§6.13.1Ἀστύλος δὲ Κροτωνιάτης Πυθαγόρου μέν ἐστιν ἔργον, τρεῖς δὲ ἐφεξῆς Ὀλυμπίασι σταδίου τε καὶ διαύλου νίκας ἔσχεν.
克罗托内的阿斯特路斯是皮达哥拉斯的作品,他曾连续三次在奥林匹亚获得短跑和双程跑的胜利。
ὅτι δὲ ἐν δύο ταῖς ὑστέραις ἐς χάριν τὴν Ἱέρωνος τοῦ Δεινομένους ἀνηγόρευσεν αὑτὸν Συρακούσιον, τούτων ἕνεκα οἱ Κροτωνιᾶται τὴν οἰκίαν αὐτοῦ δεσμωτήριον εἷναι κατέγνωσαν καὶ τὴν εἰκόνα καθεῖλον παρὰ τῇ Ἥρᾳ τῇ Λακινίᾳ κειμένην.
但由于他在最后两次胜利中,为了讨好狄诺梅奈斯之子希伦而宣布自己是叙拉古人,因此克罗托内人判处将他的住宅改为监狱,并拆毁了奉献在拉喀尼亚赫拉神庙旁的他的雕像。
§6.13.2ἀνάκειται δὲ ἐν Ὀλυμπίᾳ καὶ στήλη λέγουσα τοῦ Λακεδαιμονίου Χιόνιδος τὰς νίκας.
在奥林匹亚还奉献有一块石碑,记载着拉刻代蒙人希奥尼斯的胜利。
εὐηθείας μὲν δὴ μετέχουσι καὶ ὅσοι Χίονιν αὐτὸν ἀναθεῖναι τὴν στήλην, ἀλλʼ οὐ Λακεδαιμονίων ἥγηνται τὸ δημόσιον·
那些认为希奥尼斯本人奉献了这块石碑,而不是拉刻代蒙人官方奉献的人,确实是极其愚蠢的。
ἔστω γὰρ δήπου, ὡς ἐν τῇ στήλῃ, οὐκ εἶναί πω τοῦ ὅπλου τὸν δρόμον· πῶς ἂν οὖν ἐπίσταιτο ὁ Χίονις εἰ αὖθίς ποτε προσνομοθετήσουσιν Ἠλεῖοι;
因为且让我们假设,正如石碑上所写的那样,当时还没有武装赛跑;那么希奥尼斯又怎能预知伊利斯人是否会在未来的某个时候将此追加进法律中呢?
τούτων δὲ ἔτι ἐς πλέον ἥκουσιν εὐηθείας οἳ τὸν ἑστηκότα ἀνδριάντα παρὰ τῇ στήλῃ φασὶν εἰκόνα εἶναι Χιόνιδος, ἔργον ὄντα τοῦ Ἀθηναίου Μύρωνος.
而那些称石碑旁站立的雕像是希奥尼斯雕像的人,其愚蠢程度比这些人更甚,因为那是雅典人米隆的作品。
§6.13.3ἐοικότα δὲ Χιόνιδι τὰ ἐς δόξαν καὶ ἀνὴρ Λύκιος παρέσχετο Ἑρμογένης Ξάνθιος, ὃς τὸν κότινον ἐν τρισὶν Ὀλυμπιάσιν ἀνείλετο ὀκτάκις ἐπίκλησίν τε ἔσχεν Ἵππος ὑπὸ Ἑλλήνων·
一位吕基亚人,来自克桑托斯的赫尔莫革涅斯,也取得了与希奥尼斯相媲美的名声;他在三届奥林匹亚运动会中八次夺得野橄榄冠,并被希腊人称为“马”。
ποιήσαιο δʼ ἂν καὶ Πολίτην ἐν μεγάλῳ θαύματι.
