Humanitext Reader

パウサニアス · ギリシア案内記 §6.13.1-6.13.11

名走者アステュロスたちの像と牝馬アウラの逸話

239 / 465 箇所 · ギリシア語

要旨

アステュロス、キオニス、ポリーテス、レオニダスなどの古代の著名な陸上競技や格闘技の勝者たちの像や、勝馬アウラの逸話など、オリンピアに奉納された様々な記念碑とその歴史的背景が紹介される。

§6.13.1Ἀστύλος δὲ Κροτωνιάτης Πυθαγόρου μέν ἐστιν ἔργον, τρεῖς δὲ ἐφεξῆς Ὀλυμπίασι σταδίου τε καὶ διαύλου νίκας ἔσχεν.
クロトン出身のアステュロスはピュタゴラスの作品であり、オリンピアでスタディオンとディアウロスの三回連続の勝利を得た。
ὅτι δὲ ἐν δύο ταῖς ὑστέραις ἐς χάριν τὴν Ἱέρωνος τοῦ Δεινομένους ἀνηγόρευσεν αὑτὸν Συρακούσιον, τούτων ἕνεκα οἱ Κροτωνιᾶται τὴν οἰκίαν αὐτοῦ δεσμωτήριον εἷναι κατέγνωσαν καὶ τὴν εἰκόνα καθεῖλον παρὰ τῇ Ἥρᾳ τῇ Λακινίᾳ κειμένην.
しかし、後半の二回において、デイノメネスの子ヒエロンの歓心を買うために、自分をシラクサ人と宣言したため、このことのためにクロトン人は彼の家を牢獄とすることに決定し、ラキニアのヘラ神殿の傍らに置かれていた彼の像を引き倒した。
§6.13.2ἀνάκειται δὲ ἐν Ὀλυμπίᾳ καὶ στήλη λέγουσα τοῦ Λακεδαιμονίου Χιόνιδος τὰς νίκας.
オリンピアにはラケダイモン人キオニスの勝利を伝える石碑も奉納されている。
εὐηθείας μὲν δὴ μετέχουσι καὶ ὅσοι Χίονιν αὐτὸν ἀναθεῖναι τὴν στήλην, ἀλλʼ οὐ Λακεδαιμονίων ἥγηνται τὸ δημόσιον·
キオニス自身がこの石碑を奉納したのであって、ラケダイモン人の公共が奉納したのではないと考える人々は、実に愚かさに関わっている。
ἔστω γὰρ δήπου, ὡς ἐν τῇ στήλῃ, οὐκ εἶναί πω τοῦ ὅπλου τὸν δρόμον·
というのも、石碑にある通り、当時はまだ武装競走がなかったと仮定しよう。
πῶς ἂν οὖν ἐπίσταιτο ὁ Χίονις εἰ αὖθίς ποτε προσνομοθετήσουσιν Ἠλεῖοι;
それなら、エリス人が後になって再びこの競技を追加規定するかどうかを、キオニスがどうして知ることができただろうか。
τούτων δὲ ἔτι ἐς πλέον ἥκουσιν εὐηθείας οἳ τὸν ἑστηκότα ἀνδριάντα παρὰ τῇ στήλῃ φασὶν εἰκόνα εἶναι Χιόνιδος, ἔργον ὄντα τοῦ Ἀθηναίου Μύρωνος.
これらよりもさらに度を越した愚かさに達しているのは、石碑の傍らに立っている肖像彫刻がキオニスの像であると言う人々であり、それはアテナイ人ミュロンの作品なのである。
§6.13.3ἐοικότα δὲ Χιόνιδι τὰ ἐς δόξαν καὶ ἀνὴρ Λύκιος παρέσχετο Ἑρμογένης Ξάνθιος, ὃς τὸν κότινον ἐν τρισὶν Ὀλυμπιάσιν ἀνείλετο ὀκτάκις ἐπίκλησίν τε ἔσχεν Ἵππος ὑπὸ Ἑλλήνων·
キオニスに似た名声に関する成果を、リュキアの男、クサントス出身のヘルモゲネスも示した。 彼は三回のオリンピア期において八回オリーブの冠を獲得し、ギリシア人から「馬」というあだ名を得た。
ποιήσαιο δʼ ἂν καὶ Πολίτην ἐν μεγάλῳ θαύματι.
また、ポリーテスをも大いに驚嘆するであろう。
ὁ Πολίτης δʼ ἦν οὗτος ἐκ Κεράμου τῆς ἐν τῇ Καρίᾳ, ἀνέφηνε δὲ ἀρετὴν ποδῶν ἐν Ὀλυμπίᾳ πᾶσαν·
このポリーテスはカリアのケラモス出身であり、オリンピアにおいて脚のあらゆる優秀さを示した。
ἀπὸ γὰρ τοῦ μηκίστου καὶ διαρκεστάτου διʼ ὀλιγίστου δὴ καιροῦ μεθηρμόσατο ἐπὶ τὸ βραχύτατον ὁμοῦ καὶ ὤκιστον, καὶ δολίχου τε ἐν ἡμέρᾳ τῇ αὐτῇ καὶ παραυτίκα σταδίου λαβὼν νίκην προσέθηκε διαύλου σφίσι τὴν τρίτην.
なぜなら、最も長くて持久力を要する競走から、きわめて短い時間ののちに、最も短くかつ最も速い競走へと適応し、同じ日にドリコスと、その直後のスタディオンで勝利を得た上で、彼らにとって三つ目の勝利としてディアウロスを加えたからである。
