§6.14.8ἀποθανεῖν δὲ ὑπὸ θηρίων φασὶν αὐτόν· ἐπιτυχεῖν γὰρ αὐτὸν ἐν τῇ Κροτωνιάτιδι αὐαινομένῳ ξύλῳ, σφῆνες δὲ ἐγκείμενοι διίστασαν τὸ ξύλον· ὁ δὲ ὑπὸ φρονήματος ὁ Μίλων καθίησι τὰς χεῖρας ἐς τὸ ξύλον, ὀλισθάνουσί τε δὴ οἱ σφῆνες καὶ ἐχόμενος ὁ Μίλων ὑπὸ τοῦ ξύλου λύκοις ἐγίνετο εὕρημα.
人们说他是死于野兽之口;因为他在克罗托内境内发现一棵干枯的树木,里面插着一些楔子,把树木劈开了;而米隆出于傲慢,把双手插入树中,于是楔子滑落,而米隆被树夹住,成了狼群的猎物。
μάλιστα δέ πως τὸ θηρίον τοῦτο ἐν τῇ Κροτωνιάτιδι πολύ τε νέμεται καὶ ἄφθονον.
特别是在克罗托内境内,这种野兽数量繁多、到处都是。
§6.14.9Μίλωνι μὲν δὴ τοιόνδε τέλος ἐπηκολούθησε·
米隆确实落得如此结局。
Πύρρον δὲ τὸν Αἰακίδου βασιλεύσαντα ἐν τῇ Θεσπρωτίδι ἠπείρῳ καὶ ἔργα πολλὰ ἐργασάμενον καὶ ἄξια μνήμης, ἃ ἐν τῷ λόγῳ τῷ ἐς Ἀθηναίους ἐδήλωσα, τοῦτον ἐς τὴν Ἄλτιν ἀνέθηκε Θρασύβουλος Ἠλεῖος.
至于埃亚基德斯之子皮洛士,他曾在塞斯普罗蒂亚大陆称王,并立下许多值得纪念的功绩(这些我已在关于雅典人的叙述中说明了),他是被伊利斯人色拉西布洛斯奉献在阿尔提斯的。
παρὰ δὲ τὸν Πύρρον ἀνὴρ μικρὸς αὐλοὺς ἔχων ἐστὶν ἐκτετυπωμένος ἐπὶ στήλῃ.
在皮洛士旁边,有一块石碑,上面雕刻着一个拿着双管管乐器的矮小男人。
τούτῳ Πυθικαὶ νῖκαι γεγόνασι τῷ ἀνδρὶ δευτέρῳ μετὰ Σακάδαν τὸν Ἀργεῖον· §6.14.10Σακάδας μὲν γὰρ τὸν ἀγῶνα τὸν τεθέντα ὑπὸ Ἀμφικτυόνων οὐκ ὄντα πω στεφανίτην καὶ ἐπʼ ἐκείνῳ στεφανίτας δύο ἐνίκησε, Πυθόκριτος δὲ ὁ Σικυώνιος τὰς ἐφεξῆς τούτων πυθιάδας ἕξ, μόνος δὴ οὗτος αὐλητής· δῆλα δὲ ὅτι καὶ ἐν τῷ ἀγῶνι τῷ Ὀλυμπίασιν ἐπηύλησεν ἑξάκις τῷ πεντάθλῳ.
这个男人获得了皮托竞技会的胜利,是继阿哥斯人萨卡达斯之后的第二人;因为萨卡达斯在近邻同盟设立的竞技会中,在还没有冠冕奖励的时期赢过一次,此后在有冠冕奖励时又赢了两次;而西库昂的皮索克里托斯在这些之后连续赢得了六届皮托竞技会,他是唯一做到这一点的管乐手;显然,他还在奥林匹亚的竞技会中,为五项全能比赛演奏了六次管乐。
Πυθοκρίτῳ μὲν γέγονεν ἀντὶ τούτων ἡ ἐν Ὀλυμπίᾳ στήλη καὶ ἐπίγραμμα ἐπʼ αὐτῇ,
"
Πυθοκρίτου
τοῦ Καλλινίκου μνᾶμα ταὐλητᾶ τάδε·
为此,皮索克里托斯在奥林匹亚得到了这块石碑,上面刻有碑文:“这是卡利尼科斯之子、管乐手皮索克里托斯的纪念碑。
"
ἀνέθεσαν δὲ καὶ τὸ κοινὸν τὸ Αἰτωλῶν Κύλωνα, ὃς §6.14.11ἀπὸ τῆς Ἀριστοτίμου τυραννίδος ἠλευθέρωσεν Ἠλείους.
” 埃托利亚人的同盟也奉献了居隆,他将伊利斯人从阿里斯托提穆斯的僭主统治中解放出来。
Γόργον δὲ τὸν Εὐκλήτου Μεσσήνιον ἀνελόμενον πεντάθλου νίκην καὶ Δαμάρετον καὶ τοῦτον Μεσσήνιον κρατήσαντα πυγμῇ παῖδας, τὸν μὲν αὐτῶν Βοιώτιος Θήρων, Δαμαρέτου δὲ τὴν εἰκόνα Ἀθηναῖος Σιλανίων ἐποίησεν.