你也会对波留特斯大加赞赏。
ὁ Πολίτης δʼ ἦν οὗτος ἐκ Κεράμου τῆς ἐν τῇ Καρίᾳ, ἀνέφηνε δὲ ἀρετὴν ποδῶν ἐν Ὀλυμπίᾳ πᾶσαν·
这位波留特斯来自卡里亚的凯拉摩斯,他在奥林匹亚展现了双脚的各种卓越能力。
ἀπὸ γὰρ τοῦ μηκίστου καὶ διαρκεστάτου διʼ ὀλιγίστου δὴ καιροῦ μεθηρμόσατο ἐπὶ τὸ βραχύτατον ὁμοῦ καὶ ὤκιστον, καὶ δολίχου τε ἐν ἡμέρᾳ τῇ αὐτῇ καὶ παραυτίκα σταδίου λαβὼν νίκην προσέθηκε διαύλου σφίσι τὴν τρίτην.
因为他在极短的时间内,从最长且最需要耐力的赛跑,适应了最短且最快的赛跑,在同一天赢得了长跑和紧随其后的短跑胜利,并为他们加上了双程跑作为第三次胜利。
§6.13.4Πολίτης μὲν δὴ ἐπὶ τῆς δευτέρας καὶ τέσσαρας, ὡς ἂν ἕκαστοι συνταχθῶσιν ὑπὸ τοῦ κλήρου, καὶ οὐκ ἀθρόους ἀφιᾶσιν ἐς τὸν δρόμον·
关于波留特斯[……]。
οἳ δʼ ἂν ἐν ἑκάστῃ τάξει κρατήσωσιν, ὑπὲρ αὐτῶν αὖθις θέουσι τῶν ἄθλων· καὶ οὕτω σταδίου δύο ὁ στεφανούμενος ἀναιρήσεται νίκας.
[跑者们]根据抽签结果每四人分为一组,并且不让他们全部同时出发起跑;而在每个组中获胜的人,将再次为了奖品而奔跑;因此,获得桂冠的人将在短跑比赛中赢得两次胜利。
τὰ μέντοι ἐπιφανέστατα ἐς δρόμον Λεωνίδᾳ Ῥοδίῳ ἐστίν·
然而,在赛跑中最为辉煌的成就属于罗得岛的莱奥尼达斯。
ἐπὶ γὰρ τέσσαρας Ὀλυμπιάδας ἀκμάζων τε τῇ ὠκύτητι ἀντήρκεσε, καὶ γεγόνασιν αὐτῷ δρόμου νῖκαι δύο ἀριθμὸν καὶ δέκα.
因为在连续四届奥林匹亚运动会中,他都保持了速度的巅峰,在赛跑中总共获得了十二次胜利。
§6.13.5Χιόνιδος δὲ οὐ πόρρω τῆς ἐν Ὀλυμπίᾳ στήλης Σκαῖος ἕστηκεν ὁ Δούριος Σάμιος, κρατήσας πυγμῇ παῖδας·
在奥林匹亚距离希奥尼斯石碑不远处,立着萨摩斯人杜里斯之子斯开奥斯,他获得了少年拳击比赛的胜利。
τέχνη δὲ ἡ εἰκών ἐστι μὲν Ἱππίου τοῦ, τὸ δὲ ἐπίγραμμα δηλοῖ τὸ ἐπʼ αὐτῷ, νικῆσαι Σκαῖον ἡνίκα ὁ Σαμίων δῆμος ἔφευγεν ἐκ τῆς νήσου, τὸν δὲ καιρὸν ἐπὶ τὰ οἰκεῖα τὸν δῆμον.
该雕像是[……]之子希皮亚斯的作品,而其上的铭文表明,当萨摩斯人民流亡岛外时斯开奥斯获得了胜利,且该时期正是人民[返回]家园之时。
§6.13.6παρὰ δὲ τὸν τύραννον Δίαλλος ὁ Πόλλιδος ἀνάκειται, γένος μὲν Σμυρναῖος, Ἰώνων δὲ πρῶτος λαβεῖν ἐν Ὀλυμπίᾳ φησὶν οὗτος ὁ Δίαλλος παγκρατίου στέφανον ἐν παισίν.