§6.13.4Πολίτης μὲν δὴ ἐπὶ τῆς δευτέρας καὶ τέσσαρας, ὡς ἂν ἕκαστοι συνταχθῶσιν ὑπὸ τοῦ κλήρου, καὶ οὐκ ἀθρόους ἀφιᾶσιν ἐς τὸν δρόμον·
ポリーテスについては[…]。 籤引きによってそれぞれ四人ずつに組み分けされ、全員が一度にコースへと放たれるわけではない。
οἳ δʼ ἂν ἐν ἑκάστῃ τάξει κρατήσωσιν, ὑπὲρ αὐτῶν αὖθις θέουσι τῶν ἄθλων·
そして、それぞれの組において勝ち残った者たちが、再び賞をめざして走る。
καὶ οὕτω σταδίου δύο ὁ στεφανούμενος ἀναιρήσεται νίκας.
したがって、冠を授けられる者はスタディオンにおいて二つの勝利を得るのである。
τὰ μέντοι ἐπιφανέστατα ἐς δρόμον Λεωνίδᾳ Ῥοδίῳ ἐστίν·
しかしながら、競走において最も輝かしい功績はロドス出身のレオニダスのものである。
ἐπὶ γὰρ τέσσαρας Ὀλυμπιάδας ἀκμάζων τε τῇ ὠκύτητι ἀντήρκεσε, καὶ γεγόνασιν αὐτῷ δρόμου νῖκαι δύο ἀριθμὸν καὶ δέκα.
というのも、彼は四回のオリンピア期にわたって速さの全盛期を維持し、彼には合計十二回の競走での勝利があったからである。
§6.13.5Χιόνιδος δὲ οὐ πόρρω τῆς ἐν Ὀλυμπίᾳ στήλης Σκαῖος ἕστηκεν ὁ Δούριος Σάμιος, κρατήσας πυγμῇ παῖδας·
オリンピアにあるキオニスの石碑から遠くないところに、サモス出身のドゥリスの子スカイオスが立っており、彼は少年たちの拳闘で勝利した。
τέχνη δὲ ἡ εἰκών ἐστι μὲν Ἱππίου τοῦ, τὸ δὲ ἐπίγραμμα δηλοῖ τὸ ἐπʼ αὐτῷ, νικῆσαι Σκαῖον ἡνίκα ὁ Σαμίων δῆμος ἔφευγεν ἐκ τῆς νήσου, τὸν δὲ καιρὸν ἐπὶ τὰ οἰκεῖα τὸν δῆμον.
像は[…]の子ヒッピアスの作品であり、その上の銘文は、サモス人の民衆が島から亡命していたときにスカイオスが勝利したこと、そしてその時期が、民衆が故郷に[帰還した]ときであることを示している。
§6.13.6παρὰ δὲ τὸν τύραννον Δίαλλος ὁ Πόλλιδος ἀνάκειται, γένος μὲν Σμυρναῖος, Ἰώνων δὲ πρῶτος λαβεῖν ἐν Ὀλυμπίᾳ φησὶν οὗτος ὁ Δίαλλος παγκρατίου στέφανον ἐν παισίν.
僭主の傍らには、ポリスの子ディアロスが奉納されており、彼はスミュルナの生まれで、このディアロスは、イオニア人の中で最初にオリンピアで少年パンクラティオンの冠を受けたと自称している。
Θερσίλοχον δὲ Κορκυραῖον καὶ Ἀριστίωνα Θεοφίλους Ἐπιδαύριον, τὸν μὲν ἀνδρῶν πυγμῆς, Θερσίλοχον δὲ λαβόντα ἐν παισὶ στέφανον, Πολύκλειτος ἐποίησε σφᾶς ὁ Ἀργεῖος.
コルキュラ出身のテルシロコスと、エピダウロス出身のテオフィロスの子アリスティオンは、後者は大人の拳闘で、テルシロコスは少年の部で冠を得たが、アルゴス出身のポリュクレイトスが彼らを制作した。
§6.13.7Βύκελος δέ, ὃς Σικυωνίων πρῶτος πὺξ ἐκράτησεν ἐν παισίν, ἔστιν ἔργον Σικυωνίου Κανάχου παρὰ τῷ Ἀργείῳ Πολυκλείτῳ διδαχθέντος.
シキオン人の中で最初に少年拳闘で勝利したビュケロスは、アルゴス人ポリュクレイトスの下で学んだシキオン人カナコスの作品である。
παρὰ δὲ τὸν Βύκελον ὁπλίτης ἀνὴρ ἐπίκλησιν Λίβυς Μνασέας Κυρηναῖος ἕστηκε·
ビュケロスの傍らには、「リビア人」のあだ名を持つ重装歩兵の男、キュレネ出身のムナセアスが立っている。
Πυθαγόρας δὲ ὁ Ῥηγῖνος ἐποίησε τὴν εἰκόνα.
レギオン出身のピュタゴラスがこの肖像を制作した。
Κυζικηνῷ δὲ Ἀγεμάχῳ τῶν ἐκ τῆς Ἀσιανῆς ἠπείρου γενέσθαι ἐν Ἄργει τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ μηνύει.
キジコス出身のアゲマコスについては、彼がアジア大陸出身の[拳闘士]であったこと、および[この像が]アルゴスで[制作された]ことを、その上の銘文が示している。
§6.13.8Νάξου δὲ οἰκισθείσης ποτὲ ἐν Σικελίᾳ ὑπὸ Χαλκιδέων τῶν ἐπὶ Εὐρίπῳ, τῆς πόλεως μὲν οὐδὲ ἐρείπια ἐλείπετο ἐς ἡμᾶς ἔτι, ὄνομα δὲ καὶ ἐς τοὺς ἔπειτα εἶναι τῆς Νάξου Τίσανδρος ὁ Κλεοκρίτου μάλιστα αἰτίαν ἐχέτω·
