§6.14.1Φερίας δὲ Αἰγινήτης—οὗτος γὰρ δὴ παρὰ τὸν Ἀθηναῖον Ἀριστοφῶντα ἀνάκειται—ὀγδόῃ μὲν πρὸς ταῖς ἑβδομήκοντα Ὀλυμπιάδι κομιδῇ τε ἔδοξεν εἶναι νέος καὶ οὐκ ἐπιτήδειός πω νομισθεὶς παλαίειν ἀπηλάθη τοῦ ἀγῶνος, τῇ δὲ ἑξῆς—κατεδέχθη γὰρ τηνικαῦτα ἐς τοὺς παῖδας—ἐνίκα παλαίων.
アイギナ出身のフェリアスは――というのも、彼はアテナイ人アリストポンの傍らに奉納されているからである――、第七十八回オリンピア期において、きわめて若く見え、まだレスリングをするのに適していないとみなされて競技から排除されたが、その次のオリンピア期には――その時すでに少年の部に受け入れられていたので――、レスリングで勝利を収めた。
τῷ δὲ Φερίᾳ τούτῳ διάφορον καὶ οὐδαμῶς ἐοικυῖαν ἔσχεν ἐν Ὀλυμπίᾳ τύχην Νικασύλος Ῥόδιος.
しかし、このフェリアスとは異なり、まったく似ていない運命をオリンピアで得たのが、ロドス出身のニカシュロスであった。
§6.14.2ὄγδοον γὰρ ἐπὶ τοῖς δέκα ἔτεσι γεγονὼς μὴ παλαῖσαι μὲν ἐν παισὶν ὑπὸ Ἠλείων ἀπηλάθη, ἀνηγορεύθη δὲ ἐν ἀνδράσιν, ὥσπερ γε καὶ ἐνίκησεν·
というのも、彼は十八歳に達していたが、エリス人によって少年の部でレスリングをすることを拒否され、大人の部で勝者として宣言され、現に勝利したからである。
ἀνηγορεύθη δὲ καὶ ὕστερον Νεμέᾳ τε καὶ Ἰσθμῷ.
そして、その後にはネメアやイストモスでも勝利を宣言された。
γεγονότα δὲ εἰκοσαετῆ τὸ χρεὼν ἐπιλαμβάνει, πρὶν ἢ ἐς τὴν Ῥόδον αὐτὸν οἴκαδε ἀναστρέψαι.
しかし、彼が二十歳に達したとき、故郷のロドスへ帰る前に、死の運命が彼を捕らえた。
τὸ δὲ ἐν Ὀλυμπίᾳ τοῦ Ῥοδίου παλαιστοῦ τόλμημα Ἀρτεμίδωρος γένος Τραλλιανὸς ὑπερεβάλετο κατὰ ἐμὴν δόξαν.
ところで、このロドス出身のレスラーのオリンピアでの大胆な試みを、私の考えでは、トラレス出身のアルテミドロスが凌駕した。
Ἀρτεμιδώρῳ γὰρ ἁμαρτεῖν μὲν Ὀλυμπίων συνέβη παγκρατιάζοντι ἐν παισίν, αἰτία δέ οἱ ἐγένετο τῆς διαμαρτίας τὸ ἄγαν νέον·
なぜなら、アルテミドロスには、少年の部でパンクラティオンを競った際、オリンピアでの勝利を逃すことがあったが、その不成功の原因は彼があまりに若すぎたことであったからである。
§6.14.3ὡς δὲ ἀφίκετο ἀγῶνος καιρὸς ὃν Σμυρναῖοι Ἰώνων ἄγουσιν, ἐς τοσοῦτο ἄρα αὐτῷ τὰ τῆς ῥώμης ἐπηύξητο ὡς κρατῆσαι παγκρατιάζοντα ἐπὶ ἡμέρας τῆς αὐτῆς τούς τε ἐξ Ὀλυμπίας ἀνταγωνιστὰς καὶ ἐπὶ τοῖς παισὶν οὓς ἀγενείους καλοῦσι καὶ τρίτα δὴ ὅ τι ἄριστον ἦν τῶν ἀνδρῶν.
しかし、イオニア人のうちスミュルナ人が催す競技会の時期が到来したとき、彼の力は非常に増大していたため、同じ日に、オリンピアでの対戦相手たち、および「無精髭のない者たち」と呼ばれる少年の部の者たち、さらに第三に大人の部の最高の実力者たちを、パンクラティオンで破って勝利した。
γενέσθαι δέ οἱ τὴν ἅμιλλαν πρὸς ἀγενείους τε καὶ ἄνδρας τὴν μὲν ἐκ γυμναστοῦ παρακλήσεώς φασι, τὴν δὲ ἐξ ἀνδρὸς παγκρατιαστοῦ λοιδορίας.
青年たちおよび大人たちとの彼の戦いが生じたのは、一方は体育教師からの勧めによるものであり、他方は大人のパンクラティオン選手からの侮辱によるものであったと言われている。
ἀνείλετο δὲ ἐν ἀνδράσιν ὁ Ἀρτεμίδωρος Ὀλυμπικὴν νίκην δευτέρᾳ καὶ δεκάτῃ πρὸς διακοσίαις Ὀλυμπιάδι.
