὸν Ἕλλησιν ὕστερον τούτων ἐναντία Μαρδονίου καὶ Μήδων Πλαταιᾶσι μαντευσάμενον.
また、少年の部で競走の勝利を得た、イオニア湾のアポロニア出身のメネプトレモスとコルキュラ人のフィロンの像も置かれている。 彼らの隣にはアンドロス人のヒエロニュモスがいる。 彼は、オリンピアで五種競技を行っていたエリス人のティサメノスを投げ倒した。 このティサメノスは、後にプラタイアイにおいて、マルドニオスとメディア軍に立ち向かうギリシア人のために占いを行った人物である。
οὗτός τε δὴ ὁ Ἱερώνυμος ἀνάκειται καὶ παρʼ αὐτὸν παλαιστὴς παῖς, Ἄνδριος καὶ οὗτος, Προκλῆς ὁ Λυκαστίδα·
このヒエロニュモスが奉納されているとともに、彼の隣には少年のレスリング選手がおり、やはりアンドロス人であって、リュカスティダスの子プロクレスである。
τοῖς πλάσταις δὲ οἳ τοὺς ἀνδριάντας ἐποίησαν, τῷ μὲν Στόμιός ἐστιν ὄνομα, τῷ δὲ τὸν Προκλέα εἰργασμένῳ Σῶμις.
彼らの像を制作した彫刻家たちについて、一方はストミオスという名であり、プロクレスを制作した他方はソミスという。
Αἰσχίνῃ δὲ Ἠλείῳ νῖκαί τε δύο ἐγένοντο πεντάθλου καὶ ἴσαι ταῖς νίκαις αἱ εἰκόνες.
エリス人のアイスキネスには、五種競技で二回の勝利があり、その勝利の数と同じ数の像がある。