かつてエウリポス沿いのカルキス人によってシケリアに建設されたナクソスは、その都市の遺跡すら私たちの時代にはもはや残されていないが、のちの人々にとってもナクソスの名が存続していることについては、クレオクリトスの子ティサンドロスが最大の功績者とみなされるべきである。
τετράκις γὰρ δὴ ἐν ἀνδράσι κατεμαχέσατο ὁ Τίσανδρος πύκτας ἐν Ὀλυμπίᾳ, τοσαῦται δὲ καὶ Πυθοῖ γεγόνασιν αὐτῷ νῖκαι, Κορινθίοις δὲ οὐκ ἦν πω τηνικαῦτα οὐδὲ Ἀργείοις ἐς ἅπαντας ὑπομνήματα τοὺς Νέμεια καὶ Ἴσθμια νικήσαντας.
というのも、ティサンドロスはオリンピアにおいて大人の拳闘で四回対戦相手を打ち破り、ピュティアでも同数の勝利を収めたからである。 当時は、コリントス人にもアルゴス人にも、ネメアやイストミアの全勝者たちをすべて記録した記念碑はまだ存在していなかった。
§6.13.9ἡ δὲ ἵππος ἡ τοῦ Κορινθίου Φειδώλα ὄνομα μέν, ὡς οἱ Κορίνθιοι μνημονεύουσιν, ἔχει Αὔρα, τὸν δὲ ἀναβάτην ἔτι ἀρχομένου τοῦ δρόμου συνέπεσεν ἀποβαλεῖν αὐτήν·
コリントス人フェイドラスの牝馬は、コリントス人たちが記憶しているところによれば、「アウラ」という名であったが、競走が始まってすぐに騎手を振り落としてしまうという事態になった。
καὶ οὐδέν τι ἧσσον θέουσα ἐν κόσμῳ περί τε τὴν νύσσαν ἐπέστρεφε, καὶ ἐπεὶ τῆς σάλπιγγος ἤκουσεν, ἐπετάχυνεν ἐς πλέον τὸν δρόμον, φθάνει τε δὴ ἐπὶ τοὺς Ἑλλανοδίκας ἀφικομένη καὶ νικῶσα ἔγνω καὶ παύεται τοῦ δρόμου.
それにもかかわらず、整然と走り続け、折り返し点の周りを回り、ラッパの音を聞くと、さらに速度を上げて走り、ヘラノディカイのもとに先頭で到達し、勝利したことを自ら察して走るのを止めた。
Ἠλεῖοι δὲ ἀνηγόρευσαν ἐπὶ τῇ νίκῃ τὸν Φειδώλαν καὶ ἀναθεῖναί οἱ τὴν ἵππον ταύτην ἐφιᾶσιν.
エリス人はその勝利においてフェイドラスを宣言し、彼にこの牝馬を奉納することを許した。
§6.13.10ἐγένετο δὲ καὶ τοῦ Φειδώλα τοῖς παισὶν ἐπὶ κέλητι ἵππῳ νίκη, καὶ ὅ τε ἵππος ἐπὶ στήλῃ πεποιημένος καὶ ἐπίγραμμά ἐστιν ἐπʼ αὐτῷ·
また、フェイドラスの子供たちにも乗用馬による勝利があり、その馬が石碑に表現されており、その上には以下の碑文がある。
" ὠκυδρόμας Λύκος Ἴσθμιʼ ἅπαξ, δύο δʼ ἐνθάδε νίκαις Φειδώλα παίδων ἐστεφάνωσε δόμους.
「快速なるリュコスは、イストミアで一度、そしてここでの二度の勝利によって、フェイドラスの子らの家を冠で飾った。
" οὐ μὴν τῷ γε ἐπιγράμματι καὶ τὰ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας ὁμολογεῖ γράμματα·
」しかしながら、この銘文と、オリンピア勝者に関するエリス人の公式記録は一致していない。
ὀγδόῃ γὰρ Ὀλυμπιάδι καὶ ἑξηκοστῇ καὶ οὐ πέρα ταύτης ἐστὶν ἐν τοῖς Ἠλείων γράμμασιν ἡ νίκη τῶν Φειδώλα παίδων·
というのも、エリス人の記録においては、フェイドラスの子供たちの勝利は第六十八回オリンピア期に記録されており、それ以降にはないからである。
§6.13.11ταῦτα μὲν δὴ οὕτως ἔχοντα ἴστω τις·
これらのことはそのようであると知るがよい。
Ἠλείοις δὲ ἀνδράσιν Ἀγαθίνῳ τε τῷ Θρασυβούλου καὶ Τηλεμάχῳ, Τηλεμάχῳ μὲν ἐπὶ ἵππων νίκῃ γέγονεν ἡ εἰκών, Ἀγαθῖνον δὲ ἀνέθεσαν Ἀχαιοὶ Πελληνεῖς.
エリス人の男たちである、スラシュブロスの子アガティノスとテレマコスについては、テレマコスには馬の勝利によって像が立てられ、アガティノスはペレネのアカイア人たちが奉納した。
ἀνέθηκε δὲ καὶ ὁ Ἀθηναίων δῆμος Ἀριστοφῶντα Λυσίνου, παγκρατιαστὰς ἐν τῷ ἀγῶνι τῷ ἐν Ὀλυμπίᾳ κρατήσαντα ἄνδρας.
また、アテナイ人の民衆も、オリンピアの競技において大人のパンクラティオンで勝利した、リュシノスの子アリストポンを奉納した。