至于在五项全能中获胜的梅塞尼亚人、欧克莱托斯之子戈尔戈斯,以及同样是梅塞尼亚人、在少年拳击中获胜的达马雷托斯,前者的雕像是波奥蒂亚人塞隆制作的,而后者的雕像是雅典人西拉尼翁制作的。
Ἀναυχίδας δὲ ὁ Φίλυος Ἠλεῖος πάλης ἔσχεν ἐν παισὶ στέφανον καὶ ἐν ἀνδράσιν ὕστερον· τούτῳ μὲν δὴ τὴν εἰκόνα ὅστις ὁ εἰργασμένος ἐστὶν οὐκ ἴσμεν, Ἄνοχος δὲ ὁ Ἀδαμάτα Ταραντῖνος, σταδίου λαβὼν καὶ διαύλου νίκην, ἐστὶν Ἀγελάδα τέχνη τοῦ Ἀργείου.
菲吕斯之子、伊利斯人阿瑙希达斯获得了少年组的摔跤桂冠,后来又获得了成年组的;我们不知道是谁制作了他的雕像,而获得单跑道和双跑道短跑胜利的塔兰托人、阿达马斯之子阿诺科斯的雕像,是阿哥斯人阿格拉达斯的手艺。
§6.14.12παῖδα δὲ ἐφʼ ἵππου καθήμενον καὶ ἑστηκότα ἄνδρα παρὰ τὸν ἵππον φησὶ τὸ ἐπίγραμμα εἶναι Ξενόμβροτον ἐκ Κῶ τῆς Μεροπίδος, ἐπὶ ἵππου νίκῃ κεκηρυγμένον, Ξενόδικον δὲ ἐπὶ πυγμῇ παίδων ἀναγορευθέντα· τὸν μὲν Παντίας αὐτῶν, Ξενόμβροτον δὲ Φιλότιμος Αἰγινήτης ἐποίησε.
碑文指出,骑在马上的少年和站在马旁的男子,分别是来自梅罗皮斯的科斯的克塞诺姆布罗托斯(他因马赛胜利而被宣告),以及在少年拳击中被宣布为获胜者的克塞诺迪科斯;其中,潘蒂亚斯制作了后者,而埃吉纳的菲洛蒂莫斯制作了克塞诺姆布罗托斯。
Πύθου δὲ τοῦ Ἀνδρομάχου, γένος ἀνδρὸς ἐξ Ἀβδήρων, ἐποίησε μὲν Λύσιππος, ἀνέθεσαν δὲ οἱ στρατιῶται δύο εἰκόνας· εἶναι δὲ ἡγεμών τις ξένων ἢ καὶ ἄλλως τὰ πολεμικὰ ἀγαθὸς ὁ Πύθης ἔοικε.
阿布德拉人、安德罗马科斯之子皮塞斯,他的雕像是利西波斯制作的,士兵们奉献了他的两尊雕像;皮塞斯似乎是雇佣兵的首领,或者说在军事方面表现卓越。
§6.14.13κεῖνται δὲ καὶ ἐν παισὶν εἰληφότες δρόμου νίκας Μενεπτόλεμος ἐξ Ἀπολλωνίας τῆς ἐν τῷ Ἰονίῳ κόλπῳ καὶ Κορκυραῖος Φίλων, ἐπὶ δὲ αὐτοῖς Ἱερώνυμος Ἄνδριος, ὃς τὸν Ἠλεῖον Τισαμενὸν πενταθλοῦντα ἐν Ὀλυμπίᾳ κατεπάλαισε τὸν Ἕλλησιν ὕστερον τούτων ἐναντία Μαρδονίου καὶ Μήδων Πλαταιᾶσι μαντευσάμενον.
这里还安放着在少年组中获得跑步胜利的人的雕像:来自爱奥尼亚湾阿波罗尼亚的梅内普托莱莫斯,和科尔库拉的菲隆;在他们旁边的是安德罗斯的希罗尼穆斯,他曾在奥林匹亚击败过正在参加五项全能的伊利斯人提萨梅努斯——这位提萨梅努斯后来在普拉提亚为对抗马多尼乌斯和波斯人的希腊人担任占卜师。
οὗτός τε δὴ ὁ Ἱερώνυμος ἀνάκειται καὶ παρʼ αὐτὸν παλαιστὴς παῖς, Ἄνδριος καὶ οὗτος, Προκλῆς ὁ Λυκαστίδα· τοῖς πλάσταις δὲ οἳ τοὺς ἀνδριάντας ἐποίησαν, τῷ μὲν Στόμιός ἐστιν ὄνομα, τῷ δὲ τὸν Προκλέα εἰργασμένῳ Σῶμις.
这位希罗尼穆斯被奉献在此,在他旁边的是一位少年推跤手,同样来自安德罗斯,是吕卡斯蒂达斯之子普罗克莱斯;至于制作他们雕像的雕塑家,一位名叫斯托米奥斯,而制作普罗克莱斯的另一位名叫索米斯。
Αἰσχίνῃ δὲ Ἠλείῳ νῖκαί τε δύο ἐγένοντο πεντάθλου καὶ ἴσαι ταῖς νίκαις αἱ εἰκόνες.
伊利斯人埃斯基内斯在五项全能中获得了两次胜利,他的雕像数量也与胜利次数相等。