在僭主的雕像旁,奉献有波利斯之子迪亚罗斯,他是斯ミュルナ的后裔,这位迪亚罗斯声称自己是爱奥尼亚人中第一个在奥林匹亚获得少年综合格斗冠冕的人。
Θερσίλοχον δὲ Κορκυραῖον καὶ Ἀριστίωνα Θεοφίλους Ἐπιδαύριον, τὸν μὲν ἀνδρῶν πυγμῆς, Θερσίλοχον δὲ λαβόντα ἐν παισὶ στέφανον, Πολύκλειτος ἐποίησε σφᾶς ὁ Ἀργεῖος.
至于科尔库拉的塞尔西洛科斯和埃皮道鲁斯人塞奥菲路斯之子阿里斯蒂翁,后者获得了成年拳击冠冕,而塞尔西洛科斯获得了少年组冠冕,阿尔戈斯人波留克列特斯制作了他们的雕像。
§6.13.7Βύκελος δέ, ὃς Σικυωνίων πρῶτος πὺξ ἐκράτησεν ἐν παισίν, ἔστιν ἔργον Σικυωνίου Κανάχου παρὰ τῷ Ἀργείῳ Πολυκλείτῳ διδαχθέντος.
比凯路斯是第一个在少年拳击中获胜的西锡安人,他的雕像是西锡安人卡纳科斯的作品,卡纳科斯曾受教于阿尔戈斯人波留克列特斯。
παρὰ δὲ τὸν Βύκελον ὁπλίτης ἀνὴρ ἐπίκλησιν Λίβυς Μνασέας Κυρηναῖος ἕστηκε· Πυθαγόρας δὲ ὁ Ῥηγῖνος ἐποίησε τὴν εἰκόνα.
在比凯路斯旁立着一位被称为“利比亚人”的武装士兵,即库勒涅的姆纳塞阿斯;雷吉翁的皮达哥拉斯制作了他的雕像。
Κυζικηνῷ δὲ Ἀγεμάχῳ τῶν ἐκ τῆς Ἀσιανῆς ἠπείρου γενέσθαι ἐν Ἄργει τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ μηνύει.
至于库齐库斯人阿革马科斯,其上的铭文表明他是来自亚洲大陆的[拳击手],且[该雕像]是在阿耳戈斯[制作的]。
§6.13.8Νάξου δὲ οἰκισθείσης ποτὲ ἐν Σικελίᾳ ὑπὸ Χαλκιδέων τῶν ἐπὶ Εὐρίπῳ, τῆς πόλεως μὲν οὐδὲ ἐρείπια ἐλείπετο ἐς ἡμᾶς ἔτι, ὄνομα δὲ καὶ ἐς τοὺς ἔπειτα εἶναι τῆς Νάξου Τίσανδρος ὁ Κλεοκρίτου μάλιστα αἰτίαν ἐχέτω·
尽管由来自欧里普斯的哈尔基斯人曾在西西里建立的纳克索斯城,到了我们的时代连遗迹都没有留下,但纳克索斯的名字之所以能流传后世,应当最大程度地归功于克莱奥克里托斯之子蒂桑德罗斯。
τετράκις γὰρ δὴ ἐν ἀνδράσι κατεμαχέσατο ὁ Τίσανδρος πύκτας ἐν Ὀλυμπίᾳ, τοσαῦται δὲ καὶ Πυθοῖ γεγόνασιν αὐτῷ νῖκαι, Κορινθίοις δὲ οὐκ ἦν πω τηνικαῦτα οὐδὲ Ἀργείοις ἐς ἅπαντας ὑπομνήματα τοὺς Νέμεια καὶ Ἴσθμια νικήσαντας.