アルテミドロスは、第二百十二回オリンピア期に、大人の部でオリンピアでの勝利を収めた。
§6.14.4Νικασύλου δὲ τῆς εἰκόνος ἵππος τε οὐ μέγας ἔχεται χαλκοῦς, ὃν Κρόκων Ἐρετριεὺς ἀνέθηκεν ἀνελόμενος κέλητι ἵππῳ στέφανον, καὶ πλησίον τοῦ ἵππου Τελέστας ἐστὶ Μεσσήνιος κρατήσας πυγμῇ παῖδας·
ニカシュロスの像には、あまり大きくない青銅の馬が隣接しており、それはエレトリア人のクロコンが、乗用馬による競走で冠を獲得して奉納したものである。
Σιλανίωνος δὲ ἔργον ἐστὶν ὁ Τελέστας.
そしてその馬の近くには、少年の拳闘で勝利したメッセネのテレスタスが立っており、テレスタスはシラニオンの作品である。
§6.14.5Μίλωνα δὲ τὸν Διοτίμου πεποίηκε μὲν Δαμέας ἐκ Κρότωνος καὶ οὗτος·
ディオティモスの子ミロンの像は、やはりクロトン出身のダメアスが制作した。
ἐγένοντο δὲ τῷ Μίλωνι ἓξ μὲν ἐν Ὀλυμπίᾳ πάλης νῖκαι, μία δὲ ἐν παισὶν ἐξ αὐτῶν, Πυθοῖ δὲ ἔν τε ἀνδράσιν ἓξ καὶ μία ἐνταῦθα ἐν παισίν.
ミロンには、オリンピアでのレスリングの勝利が六回あり、そのうちの一回は少年の部でのものであった。
ἀφίκετο δὲ καὶ ἕβδομον παλαίσων ἐς Ὀλυμπίαν·
またピュトでは大人の部で六回、さらにそこで少年の部に一回の勝利があった。
ἀλλὰ γὰρ οὐκ ἐγένετο οἷός τε καταπαλαῖσαι Τιμασίθεον πολίτην τε ὄντα αὐτῷ καὶ ἡλικίᾳ νέον, πρὸς δὲ καὶ σύνεγγυς οὐκ ἐθέλοντα ἵστασθαι.
彼は七回目のレスリングをするためにオリンピアにやって来たが、同郷人であり若年であり、その上、接近戦を望まなかったティマシテオスを投げ倒すことはできなかった。
§6.14.6λέγεται δὲ καὶ ὡς ἐσκομίσειεν αὐτὸς αὑτοῦ τὸν ἀνδριάντα ἐς τὴν Ἄλτιν ὁ Μίλων, λέγεται δὲ ἐς αὐτὸν καὶ τὸ ἐπὶ τῇ ῥοιᾷ καὶ τὸ ἐπὶ τῷ δίσκῳ·
ミロンが自分自身の肖像彫刻をアルティスへ自ら運び入れたとも言われており、また彼については、ザクロに関する逸話や円盤に関する逸話も語られている。
ῥοιὰν μὲν δὴ οὕτω κατεῖχεν ὡς μήτε ἄλλῳ παρεῖναι βιαζομένῳ μήτε αὐτὸς λυμήνασθαι πιέζων, ἱστάμενος δὲ ἐπὶ ἀληλιμμένῳ τῷ δίσκῳ γέλωτα ἐποιεῖτο τοὺς ἐμπίπτοντάς τε καὶ ὠθοῦντας ἀπὸ τοῦ δίσκου.
すなわち、彼はザクロを、力づくで奪おうとする他の誰にも渡さず、また自身も握りつぶして傷つけることがないように保持した。 また、油を塗った円盤の上に立ち、彼にぶつかってきて円盤から押し出そうとする者たちを嘲笑った。
παρείχετο δὲ καὶ ἄλλα τοιάδε ἐς ἐπίδειξιν.
彼はこのような他の実演をも披露した。
§6.14.7περιέδει τῷ μετώπῳ χορδὴν κατὰ ταὐτὰ δὴ καὶ εἰ ταινίαν περιθεῖτο ἢ στέφανον·
彼は、細紐や冠を頭に巻くのと同じように、額に弦を巻きつけた。
κατέχων δὲ ἐντὸς χειλῶν τὸ ἆσθμα καὶ ἐμπιπλὰς αἵματος τὰς ἐν τῇ κεφαλῇ φλέβας, διερρήγνυεν ὑπὸ ἰσχύος τῶν φλεβῶν τὴν χορδήν.
そして、唇の間に息を閉じ込めて頭部の静脈を血で満たし、静脈の力によってその弦を断ち切った。
λέγεται δὲ καὶ ὡς τῆς δεξιᾶς χειρὸς τὸ μὲν ἐς τὸν ἀγκῶνα ἐκ τοῦ ὤμου παρʼ αὐτὴν καθίει τὴν πλευράν, τὸ δὲ ἀπὸ τοῦ ἀγκῶνος ἔτεινεν ἐς εὐθύ, τῶν δακτύλων τὸν μὲν αὐτῶν ἀναστρέφων τὸν ἀντίχειρα ἐς τὸ ἄνω, τῶν λοιπῶν δὲ ἀλλήλοις ἐπικειμένων κατὰ στοῖχον·
また、彼の右手の、肩から肘までの部分は自らの脇腹に密着させて下ろし、肘から先はまっすぐ伸ばし、親指を上向きに反らせ、残りの指を順番に重ね合わせたという。
τὸν ἐλάχιστον οὖν τῶν δακτύλων κάτω γινόμενον οὐκ ἀπεκίνησεν ἄν τις βιαζόμενος.
したがって、一番下になっている小指を、誰かが力づくで動かそうとしても動かせなかった。