語釈・文法注

  1. §6.13.2εὐηθείας μὲν δὴ μετέχουσι καὶ ὅσοι Χίονιν αὐτὸν ἀναθεῖναι τὴν στήλην, ἀλλʼ οὐ Λακεδαιμονίων ἥγηνται τὸ δημόσιον — 名詞 `εὐηθείας` は動詞 `μετέχουσι`(〜を分け持つ、〜に関わる)の目的語として属格をとっている。また、関係詞 `ὅσοι` が主語となる動詞 `ἥγηνται`(みなす、考える)は、対格不定詞構造("Χίονιν αὐτὸν ... ἀναθεῖναι"「キオニス自身が奉納したと」および "ἀλλʼ οὐ ... τὸ δημόσιον"「ラケダイモン人の公共[が奉納したの]ではなく」)を補文として伴っている。
  2. §6.13.8ὄνομα δὲ καὶ ἐς τοὺς ἔπειτα εἶναι τῆς Νάξου Τίσανδρος ὁ Κλεοκρίτου μάλιστα αἰτίαν ἐχέτω — `αἰτίαν ἐχέτω`(命令法:「原因・責任があるとされるべきである」)という表現において、`αἰτία` はここでは否定的な「罪・非難」ではなく、肯定的な「名声が残った原因・功績」を指している。主語 `Τίσανδρος` に対し、どのような内容において原因があるかを示すものとして、文頭の対格不定詞句 `ὄνομα δὲ καὶ ἐς τοὺς ἔπειτα εἶναι τῆς Νάξου`(後世の人々にとってもナクソスの名が存続していること)が係っている。
  3. §6.13.9συνέπεσεν ἀποβαλεῖν αὐτήν — 非人称動詞 `συνέπεσε`(偶然〜した、〜という事態になった)の主語(実質的な補文)として、不定詞 `ἀποβαλεῖν`(落とす、失う)が置かれており、その意味上の主語として対格 `αὐτήν`(彼女、ここでは牝馬アウラ)が示されている。騎手を落としたのは牝馬自身であることを示す構文。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §6.13.1-6.13.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.13.1-6.13.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。