因为蒂桑德罗斯曾四次在奥林匹亚获得成年拳击的胜利,在皮托他也获得了同等数量的胜利;而在那个时候,科林斯人和阿尔戈斯人都还没有记录所有在内梅亚和地峡运动会上获胜者的公共档案。
§6.13.9ἡ δὲ ἵππος ἡ τοῦ Κορινθίου Φειδώλα ὄνομα μέν, ὡς οἱ Κορίνθιοι μνημονεύουσιν, ἔχει Αὔρα, τὸν δὲ ἀναβάτην ἔτι ἀρχομένου τοῦ δρόμου συνέπεσεν ἀποβαλεῖν αὐτήν·
科林斯人费多拉斯的牝马,据科林斯人记忆,名字叫做“奥拉”,但在比赛刚开始时,它不巧摔下了骑手。
καὶ οὐδέν τι ἧσσον θέουσα ἐν κόσμῳ περί τε τὴν νύσσαν ἐπέστρεφε, καὶ ἐπεὶ τῆς σάλπιγγος ἤκουσεν, ἐπετάχυνεν ἐς πλέον τὸν δρόμον, φθάνει τε δὴ ἐπὶ τοὺς Ἑλλανοδίκας ἀφικομένη καὶ νικῶσα ἔγνω καὶ παύεται τοῦ δρόμου.
尽管如此,它依然秩序井然地奔跑,绕过折返点,并在听到号角声时,进一步加快了速度,率先抵达希腊竞技裁判面前,它知道自己获胜后便停止了奔跑。
Ἠλεῖοι δὲ ἀνηγόρευσαν ἐπὶ τῇ νίκῃ τὸν Φειδώλαν καὶ ἀναθεῖναί οἱ τὴν ἵππον ταύτην ἐφιᾶσιν.
伊利斯人宣布费多拉斯获得胜利,并允许他奉献这匹牝马。
§6.13.10ἐγένετο δὲ καὶ τοῦ Φειδώλα τοῖς παισὶν ἐπὶ κέλητι ἵππῳ νίκη, καὶ ὅ τε ἵππος ἐπὶ στήλῃ πεποιημένος καὶ ἐπίγραμμά ἐστιν ἐπʼ αὐτῷ· "
ὠκυδρόμας Λύκος Ἴσθμιʼ ἅπαξ, δύο δʼ ἐνθάδε νίκαις
Φειδώλα παίδων ἐστεφάνωσε δόμους.
费多拉斯的孩子们也获得了骑乘马比赛的胜利,那匹马被刻在石碑上,上面有铭文: “快速奔跑的吕科斯曾在地峡获得一次胜利,并在这里获得两次胜利,用冠冕装饰了费多拉斯孩子们的家园。
"
οὐ μὴν τῷ γε ἐπιγράμματι καὶ τὰ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας ὁμολογεῖ γράμματα· ὀγδόῃ γὰρ Ὀλυμπιάδι καὶ ἑξηκοστῇ καὶ οὐ πέρα ταύτης ἐστὶν ἐν τοῖς Ἠλείων γράμμασιν ἡ νίκη τῶν Φειδώλα παίδων·
” 然而,该铭文与伊利斯人关于奥林匹亚获胜者的记录并不一致;因为在伊利斯人的记录中,费多拉斯孩子们的胜利是在第六十八届奥林匹亚运动会,且此后再无记录。
§6.13.11ταῦτα μὲν δὴ οὕτως ἔχοντα ἴστω τις·
且让人们知道这些事情就是如此。
Ἠλείοις δὲ ἀνδράσιν Ἀγαθίνῳ τε τῷ Θρασυβούλου καὶ Τηλεμάχῳ, Τηλεμάχῳ μὲν ἐπὶ ἵππων νίκῃ γέγονεν ἡ εἰκών, Ἀγαθῖνον δὲ ἀνέθεσαν Ἀχαιοὶ Πελληνεῖς.
至于伊利斯男子,色拉叙布洛斯之子阿加西努斯和特勒马科斯,特勒马科斯的雕像是因马匹比赛的胜利而立,而佩莱内的一阿开亚人奉献了阿加西努斯。
ἀνέθηκε δὲ καὶ ὁ Ἀθηναίων δῆμος Ἀριστοφῶντα Λυσίνου, παγκρατιαστὰς ἐν τῷ ἀγῶνι τῷ ἐν Ὀλυμπίᾳ κρατήσαντα ἄνδρας.
雅典人民也奉献了吕西努斯之子阿里斯托丰,他在奥林匹亚运动会的成年人综合格斗比赛中获得了胜利。